§1.5#1περὶ πολλῶν μὲν οὖν καὶ ἑτέρων οὐ ῥᾴδιον τὸ κρῖναι καλῶς, μάλιστα δὲ περὶ οὗ πᾶσι ῥᾷστον εἶναι δοκεῖ, καὶ παντὸς ἀνδρὸς τὸ γνῶναι, τί τῶν ἐν τῷ ζῆν αἱρετόν, καὶ λαβὼν ἄν τις ἔχοι πλήρη τὴν ἐπιθυμίαν.
さて、他の多くのことについても正しく判断することは容易ではないが、すべての者にとって最も容易であると思われ、かついかなる人間にとっても知ることができると思われている事柄、すなわち、生のうちで何が選択に値し、それを獲得すれば人が自らの欲望を完全に満たすことができるかという点こそ、最も困難である。
πολλὰ γάρ ἐστι τοιαῦτα τῶν ἀποβαινόντων, διʼ ἃ προΐενται τὸ ζῆν, οἷον νόσους περιωδυνίας χειμῶνας·
なぜなら、それが生じることで人々が生を投げ出す原因となるような出来事、たとえば病気や激痛、嵐などの多くのことがあるからである。
ὥστε δῆλον ὅτι κἂν ἐξ ἀρχῆς αἱρετὸν ἦν, εἴ τις αἵρεσιν ἐδίδου, διά γε ταῦτα τὸ μὴ γενέσθαι.
したがって、最初から生の選択が与えられるのだとしても、これらの事柄のゆえに、生まれてこないことのほうが明らかに望ましいことであったはずである。
πρὸς δὲ τούτοις τίς ὁ βίος, ὃν ζῶσιν ἔτι παῖδες ὄντες;
これらに加えて、まだ子供であるときに人々が送る生活とはどのようなものだろうか。
καὶ γὰρ ἐπὶ τοῦτον ἀνακάμψαι πάλιν οὐδεὶς ἂν ὑπομείνειεν εὖ φρονῶν.
なぜなら、正気である者なら誰も、再びこの状態へと戻ることに耐えられないだろうからである。
ἔτι δὲ πολλὰ τῶν τε μηδεμίαν ἐχόντων ἡδονὴν ἢ λύπην, καὶ τῶν ἐχόντων μὲν ἡδονὴν μὴ καλὴν δέ, τοιαῦτʼ ἐστιν ὥστε τὸ μὴ εἶναι κρεῖττον εἶναι τοῦ ζῆν.
さらに、何の快楽も苦痛も持たないような多くのことや、快楽を持っていてもそれが美しくないような多くのものは、生きていることよりも存在しないことの方が勝っているようなものである。
ὅλως δʼ εἴ τις ἅπαντα συναγάγοι ὅσα πράττουσι μὲν καὶ πάσχουσιν ἅπαντες, ἑκόντες μέντοι μηθὲν αὐτῶν διὰ τὸ μηδʼ αὐτοῦ χάριν, καὶ προσθείη χρόνου πλῆθος ἀπέραντόν τι, οὐ μᾶλλον ἕνεκʼ ἄν τις τούτων ἕλοιτο ζῆν ἢ μὴ ζῆν.
およそ、すべての人が実際に行い、かつ被るすべての事柄を、ただし自発的ではあってもその事柄自体のためには一切行わないものとしてすべて集め、そこに無限の時間の長さを付け加えたとしても、人はこれらを理由にして、生きないことよりも生きることを選択するようなことはないだろう。
ἀλλὰ μὴν οὐδὲ διὰ τὴν τῆς τροφῆς μόνον ἡδονὴν ἢ τὴν τῶν ἀφροδισίων, ἀφαιρεθεισῶν τῶν ἄλλων ἡδονῶν, ἃς τὸ γινώσκειν ἢ βλέπειν ἢ τῶν ἄλλων τις αἰσθήσεων πορίζει τοῖς ἀνθρώποις, οὐδʼ ἂν εἷς προτιμήσειε τὸ ζῆν, μὴ παντελῶς ὢν ἀνδράποδον.
それどころか、他の快楽(認識や視覚、あるいは他の感覚が人間に提供する快楽)がすべて取り去られ、食物の快楽や性的な快楽のためだけであれば、完全に奴隷的な者でない限り、誰も生きることを好まないだろう。
δῆλον γὰρ ὅτι τῷ ταύτην ποιουμένῳ τὴν αἵρεσιν οὐθὲν ἂν διενέγκειε γενέσθαι θηρίον ἢ ἄνθρωπον·
なぜなら、このような選択をする者にとっては、獣になることも人間になることも何の違いもないことは明らかだからである。
ὁ γοῦν ἐν Αἰγύπτῳ βοῦς, ὃν ὡς Ἆπιν τιμῶσιν, ἐν πλείοσι τῶν τοιούτων ἐξουσιάζει πολλῶν μοναρχῶν.
