Humanitext Reader

亚里士多德 · 尼各马可伦理学 §7.1

应避的三种状态与关于自制和无自制的通见

第 72 段,共 123 段 · 希腊语

内容简介

亚里士多德提出了三种应避免的品格特征(恶德、无自制和兽性)及其对立面,随后开始罗列关于自制与无自制的各种普遍意见。

§7.1μετὰ δὲ ταῦτα λεκτέον, ἄλλην ποιησαμένους ἀρχήν, ὅτι τῶν περὶ τὰ ἤθη φευκτῶν τρία ἐστὶν εἴδη, κακία ἀκρασία θηριότης.
在这些之后,我们必须作一个新的起点,说明在品格方面应当避免的有三种类型:恶德、无自制和兽性。
τὰ δʼ ἐναντία τοῖς μὲν δυσὶ δῆλα· τὸ μὲν γὰρ ἀρετὴν τὸ δʼ ἐγκράτειαν καλοῦμεν·
其中两者的相反者是显而易见的:因为我们称其一为德性,另一为自制。
πρὸς δὲ τὴν θηριότητα μάλιστʼ ἂν ἁρμόττοι λέγειν τὴν ὑπὲρ ἡμᾶς ἀρετήν, ἡρωικήν τινα καὶ θείαν, ὥσπερ Ὅμηρος περὶ τοῦ Ἕκτορος πεποίηκε λέγοντα τὸν Πρίαμον ὅτι σφόδρα ἦν ἀγαθός, " οὐδὲ ἐῴκει ἀνδρός γε θνητοῦ πάις ἔμμεναι ἀλλὰ θεοῖο.
然而,与兽性最相适合的对立面,应当是超乎我们的德性,即某种英雄的、神圣的德性,正如荷马让普里阿摩斯谈到赫克托尔时所说的那样,说他极其优秀, “他甚至看起来不像是一个凡人的人子,倒像是神的儿子。
" ὥστʼ εἰ, καθάπερ φασίν, ἐξ ἀνθρώπων γίνονται θεοὶ διʼ ἀρετῆς ὑπερβολήν, τοιαύτη τις ἂν εἴη δῆλον ὅτι ἡ τῇ θηριώδει ἀντιτιθεμένη ἕξις·
” 因此,如果像人们所说的那样,人因德性的超越而成为神,那么与兽性相对立的品质显然也就是这样的一种状态。
καὶ γὰρ ὥσπερ οὐδὲ θηρίου ἐστὶ κακία οὐδʼ ἀρετή, οὕτως οὐδὲ θεοῦ, ἀλλʼ ἣ μὲν τιμιώτερον ἀρετῆς, ἣ δʼ ἕτερόν τι γένος κακίας.
因为正如野兽既无恶德也无德性,神也是如此,神的品质比德性更尊贵,而野兽的品质则是不同于恶德的另一类。
ἐπεὶ δὲ σπάνιον καὶ τὸ θεῖον ἄνδρα εἶναι, καθάπερ οἱ Λάκωνες εἰώθασι προσαγορεύειν, οἳ ὅταν ἀγασθῶσι σφόδρα του, σεῖος ἀνήρ φασιν, οὕτω καὶ ὁ θηριώδης ἐν τοῖς ἀνθρώποις σπάνιος· μάλιστα δʼ ἐν τοῖς βαρβάροις ἐστίν, γίνεται δʼ ἔνια καὶ διὰ νόσους καὶ πηρώσεις· καὶ τοὺς διὰ κακίαν δὲ τῶν ἀνθρώπων ὑπερβάλλοντας οὕτως ἐπιδυσφημοῦμεν.
既然神圣的人是罕见的——正如拉刻代蒙人习惯称呼的那样,当他们极度赞美某人时,会说“他是一个神圣的人”——同样,兽性的人在人类中也是罕见的;这主要存在于蛮族之中,但也有些是由于疾病和残疾而产生的;我们也用这个词来丑化那些在恶德上超越凡人的人。
ἀλλὰ περὶ μὲν τῆς διαθέσεως τῆς τοιαύτης ὕστερον ποιητέον τινὰ μνείαν, περὶ δὲ κακίας εἴρηται πρότερον·
但是,关于这样一种状态,我们以后再作提及,而关于恶德之前已经谈过。
περὶ δὲ ἀκρασίας καὶ μαλακίας καὶ τρυφῆς λεκτέον, καὶ περὶ ἐγκρατείας καὶ καρτερίας·
我们必须谈谈无自制、软弱和奢侈,以及自制和坚忍。
οὔτε γὰρ ὡς περὶ τῶν αὐτῶν ἕξεων τῇ ἀρετῇ καὶ τῇ μοχθηρίᾳ ἑκατέραν αὐτῶν ὑποληπτέον, οὔθʼ ὡς ἕτερον γένος.
因为我们既不应当把这两者看作与德性和恶德相同的品质,也不应当把它们看作另一属。
δεῖ δʼ, ὥσπερ ἐπὶ τῶν ἄλλων, τιθέντας τὰ φαινόμενα καὶ πρῶτον διαπορήσαντας οὕτω δεικνύναι μάλιστα μὲν πάντα τὰ ἔνδοξα περὶ ταῦτα τὰ πάθη, εἰ δὲ μή, τὰ πλεῖστα καὶ κυριώτατα·
我们必须像在其他情况下一样,先设定显现的事实,在首先提出疑难之后,通过这种方式,尽可能地证明关于这些情感的全部普遍意见,如果不能全部,也要证明其大多数和最主要的意见。
ἐὰν γὰρ λύηταί τε τὰ δυσχερῆ καὶ καταλείπηται τὰ ἔνδοξα, δεδειγμένον ἂν εἴη ἱκανῶς.
因为如果困难得到了解决,而普遍意见被保留下来,那就得到了充分的证明。
δοκεῖ δὴ ἥ τε ἐγκράτεια καὶ καρτερία τῶν σπουδαίων καὶ ἐπαινετῶν εἶναι, ἡ δʼ ἀκρασία τε καὶ μαλακία τῶν φαύλων καὶ ψεκτῶν, καὶ ὁ αὐτὸς ἐγκρατὴς καὶ ἐμμενετικὸς τῷ λογισμῷ, καὶ ἀκρατὴς καὶ ἐκστατικὸς τοῦ λογισμοῦ.
现在,自制和坚忍似乎属于高尚的和值得赞赏的事物,而无自制和软弱则属于卑劣的和值得谴责的事物。 而且,同一个人既被认为是自制的、坚守理智的,又被认为是无自制的、偏离理智的。
καὶ ὁ μὲν ἀκρατὴς εἰδὼς ὅτι φαῦλα πράττει διὰ πάθος, ὁ δʼ ἐγκρατὴς εἰδὼς ὅτι φαῦλαι αἱ ἐπιθυμίαι οὐκ ἀκολουθεῖ διὰ τὸν λόγον.
无自制的人知道自己所做的是卑劣的事,却因情感而去做;而自制的人知道自己的欲望是卑劣的,因理性而不顺从它们。
καὶ τὸν σώφρονα μὲν ἐγκρατῆ καὶ καρτερικόν, τὸν δὲ τοιοῦτον οἳ μὲν πάντα σώφρονα οἳ δʼ οὔ, καὶ τὸν ἀκόλαστον ἀκρατῆ καὶ τὸν ἀκρατῆ ἀκόλαστον συγκεχυμένως, οἳ δʼ ἑτέρους εἶναί φασιν.
有人认为节制的人是自制的、坚忍的,而对于这样的人,有人说他全然是节制的,有人则说不然;有人混淆地称放纵的人为无自制的,称无自制的人为放纵的,有人则说他们是不同的。
τὸν δὲ φρόνιμον ὁτὲ μὲν οὔ φασιν ἐνδέχεσθαι εἶναι ἀκρατῆ, ὁτὲ δʼ ἐνίους φρονίμους ὄντας καὶ δεινοὺς ἀκρατεῖς εἶναι.
关于明智的人,有人说他不可能无自制,有人则说有些明智而才觉的人是无自制的。
ἔτι ἀκρατεῖς λέγονται καὶ θυμοῦ καὶ τιμῆς καὶ κέρδους.
此外,人们在愤怒、荣誉和利益方面也被称为无自制。
τὰ μὲν οὖν λεγόμενα ταῦτʼ ἐστίν.
以上就是人们所说的事情。

