Humanitext Reader

亚里士多德 · 论天 §3.1#1

关于生成消灭与物体构成的早期学说探讨

第 42 段,共 62 段 · 希腊语

内容简介

在结束关于第一天界和星辰的讨论后,亚里士多德转向对月下区元素及生成与消灭之问题的探讨。他概述了先前的哲学观点,包括否定变化的爱利亚学派、主张万物皆流的赫拉克利特,以及主张由平面构成物体的学说,并从其与数学相容性的角度展开批判性审查。

§3.1#11 Περὶ μὲν οὖν τοῦ πρώτου οὐρανοῦ καὶ τῶν μερῶν, ἔτι δὲ περὶ τῶν ἐν αὐτῷ φερομένων ἄστρων, ἐκ τίνων τε συνεστᾶσι καὶ ποῖ ἄττα τὴν φύσιν ἐστί, πρὸς δὲ τούτοις ὅτι ἀγένητα καὶ ἄφθαρτα, διεληλύθαμεν πρότερον.
关于第一天界及其部分,此外关于在其中运行的星辰,它们由什么组成且具有何种本性,以及除此之外,它们是无生无灭的,我们此前已经探讨过。
ἐπεὶ δὲ τῶν φύσει λεγομένων τὰ μέν ἐστιν οὐσίαι τὰ δʼ ἔργα καὶ πάθη τούτων (λέγω δʼ οὐσίας μὲν τά τε ἀπλᾶ σώματα, οἷον πῦρ καὶ γῆν καὶ τὰ σύστοιχα τούτοις, καὶ ὅσα ἐκ τούτων, οἷον τόν τε σύνολον οὐρανὸν καὶ τὰ μόρια αὐτοῦ, καὶ πάλιν τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια τούτων, πάθη δὲ καὶ ἔργα τάς τε κινήσεις τὰς τούτων ἑκάστου καὶ τῶν ἄλλων, ὅσων ἐστὶν αἴτια ταῦτα κατὰ τὴν δύναμιν τὴν ἑαυτῶν, ἔτι δὲ τὰς ἀλλοιώσεις καὶ τὰς εἰς ἄλληλα μεταβάσεις, φανερὸν ὅτι τὴν πλείστην συμβαίνει τῆς περὶ φύσεως ἱστορίας περὶ σωμάτων εἶναι· πᾶσαι γὰρ αἱ φυσικαὶ οὐσίαι ἢ σώματα ἢ μετὰ σωμάτων γίγνονται καὶ μεγεθῶν.
然而,既然在被称为自然的事物中,有些是实体,有些是这些实体的活动和承受(我所谓的实体是指简单物体,如火、土及与它们同列的元素,以及由这些元素构成的一切,例如整个天界及其部分,再如动物、植物及其部分;而我所谓的活动和承受是指它们各自的运动,以及它们根据自身能力作为其原因的其他事物的运动,此外还有性质变化和相互间的转化),显而易见,关于自然的研究大半是关于物体的;因为所有自然实体要么本身是物体,要么是伴随着物体和大小而产生的。
τοῦτο δὲ δῆλον ἔκ τε τοῦ διωρίσθαι τὰ ποῖά ἐστι φύσει, καὶ ἐκ τῆς καθʼ ἕκαστα θεωρίας.
这一点无论从对何种事物是自然的定义中,还是从对个别事物的考察中都是显而易见。
περὶ μὲν οὖν τοῦ πρώτου τῶν στοιχείων εἴρηται, καὶ ποῖόν τι τὴν φύσιν, καὶ ὅτι ἄφθαρτον καὶ ἀγένητον· λοιπὸν δὲ περὶ τοῖν δυοῖν εἰπεῖν.
关于元素的第一种,我们已经谈过它具有何种本性,以及它是不可毁灭且无生的;接下来则必须谈论其余两种元素。
ἅμα δὲ συμβήσεται περὶ τούτων λέγουσι καὶ περὶ γενέσεως καὶ φθορᾶς διασκέψασθαι· γένεσις γὰρ ἤτοι τὸ παράπαν οὐκ ἔστιν, ἢ μόνον ἐν τούτοις τοῖς στοιχείοις καὶ τοῖς ἐκ τούτων ἐστίν.
而在谈论这些的同时,也不免要探讨生成和消灭;因为生成要么完全不存在,要么仅存在于这些元素及由这些元素所构成的事物中。
αὐτὸ δὲ τοῦτο πρῶτον ἴσως θεαωρητέον, πότερον ἔστιν ἢ οὐκ ἔστιν.
而这件事情本身,或许首先应该考察它是否存在。
οἱ μὲν οὖν πρότερον φιλοσοφήσαντες περὶ τῆς ἀληθείας καὶ πρὸς οὓς νῦν λέγομεν ἡμεῖς λόγους καὶ πρὸς ἀλλήλους διηνέχθησαν.
那些以前探讨真理的哲学家,不仅与我们现在所针对的论点意见相左,而且他们彼此之间也存在分歧。
οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνεῖλον γένεσιν καὶ φθοράν· οὐθὲν γὰρ οὕτε γίγνεσθαί φασιν οὔτε φθείρεσθαι τῶν ὄντων, ἀλλὰ μόνον δοκεῖν ἡμῖν, οἷον οἱ περὶ Μέλισσόν τε καὶ Παρμενίδην, οὕς, εἰ καὶ τἆλλα λέγουσι καλῶς, ἀλλʼ οὐ φυσικῶς γε δεῖ νομίσαι λέγειν· τὸ γὰρ εἶναι ἄττα τῶν ὄντων ἀγένητα καὶ ὅλως ἀκίνητα μᾶλλόν ἐστιν ἑτέρας καὶ προτέρας ἢ τῆς φυσικῆς σκέψεως.
