Humanitext Reader

亚里士多德 · 尤德谟伦理学 §1.5#1

关于生命价值与值得选择之生的考察

第 3 段,共 53 段 · 希腊语

内容简介

文本探讨了生命中什么事物值得选择这一问题,指出仅仅为了身体快乐、睡眠或生存并不足以构成值得追求的生活。它将阿那克萨哥拉关于观照的观点与其他人的享乐或政治生活进行了对比。

§1.5#1περὶ πολλῶν μὲν οὖν καὶ ἑτέρων οὐ ῥᾴδιον τὸ κρῖναι καλῶς, μάλιστα δὲ περὶ οὗ πᾶσι ῥᾷστον εἶναι δοκεῖ, καὶ παντὸς ἀνδρὸς τὸ γνῶναι, τί τῶν ἐν τῷ ζῆν αἱρετόν, καὶ λαβὼν ἄν τις ἔχοι πλήρη τὴν ἐπιθυμίαν.
那么,关于其他许多事物确实不易做出良好的判断,但最困难的莫过于那件在所有人看来最容易、且任何人都可认知的事情,即:生活中的什么事物是值得选择的,且一个人若得到了它,其欲望就能获得完全的满足。
πολλὰ γάρ ἐστι τοιαῦτα τῶν ἀποβαινόντων, διʼ ἃ προΐενται τὸ ζῆν, οἷον νόσους περιωδυνίας χειμῶνας· ὥστε δῆλον ὅτι κἂν ἐξ ἀρχῆς αἱρετὸν ἦν, εἴ τις αἵρεσιν ἐδίδου, διά γε ταῦτα τὸ μὴ γενέσθαι.
因为发生了许多这样的事情,人们因它们而抛弃生命,例如疾病、剧痛和风暴;因此显然,即使生命从一开始就是值得选择的,如果有人提供选择,至少由于这些事情,不出生才是更好的。
πρὸς δὲ τούτοις τίς ὁ βίος, ὃν ζῶσιν ἔτι παῖδες ὄντες;
此外,人们在还是孩童时所度过的生活是怎样的呢?
καὶ γὰρ ἐπὶ τοῦτον ἀνακάμψαι πάλιν οὐδεὶς ἂν ὑπομείνειεν εὖ φρονῶν.
因为任何有理智的人都不会忍受再次回到这个阶段。
ἔτι δὲ πολλὰ τῶν τε μηδεμίαν ἐχόντων ἡδονὴν ἢ λύπην, καὶ τῶν ἐχόντων μὲν ἡδονὴν μὴ καλὴν δέ, τοιαῦτʼ ἐστιν ὥστε τὸ μὴ εἶναι κρεῖττον εἶναι τοῦ ζῆν.
此外,许多既无快乐也无痛苦的事情,以及那些虽有快乐但并不高尚的事情,其性质使得“不生存”好于“活着”。
ὅλως δʼ εἴ τις ἅπαντα συναγάγοι ὅσα πράττουσι μὲν καὶ πάσχουσιν ἅπαντες, ἑκόντες μέντοι μηθὲν αὐτῶν διὰ τὸ μηδʼ αὐτοῦ χάριν, καὶ προσθείη χρόνου πλῆθος ἀπέραντόν τι, οὐ μᾶλλον ἕνεκʼ ἄν τις τούτων ἕλοιτο ζῆν ἢ μὴ ζῆν.
总之,如果有人把所有人实际所做和所承受的一切事情都收集起来,然而他们并非自愿为了这些事情本身而做其中任何一件,并加上无限漫长的时间,人们绝不会为了这些事情而选择生而不是不生。
ἀλλὰ μὴν οὐδὲ διὰ τὴν τῆς τροφῆς μόνον ἡδονὴν ἢ τὴν τῶν ἀφροδισίων, ἀφαιρεθεισῶν τῶν ἄλλων ἡδονῶν, ἃς τὸ γινώσκειν ἢ βλέπειν ἢ τῶν ἄλλων τις αἰσθήσεων πορίζει τοῖς ἀνθρώποις, οὐδʼ ἂν εἷς προτιμήσειε τὸ ζῆν, μὴ παντελῶς ὢν ἀνδράποδον.
然而,如果去除了认识、视觉或其他感官为人类提供的其他快乐,仅为了食物或性爱的快乐,也没有一个人会愿意选择活着,除非他完全是一个奴性的人。
δῆλον γὰρ ὅτι τῷ ταύτην ποιουμένῳ τὴν αἵρεσιν οὐθὲν ἂν διενέγκειε γενέσθαι θηρίον ἢ ἄνθρωπον· ὁ γοῦν ἐν Αἰγύπτῳ βοῦς, ὃν ὡς Ἆπιν τιμῶσιν, ἐν πλείοσι τῶν τοιούτων ἐξουσιάζει πολλῶν μοναρχῶν.
因为显然,对于做出这种选择的人来说,成为野兽还是人类没有任何区别;至少在埃及的那头牛,他们将其作为阿匹斯来崇拜,在这些享乐上,它比许多君主拥有更多的自由。
ὁμοίως δὲ οὐδὲ διὰ τὴν τοῦ καθεύδειν ἡδονήν· τί γὰρ διαφέρει καθεύδειν ἀνέγερτον ὕπνον ἀπὸ τῆς πρώτης ἡμέρας μέχρι τῆς τελευταίας ἐτῶν ἀριθμὸν χιλίων ἢ ὁποσωνοῦν, ἢ ζῆν ὄντα φυτόν;
同样,也不是为了睡眠的快乐;因为,从第一天到最后一天,在长达一千年或任意多年的时间里,睡着一个无法唤醒的觉,与作为植物活着,又有什么区别呢?
τὰ γοῦν φυτὰ τοιαύτης τινὸς ἔοικε μετέχειν ζωῆς, ὥσπερ καὶ τὰ παιδία.
至少植物似乎分享了这样一种生命,正如孩童一样。
καὶ γὰρ ταῦτα κατὰ τὴν πρώτην ἐν τῇ μητρὶ γένεσιν πεφυκότα μὲν διατελεῖ, καθεύδοντα δὲ τὸν πάντα χρόνον.
因为孩童们从在母体中的最初产生开始,虽然天生在继续成长,但整天都在睡眠。
ὥστε φανερὸν ἐκ τῶν τοιούτων ὅτι διαφεύγει σκοπουμένους, τί τὸ εὖ καὶ τί τὸ ἀγαθὸν τὸ ἐν τῷ ζῆν.
因此,从这些事情中可以明显看出,考察者们忽略了在生活中什么是“好”、什么是“善”。
τὸν μὲν οὖν Ἀναξαγόραν φασὶν ἀποκρίνασθαι πρός τινα διαποροῦντα τοιαῦτʼ ἄττα καὶ διερωτῶντα τίνος ἕνεκʼ ἄν τις ἕλοιτο γενέσθαι μᾶλλον ἢ μὴ γενέσθαι "τοῦ" φάναι "θεωρῆσαι τὸν οὐρανὸν καὶ τὴν περὶ τὸν ὅλον κόσμον τάξιν".
因此,据说阿那克萨哥拉在回答一个提出此类疑难并询问人为什么应该选择出生而不是不出生的人时说:“为了观照天空和关于整个宇宙的秩序。
οὗτος μὲν οὖν ἐπιστήμης τινὸς ἕνεκεν τὴν αἵρεσιν ᾤετο τιμίαν εἶναι τοῦ ζῆν· οἱ δὲ Σαρδανάπαλλον μακαρίζοντες ἢ Σμινδυρίδην τὸν Συβαρίτην ἢ τῶν ἄλλων τινὰς τῶν ζώντων τὸν ἀπολαυστικὸν βίον, οὗτοι δὲ πάντες ἐν τῷ χαίρειν φαίνονται τάττειν τὴν εὐδαιμονίαν·
” 因而,这个人认为由于某种知识,选择生命才是宝贵的;但那些将萨尔达那帕卢斯或叙巴里斯人斯敏迪里德斯或任何其他过着享乐生活的人视为幸福的人,他们似乎都将幸福置于快乐之中。
ἕτεροι δέ τινες οὔτʼ ἂν φρόνησιν οὐδεμίαν οὔτε τὰς σωματικὰς ἡδονὰς ἕλοιντο μᾶλλον ἢ τὰς πράξεις τὰς ἀπʼ ἀρετῆς.
而另外一些人,则既不选择任何智慧,也不选择身体的快乐,而是选择源于德性的行为。
αἱροῦνται γοῦν οὐ μόνον ἔνιοι δόξης χάριν αὐτάς, ἀλλὰ καὶ μὴ μέλλοντες εὐδοκιμήσειν.
至少有些人不仅是为了名声而选择它们,甚至在他们不会获得美誉时也如此。
ἀλλʼ οἱ πολλοὶ τῶν πολιτικῶν οὐκ ἀληθῶς τυγχάνουσι τῆς προσηγορίας· οὐ γάρ εἰσι πολιτικοὶ κατὰ τὴν ἀλήθειαν· ὁ μὲν γὰρ πολιτικὸς τῶν καλῶν ἐστι πράξεων προαιρετικὸς αὐτῶν χάριν, οἱ δὲ πολλοὶ χρημάτων καὶ πλεονεξίας ἕνεκεν ἅπτονται τοῦ ζῆν οὕτως.
然而,大多数政治家并没有真正配得上这个称呼;因为他们并非真正意义上的政治家;因为政治家是为了高尚行为本身而选择它们的人,而大多数人则是为了金钱和贪欲才从事这种生活。