現に、エジプトの牛、すなわちアピスとして崇められている牛は、多くの君主たちよりもこのような自由を多く享受している。
ὁμοίως δὲ οὐδὲ διὰ τὴν τοῦ καθεύδειν ἡδονήν·
同様に、ただ眠ることの快楽のためだけでもない。
τί γὰρ διαφέρει καθεύδειν ἀνέγερτον ὕπνον ἀπὸ τῆς πρώτης ἡμέρας μέχρι τῆς τελευταίας ἐτῶν ἀριθμὸν χιλίων ἢ ὁποσωνοῦν, ἢ ζῆν ὄντα φυτόν;
なぜなら、最初の日に始まって最後の日に至るまで、千年、あるいは何年であっても、目覚めることのない眠りを眠り続けることと、植物として生きることとで、何の違いがあろうか。
τὰ γοῦν φυτὰ τοιαύτης τινὸς ἔοικε μετέχειν ζωῆς, ὥσπερ καὶ τὰ παιδία.
実際、植物はそのような生にあずかっているように見えるし、子供たちも同様である。
καὶ γὰρ ταῦτα κατὰ τὴν πρώτην ἐν τῇ μητρὶ γένεσιν πεφυκότα μὲν διατελεῖ, καθεύδοντα δὲ τὸν πάντα χρόνον.
というのも、子供たちも母親の胎内での最初の発生の時点から、成長し続けてはいるものの、すべての時間眠り続けているからである。
ὥστε φανερὸν ἐκ τῶν τοιούτων ὅτι διαφεύγει σκοπουμένους, τί τὸ εὖ καὶ τί τὸ ἀγαθὸν τὸ ἐν τῷ ζῆν.
したがって、こうしたことから、生の中で何が良く、何が善であるのかを考察する人々において、それが(本質が)見過ごされていることは明らかである。
τὸν μὲν οὖν Ἀναξαγόραν φασὶν ἀποκρίνασθαι πρός τινα διαποροῦντα τοιαῦτʼ ἄττα καὶ διερωτῶντα τίνος ἕνεκʼ ἄν τις ἕλοιτο γενέσθαι μᾶλλον ἢ μὴ γενέσθαι "τοῦ" φάναι "θεωρῆσαι τὸν οὐρανὸν καὶ τὴν περὶ τὸν ὅλον κόσμον τάξιν".
さて、アナクサゴラスは、このような事柄について疑問を持ち、何のために生まれてくることを選択すべきなのかと尋ねる人に対して、「天と全宇宙の秩序を観照するためである」と答えたと言われている。
οὗτος μὲν οὖν ἐπιστήμης τινὸς ἕνεκεν τὴν αἵρεσιν ᾤετο τιμίαν εἶναι τοῦ ζῆν·
このように、アナクサゴラスはある種の認識のゆえに生を選択することが価値あることだと考えていたのである。
οἱ δὲ Σαρδανάπαλλον μακαρίζοντες ἢ Σμινδυρίδην τὸν Συβαρίτην ἢ τῶν ἄλλων τινὰς τῶν ζώντων τὸν ἀπολαυστικὸν βίον, οὗτοι δὲ πάντες ἐν τῷ χαίρειν φαίνονται τάττειν τὴν εὐδαιμονίαν·
しかし、サルダナパロスやシバリスのスミンデュリデス、あるいはその他に享受的な生活を送る人々を幸福と呼ぶ者たちは、皆一様に喜びの中に幸福を置いているように見える。
ἕτεροι δέ τινες οὔτʼ ἂν φρόνησιν οὐδεμίαν οὔτε τὰς σωματικὰς ἡδονὰς ἕλοιντο μᾶλλον ἢ τὰς πράξεις τὰς ἀπʼ ἀρετῆς.
他方で、いかなる知恵も、身体的な快楽も、徳からの行為よりも優先して選択することはないであろう人々もいる。
αἱροῦνται γοῦν οὐ μόνον ἔνιοι δόξης χάριν αὐτάς, ἀλλὰ καὶ μὴ μέλλοντες εὐδοκιμήσειν.
現に、一部の人々は単に名誉のためだけでなく、良い評判を得る見込みがない場合であっても、そうした行為を選択するのである。
ἀλλʼ οἱ πολλοὶ τῶν πολιτικῶν οὐκ ἀληθῶς τυγχάνουσι τῆς προσηγορίας·
しかし、多くの政治家たちは、その呼び名に真に値してはいない。
οὐ γάρ εἰσι πολιτικοὶ κατὰ τὴν ἀλήθειαν·
なぜなら、彼らは真の意味での政治家ではないからである。
ὁ μὲν γὰρ πολιτικὸς τῶν καλῶν ἐστι πράξεων προαιρετικὸς αὐτῶν χάριν, οἱ δὲ πολλοὶ χρημάτων καὶ πλεονεξίας ἕνεκεν ἅπτονται τοῦ ζῆν οὕτως.
というのも、政治家とは、美しい行為そのもののためにそれを選択する者であるが、多くの政治家は富や利益のためにこのような生活に携わっているからである。