因为他们中有些人完全否定了生成和消灭;他们说,在存在的事物中,没有任何东西产生或消灭,而只是在我们看来如此,例如梅利索斯和巴门尼德学派,尽管他们在其他方面说得很好,但我们不应该认为他们的说法属于自然科学;因为认为存在的事物中有些是无生且完全不动的,这更属于另一种更优先的研究,而不是自然科学的研究。
ἐκεῖνοι δὲ διὰ. τὸ μηθὲν μὲν ἄλλο παρὰ τὴν τῶν αἰσθητῶν οὐσίαν ὑπολαμβάνειν εἶναι, τοιαύτας δέ τινας νοῆσαι πρῶτοι φύσεις, εἴπερ ἔσται τις γνῶσις ἢ φρόνησις, οὕτω μετήνεγκαν ἐπὶ ταῦτα τοὺς ἐκεῖθεν λόγους.
但那些人,由于他们假设在感觉实体的实体之外没有任何其他东西存在,而他们又是最先意识到如果要有任何知识或智慧就必须有这类本性的人,于是便将那里的论点转移到了这些事物上。
ἕτεροι δέ τινες ὥσπερ ἐπίτηδες τὴν ἐναντίαν τούτοις ἔσχον δόξαν.
而另外一些人则似乎故意持有与这些相反的观点。
εἰσὶ γάρ τινες οἵ φασιν οὐθὲν ἀγένητον εἶναι τῶν πραγμάτων, ἀλλὰ πάντα γίγνεσθαι, γενόμενα δὲ τά μὲν ἄφθαρτα διαμένειν τὰ δὲ πάλιν φθείρεσθαι, μάλιστα μὲν οἱ περὶ Ἡσίοδον, εἶτα καὶ τῶν ἄλλων οἱ πρῶτοι φυσιολογήσαντες.
因为有些人说,在事物中没有任何东西是无生的,而是所有东西都在生成,生成之后,有些保持不可毁灭,有些则再次消灭,尤其是赫西俄德学派,其次是其他最早探究自然的物理学家。
οἱ δὲ τὰ μὲν ἄλλα πάντα γενέσθαι φασὶ καὶ ῥεῖν, εἶναι δὲ παγίως οὐθέν, ἓν δέ τι μόνον ὑπομένειν, ἐξ οὗ ταῦτα πάντα μετασχηματίζεσθαι πέφυκεν· ὅπερ ἐοίκασι βούλεσθαι λέγειν ἄλλοι τε πολλοὶ καὶ Ἡράκλειτος ὁ Ἐφέσιος.
而另外一些人则说,其他所有事物都在生成和流变,没有任何东西是固定存在的,只有某一个东西作为基底留存,所有这些事物在本性上都是由它改变形状而来的;这似乎是许多其他人以及以弗所的赫拉克利特想要表达的意思。
εἰσὶ δέ τινες οἳ καὶ πᾶν σῶμα γενητὸν ποιοῦσι, συντιθέντες καὶ διαλύοντες εἰς ἐπίπεδα καὶ ἐξ ἐπιπέδων.
还有一些人甚至使所有物体都成为可生成的,将它们合成为平面,并从平面分解出来。
περὶ μὲν οὖν τῶν ἄλλων ἕτερος ἔστω λόγος· τοῖς δὲ τοῦτον τὸν τρόπον λέγουσι καὶ πάντα τὰ σώματα συνιστᾶσιν ἐξ ἐπιπέδων ὅσα μὲν ἄλλα συμβαίνει λέγειν ὑπεναντία τοῖς μαθήμασιν, ἐπιπολῆς ἔστιν 5 ἰδεῖν (καίτοι δίκαιον ἦν ἢ μὴ κινεῖν ἢ πιστοτέροις αὐτὰ λόγοις κινεῖν τῶν ὑποθέσεων.
关于其他人,且作别论;但对于那些以这种方式说话、并由平面构成所有物体的人来说,他们被迫说出与数学相违背的其他许多事情,这是一眼就能看出的(然而,要么不触动数学定理,要么用比这些假设更可信的论点来触动它们,这才是合理的。
ἔπειτα δῆλον ὅτι τοῦ αὐτοῦ λόγου. ἐστὶ στερεὰ μὲν ἐξ ἐπιπέδων συγκεῖσθαι, ἐπίπεδα δʼ ἐκ γραμμῶν, ταύτας δʼ ἐκ στιγμῶν· οὕτω δʼ ἐχόντων οὐκ ἀνάγκη τὸ τῆς γραμμῆς μέρος γραμμὴν εἶναι· περὶ δὲ τούτων ἐπέσκεπται πρότερον ἐν τοῖς περὶ κινήσεως λόγοις, ὅτι οὐκ ἔστιν ἀδιαίρετα μήκη)· ὅσα δὲ περὶ τῶν φυσικῶν σωμάτων ἀδύνατα συμβαίνει λέγειν τοῖς ποιοῦσι τὰς ἀτόμους γραμμάς, ἐπὶ μικρὸν θεωρήσωμεν καὶ νῦν·
其次,显而易见,这属于同一个论点,即立体由平面组成,平面由线组成,线由点组成;若是如此,线的组成部分就未必是线了;关于这些,此前在关于运动的论述中已经考察过,即不存在不可分割的长度);但对于那些设定不可分割线的人来说,在自然物体上被迫说出哪些不可能的事情,我们现在也来稍微考察一下。
τὰ μὲν γὰρ ἐπʼ ἐκείνων ἀδύνατα συμβαίνοντα καὶ τοῖς φυσικοῖς ἀκολουθήσει, τὰ δὲ τούτοις ἐπʼ ἐκείνων οὐχ ἅπαντα διὰ τὸ τὰ μὲν ἐξ ἀφαιρέσεως λέγεσθαι τὰ μαθηματικά, τὰ δὲ φυσικὰ ἐκ προσθέσεως.
因为在那些数学情形中发生的不可能情况,也必然会伴随自然事物而产生,但在自然事物中发生的情况,并不全部适用于那些数学情形,因为数学事物是通过舍象来论述的,而自然事物则是通过附加来论述的。