词汇与语法注释

  1. 1215b15τί τῶν ἐν τῷ ζῆν αἱρετόν — “生活中的什么事物是值得选择的”间接疑问句,省略了形容词 αἱρετόν 所需的系动词 ἐστί。
  2. 1215b21κἂν ἐξ ἀρχῆς αἱρετὸν ἦν — 结合了 κἄν(καί + ἄν)与直说过去式 ἦν,构成与过去事实相反的虚拟语气归结从句,表示“即便从一开始生命就是值得选择的”。
  3. 1215b22διά γε ταῦτα τὸ μὴ γενέσθαι — 冠词性不定式短语在句中作主语,承接前文,省略了谓语(如 αἱρετώτερον ἦν ἂν,即“不出生才是更好的”)。
  4. 1215b28ἑκόντες μέντοι μηθὲν αὐτῶν διὰ τὸ μηδʼ αὐτοῦ χάριν — 让步修饰短语,将行为的自愿性(ἑκόντες)与缺乏内在目的(διὰ τὸ μηδʼ αὐτοῦ χάριν,即“非为了该事物本身”)进行对比。
  5. 1216a13τοῦ θεωρῆσαι τὸν οὐρανὸν — 属格冠词性不定式,用于回答前文“为了什么(τίνος ἕνεκα)”的提问,表示目的或原因。

引用这一段

亚里士多德, 尤德谟伦理学 §1.5#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg009.humanitext-grc2:1.5%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。