§3.1#11 Περὶ μὲν οὖν τοῦ πρώτου οὐρανοῦ καὶ τῶν μερῶν, ἔτι δὲ περὶ τῶν ἐν αὐτῷ φερομένων ἄστρων, ἐκ τίνων τε συνεστᾶσι καὶ ποῖ ἄττα τὴν φύσιν ἐστί, πρὸς δὲ τούτοις ὅτι ἀγένητα καὶ ἄφθαρτα, διεληλύθαμεν πρότερον.
さて、第一の天とその部分について、さらにはその中を運行する星々について、それらが何から構成されているか、そしてそれらの自然がいかなるものであるか、これらに加えて、それらが不生不滅であることについては、私たちはすでに前に論じ終えた。
ἐπεὶ δὲ τῶν φύσει λεγομένων τὰ μέν ἐστιν οὐσίαι τὰ δʼ ἔργα καὶ πάθη τούτων (λέγω δʼ οὐσίας μὲν τά τε ἀπλᾶ σώματα, οἷον πῦρ καὶ γῆν καὶ τὰ σύστοιχα τούτοις, καὶ ὅσα ἐκ τούτων, οἷον τόν τε σύνολον οὐρανὸν καὶ τὰ μόρια αὐτοῦ, καὶ πάλιν τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια τούτων, πάθη δὲ καὶ ἔργα τάς τε κινήσεις τὰς τούτων ἑκάστου καὶ τῶν ἄλλων, ὅσων ἐστὶν αἴτια ταῦτα κατὰ τὴν δύναμιν τὴν ἑαυτῶν, ἔτι δὲ τὰς ἀλλοιώσεις καὶ τὰς εἰς ἄλληλα μεταβάσεις, φανερὸν ὅτι τὴν πλείστην συμβαίνει τῆς περὶ φύσεως ἱστορίας περὶ σωμάτων εἶναι·
他方、自然に属すると言われるもののうち、あるものは実体であり、あるものはこれらの働きや受動であるから(そして実体と私が言うのは、単純な物体、例えば火や土、およびこれらと同列の諸元素、ならびにこれらからなるものすべて、例えば、天の全体とその部分、さらには動物や植物、およびそれらの部分のことである。 また、受動や働きと言うのは、これら各々の運動、および、これらがそれら自身の能力に従って原因となっている他のすべてのものの運動、さらには性質変化や、互いへの変化のことである)、自然に関する探究の大半は、物体に関するものとなることは明らかである。
πᾶσαι γὰρ αἱ φυσικαὶ οὐσίαι ἢ σώματα ἢ μετὰ σωμάτων γίγνονται καὶ μεγεθῶν.
なぜなら、すべての自然的な実体は、物体であるか、あるいは物体や大きさを伴って生じるからである。
τοῦτο δὲ δῆλον ἔκ τε τοῦ διωρίσθαι τὰ ποῖά ἐστι φύσει, καὶ ἐκ τῆς καθʼ ἕκαστα θεωρίας.
そしてこのことは明らかである、いかなるものが自然によるものであるかが定義されていることからも、また、個々の考察からも。
περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων εἴρηται, καὶ ποῖόν τι τὴν φύσιν, καὶ ὅτι ἄφθαρτον καὶ ἀγένητον·
さて、元素の第一のものについてはすでに語られた、それが本性上いかなるものであるか、そしてそれが不滅かつ不生であることについて。
λοιπὸν δὲ περὶ τοῖν δυοῖν εἰπεῖν.
したがって、残る二つの元素について語ることが残されている。
ἅμα δὲ συμβήσεται περὶ τούτων λέγουσι καὶ περὶ γενέσεως καὶ φθορᾶς διασκέψασθαι·
そして、これらについて語ると同時に、生成と消滅についても考察することになるだろう。
γένεσις γὰρ ἤτοι τὸ παράπαν οὐκ ἔστιν, ἢ μόνον ἐν τούτοις τοῖς στοιχείοις καὶ τοῖς ἐκ τούτων ἐστίν.