词汇与语法注释

  1. 5τοῖν δυοῖν — 双数属格形式的“关于两者”指的是与“第一种元素”(以太)相对的、属于月下区的其余两种(或两组)元素(即轻和重)。在这里,它指代在生成和消灭中起作用的其余物理元素。
  2. 15εἰ καὶ τἆλλα λέγουσι καλῶς, ἀλλʼ οὐ φυσικῶς γε δεῖ νομίσαι λέγειν — 这是一个让步连词 `εἰ καὶ`(即使)与主句 `ἀλλά... γε`(然而至少不……)的关联结构。这表明,尽管梅利索斯和巴门尼德等爱利亚学派的本体论主张在其他方面可能非常出色,但由于他们否定了作为运动和变化源泉的“自然”,因此他们的学说不能被视为是在自然科学(物理学)意义上进行的讨论。
  3. 20ἐκεῖνοι δὲ διὰ τὸ μηθὲν μὲν ἄλλο παρὰ τὴν τῶν αἰσθητῶν οὐσίαν ὑπολαμβάνειν εἶναι, τοιαύτας δέ τινας νοῆσαι πρῶτοι φύσεις, εἴπερ ἔσται τις γνῶσις ἢ φρόνησις, οὕτω μετήνεγκαν ἐπὶ ταῦτα τοὺς ἐκεῖθεν λόγους. — 这是一个长而复杂的因果结构,主句动词为 `μετήνεγκαν`(转移了),原因由 `διὰ τὸ` 引导的不定式 `ὑπολαμβάνειν`(因为他们假设……)和并列不定式 `νοῆσαι`(且因为他们认识到……)共同构成。插入句 `εἴπερ ἔσται...`(如果确实存在……)解释了促使他们设定此类不变本性的认识论前提。
  4. 15τὰ μὲν γὰρ ἐπʼ ἐκείνων ἀδύνατα συμβαίνοντα καὶ τοῖς φυσικοῖς ἀκολουθήσει, τὰ δὲ τούτοις ἐπʼ ἐκείνων οὐχ ἅπαντα — `ἐπʼ ἐκείνων`(在那类情形中,即数学对象)与 `τούτοις`(这些,即自然/物理事物)之间的对比。数学上的不可能性(如设定不可分割的线导致的矛盾)同样适用于物理世界,但物理世界的所有矛盾并不都适用于数学。亚里士多德解释说,这是因为数学是通过“舍象”(抽象)来进行的,而自然科学(物理学)则是通过“附加”(引入物质等)来进行的。

引用这一段

亚里士多德, 论天 §3.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg005.humanitext-grc1:3.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。