词汇与语法注释

  1. ¦15¦ποιησαμένους — 限定动词 `λεκτέον`(相当于带有必须意味的 `δεῖ ἡμᾶς λέγειν`)是无人称形容词构文,其省略的逻辑主语为对格形式的泛指“我们”(`ἡμᾶς`),因此分词 `ποιησαμένους` 采用阳性对格复数与之呼应。
  2. ¦20¦πεποίηκε λέγοντα τὸν Πρίαμον — 动词 `ποιέω` 在用于表示“(在诗歌中)描绘某人正在做某事”时,通常接对格名词(`τὸν Πρίαμον`)和补充性分词(`λέγοντα`)的结构,意为“(荷马)创作出普里阿摩斯正在说道……”。
  3. ¦1145b¦ ¦2¦τιθέντας τὰ φαινόμενα καὶ πρῶτον διαπορήσαντας — 这两个分词修饰受无人称动词 `δεῖ` 支配的不定式 `δεικνύναι`(第4行)。由于该不定式的逻辑主语是作为一般虚指的“我们”(对格 `ἡμᾶς`),因此现在时分词 `τιθέντας` 和不定过去时分词 `διαπορήσαντας` 均采用对格复数阳性形式。这指明了亚里士多德“先设定现象,再探讨疑难”的方法论步骤。

引用这一段

亚里士多德, 尼各马可伦理学 §7.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:7.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。