なぜなら、生成というものは、まったく存在しないか、あるいはこれら二つの元素と、これらからなるものにおいてのみ存在するからである。
αὐτὸ δὲ τοῦτο πρῶτον ἴσως θεαωρητέον, πότερον ἔστιν ἢ οὐκ ἔστιν.
そして、おそらくまずこのこと自体を考察せねばならない、生成が存在するのか存在しないのかを。
οἱ μὲν οὖν πρότερον φιλοσοφήσαντες περὶ τῆς ἀληθείας καὶ πρὸς οὓς νῦν λέγομεν ἡμεῖς λόγους καὶ πρὸς ἀλλήλους διηνέχθησαν.
さて、真理について以前に哲学した人々は、我々が今議論を向けている対象に対しても、また互いの間でも、意見を異にしていた。
οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνεῖλον γένεσιν καὶ φθοράν·
なぜなら、彼らの中のある人々は、生成と消滅を完全に取り去ってしまったからである。
οὐθὲν γὰρ οὕτε γίγνεσθαί φασιν οὔτε φθείρεσθαι τῶν ὄντων, ἀλλὰ μόνον δοκεῖν ἡμῖν, οἷον οἱ περὶ Μέλισσόν τε καὶ Παρμενίδην, οὕς, εἰ καὶ τἆλλα λέγουσι καλῶς, ἀλλʼ οὐ φυσικῶς γε δεῖ νομίσαι λέγειν·
というのも、存在するもののうち何ものも生じず消滅もしない、ただ我々にそう見えるだけだと彼らは言うからであり、例えばメリッソスやパルメニデスの一派がそうである。 彼らは、たとえ他の事柄については見事に語っているとしても、自然学的に語っているとはみなすべきではない。
τὸ γὰρ εἶναι ἄττα τῶν ὄντων ἀγένητα καὶ ὅλως ἀκίνητα μᾶλλόν ἐστιν ἑτέρας καὶ προτέρας ἢ τῆς φυσικῆς σκέψεως.
なぜなら、存在するものの中に不生かつ完全に不動なものがあるというのは、自然学的な探究よりも、むしろ別の、より先なる探究に属することだからである。
ἐκεῖνοι δὲ διὰ. τὸ μηθὲν μὲν ἄλλο παρὰ τὴν τῶν αἰσθητῶν οὐσίαν ὑπολαμβάνειν εἶναι, τοιαύτας δέ τινας νοῆσαι πρῶτοι φύσεις, εἴπερ ἔσται τις γνῶσις ἢ φρόνησις, οὕτω μετήνεγκαν ἐπὶ ταῦτα τοὺς ἐκεῖθεν λόγους.
しかし彼らは、感覚されうる実体以外には何ものも存在しないと想定しつつも、もし何らかの知識や思慮が存在するならば、そのようなある種の本性を最初に把握したため、このようにして、そこから得た議論を、これら感覚的世界の事物へと適用したのである。
ἕτεροι δέ τινες ὥσπερ ἐπίτηδες τὴν ἐναντίαν τούτοις ἔσχον δόξαν.
一方、他のある人々は、まるで故意であるかのように、これらとは反対の意見を持った。
εἰσὶ γάρ τινες οἵ φασιν οὐθὲν ἀγένητον εἶναι τῶν πραγμάτων, ἀλλὰ πάντα γίγνεσθαι, γενόμενα δὲ τά μὲν ἄφθαρτα διαμένειν τὰ δὲ πάλιν φθείρεσθαι, μάλιστα μὲν οἱ περὶ Ἡσίοδον, εἶτα καὶ τῶν ἄλλων οἱ πρῶτοι φυσιολογήσαντες.
すなわち、諸々の事物のうち不生なものは何もなく、すべては生成する、そして生じたもののうち、あるものは不滅のまま留まり、あるものは再び消滅すると言う人々がいるからであり、特にヘシオドスの一派、次いで他の初期の自然学者たちがそうである。
οἱ δὲ τὰ μὲν ἄλλα πάντα γενέσθαι φασὶ καὶ ῥεῖν, εἶναι δὲ παγίως οὐθέν, ἓν δέ τι μόνον ὑπομένειν, ἐξ οὗ ταῦτα πάντα μετασχηματίζεσθαι πέφυκεν·
また別の者たちは、他のすべてのものは生成し流転しており、固定的には何も存在せず、ただ一つのものだけが基底として留まり、そこからこれらすべてのものが本性上姿を変えるのだと言う。
ὅπερ ἐοίκασι βούλεσθαι λέγειν ἄλλοι τε πολλοὶ καὶ Ἡράκλειτος ὁ Ἐφέσιος.
これこそが、他の多くの人々やエフェソスのヘラクレイトスが言おうとしているように思われることである。
εἰσὶ δέ τινες οἳ καὶ πᾶν σῶμα γενητὸν ποιοῦσι, συντιθέντες καὶ διαλύοντες εἰς ἐπίπεδα καὶ ἐξ ἐπιπέδων.
さらに、すべての物体を生成するものとし、それらを平面へと合成し、また平面から分解する人々もいる。
περὶ μὲν οὖν τῶν ἄλλων ἕτερος ἔστω λόγος·
さて、他の人々については別の議論に譲ることにしよう。
τοῖς δὲ τοῦτον τὸν τρόπον λέγουσι καὶ πάντα τὰ σώματα συνιστᾶσιν ἐξ ἐπιπέδων ὅσα μὲν ἄλλα συμβαίνει λέγειν ὑπεναντία τοῖς μαθήμασιν, ἐπιπολῆς ἔστιν 5 ἰδεῖν (καίτοι δίκαιον ἦν ἢ μὴ κινεῖν ἢ πιστοτέροις αὐτὰ λόγοις κινεῖν τῶν ὑποθέσεων.
しかし、このような方法で語り、すべての物体を平面から構成する人々にとって、数学的諸学に反して主張せざるをえなくなる他の多くの事柄は、一瞥して明らかである(もっとも、数学の前提を動かさないでおくか、あるいはそれらの仮定よりも信頼できる議論によって動かすのが正当であったのだが。
ἔπειτα δῆλον ὅτι τοῦ αὐτοῦ λόγου. ἐστὶ στερεὰ μὲν ἐξ ἐπιπέδων συγκεῖσθαι, ἐπίπεδα δʼ ἐκ γραμμῶν, ταύτας δʼ ἐκ στιγμῶν·
さらに、次のことは同じ議論に属することが明らかである、すなわち、立体は平面から成り、平面は線から成り、線は点から成るということ。
οὕτω δʼ ἐχόντων οὐκ ἀνάγκη τὸ τῆς γραμμῆς μέρος γραμμὴν εἶναι·
そしてそのようであるならば、線の部分が線であることは必然ではなくなる。
περὶ δὲ τούτων ἐπέσκεπται πρότερον ἐν τοῖς περὶ κινήσεως λόγοις, ὅτι οὐκ ἔστιν ἀδιαίρετα μήκη)·
これらについては、すでに以前、運動に関する議論において考察した、すなわち、分割不可能な長さは存在しないということについて)。
ὅσα δὲ περὶ τῶν φυσικῶν σωμάτων ἀδύνατα συμβαίνει λέγειν τοῖς ποιοῦσι τὰς ἀτόμους γραμμάς, ἐπὶ μικρὸν θεωρήσωμεν καὶ νῦν·
他方、分割不可能な線を設定する人々が、自然的な物体に関して語らざるをえなくなる不可能な事柄について、今、少しばかり考察してみよう。
τὰ μὲν γὰρ ἐπʼ ἐκείνων ἀδύνατα συμβαίνοντα καὶ τοῖς φυσικοῖς ἀκολουθήσει, τὰ δὲ τούτοις ἐπʼ ἐκείνων οὐχ ἅπαντα διὰ τὸ τὰ μὲν ἐξ ἀφαιρέσεως λέγεσθαι τὰ μαθηματικά, τὰ δὲ φυσικὰ ἐκ προσθέσεως.
なぜなら、あちらにおいて生じる不可能な事柄は、自然的なものにも随伴するであろうが、自然的なものにおいて生じる不可能な事柄のすべてが、あちらにおいて生じるわけではないからである。 これは、数学的な事柄が捨象によって語られるのに対し、自然的な事柄は付加によって語られるからである。