§2.14#2εἴτʼ οὖν ὁμοίως ἀπὸ τῶν ἐσχάτων διῃρημένα τὰ μόρια συνήχθη πρὸς τὸ μέσον, εἴτʼ ἄλλως ἔχοντα, ποιήσει ταὐτόν.
したがって、部分が同様に極限から分割された状態で中央へと集められたにせよ、あるいは別の状態にあったにせよ、同じ結果をもたらすだろう。
ὅτι μὲν οὖν ὁμοίως γε πανταχόθεν ἀπὸ τῶν ἐσχάτων φερομένων πρὸς ἓν τὸ μέσον ἀναγκαῖον ὅμοιον γίγνεσθαι πάντη τὸν ὄγκον, φανερόν·
さて、極限から四方一様に運ばれるものが、一つの中心に向かって運ばれるなら、その体積がいたるところで一様になることは必然であることは明らかである。
ἴσου γὰρ πάντῃ προστιθεμένου ἴσον ἀνάγκη ἀπέχειν τοῦ μέσου τὸ ἔσχατον·
なぜなら、いたるところに等しいものが付け加えられるなら、極限は必然的に中心から等しい距離にあるからである。
τοῦτο δὲ τὸ σχῆμα σφαίρας ἐστίν.
そして、このような形こそが球体の形である。
οὐδὲν δὲ διοίσει πρὸς τὸν λόγον, οὐδʼ εἰ μὴ πανταχόθεν ὁμοίως συνέθει πρὸς τὸ μέσον τὰ μόρια αὐτῆς.
しかし、地球の部分が四方から同様に中心に向けて集まらなかったとしても、議論にとっては何も違わない。
τὸ γὰρ πλεῖον ἀεὶ τὸ πρὸ αὐτοῦ ἔλαττον προωθεῖν ἀναγκαῖον μέχρι τοῦ μέσου τὴν ῥοπὴν ἐχόντων ἀμφοῖν, καὶ τοῦ βαρυτέρου προωθοῦντος μέχρι τούτου τὸ ἔλαττον βάρος.
なぜなら、両方が中心への傾性を持っている以上、より大きな部分は常に、その前に立つより小さな部分を中心まで押し進めることが必然であり、また、より重いものが、より軽い重さをこの中心まで押し進めるからである。
ὁ γὰρ ἄν τις ἀπορήσειε, τὴν αὐτὴν ἔχει τούτοις λύσιν·
人々が抱くかもしれない以下の疑念も、これと同じ解決策を持つ。
εἰ γὰρ οὕσης ἐπὶ τοῦ μέσου καὶ σφαιροειδοῦς τῆς γῆς πολλαπλάσιον βάρος ἐπιγένοιτο πρὸς θάτερον ἡμισφαίριον, οὐκ ἔσται τὸ αὐτὸ μέσον τοῦ ὅλου καὶ τὸ τῆς γῆς·
すなわち、もし地球が中心にあり球状であるときに、一方の半球に何倍もの重さが付け加えられたとしたら、全体の中心と地球の中心は同じではなくなるだろう。
ὥστε ἢ οὐ μενεῖ ἐπὶ τοῦ μέσου, ἢ εἴπερ, ἠρεμήσει γε καὶ μὴ τὸ μέσον ἔχουσα, ᾗ πέφυκε κινεῖσθαι καὶ νῦν.
その結果、地球は中心に留まらないか、あるいは、もし留まるとしても、地球が現在もそうする本性を持つ運動方法において、中心に位置していなくても静止することになる。
τὸ μὲν οὖν 297 b ἀπορούμενον τοῦτʼ ἐστίν·
これこそが、疑念とされていることである。
ἰδεῖν δʼ οὐ χαλεπὸν μικρὸν ἐπιτείναντας, καὶ διελόντας πῶς ἀξιοῦμεν ὁποσονοῦν μέγεθος φέρεσθαι πρὸς τὸ μέσον, βάρος ἔχον.
しかし、少し思考を集中させ、いかなる大きさの重さを持つものであっても、我々がそれをどのような意味で中心へと運ばれると主張しているのかを分析するなら、これを見出すのは困難ではない。
δῆλον γὰρ ὡς οὐχὶ μέχρι τοῦ ἅψασθαι τοῦ κέντρου τὸ ἔσχατον, ἀλλὰ δεῖ κρατεῖν τὸ πλέον ἕως ἂν λάβη τῷ αὑτοῦ μέσῳ τὸ μέσον·
なぜなら、その最端部が中心に触れるまで運ばれるのではなく、より多くの部分が、自身の中心で全体の中心を捉えるまで、押し進めなければならないことは明らかだからである。
μέχρι τούτου γὰρ ἔχει τὴν ῥοπήν.
というのも、この中心に至るまで、それは傾性を持っているからである。
οὐδὲν τοίνυν διαφέρει τοῦτο λέγειν ἐπὶ βώλου καὶ μορίου τοῦ τυχόντος ἢ ἐπὶ ὅλης τῆς γῆς·
したがって、このことを一つの土塊や、任意の小さな部分について言うのと、地球全体について言うのとは、何の違いもない。
οὐ γὰρ διὰ μικρότητα ἢ μέγεθος εἴρηται τὸ συμβαῖνον, ἀλλὰ κατὰ παντὸς τοῦ ῥοπὴν ἔχοντος ἐπὶ τὸ μέσον·
なぜなら、今起きている事態は、小ささや大きさのせいではなく、中心への傾性を持つすべてのものについて言われているからである。
ὥστε εἴτε ὅλη πόθεν ἐφέρετο εἴτε κατὰ μέρος, ἀναγκαῖον μέχρι τούτου φέρεσθαι ἕως ἂν πανταχόθεν ὁμοίως λάβῃ τὸ μέσον, ἀνιδιαφέρει σαζομένων τῶν ἐλαττόνων ὑπὸ τῶν μειζόνων τῇ προώσει τῆς ῥοπῆς.
したがって、地球全体がどこからか運ばれたにせよ、あるいは部分ごとに運ばれたにせよ、四方から同様に中心を捉えるまで、必然的に運ばれる。 そして、傾性の推進によって、より小さな部分がより大きな部分によって均等化されることは何も違わない。
εἴτʼ οὖν ἐγένετο, τοῦτονἀναγκαῖον γενέσθαι τὸν τρόπον, ὥστε φανερὸν ὅτι σφαιροειδὴς ἡ γένεσις αὐτῆς, εἴτʼ ἀγένητος ἀεὶ μένουσα, τὸν αὐτὸν τρόπον ἔχειν ὅνπερ κἂν εἰ γιγνομένη τὸ πρῶτον ἐγένετο.
したがって、地球が生成したとすれば、このようにして生成したことは必然であり、したがって、地球の生成が球状であったことは明らかである。 また、もし生成せず、常に存在しているとしても、仮に生成したとすれば最初に生じたであろうのと同じ状態を持っている。
κατὰ τοῦτόν τε δὴ τὸν λόγον ἀναγκαῖον εἶναι τὸ σχῆμα σφαιροειδὲς αὐτῆς, καὶ ὅτι πάντα φέρεται τὰ βαρέα πρὸς τὰς ὁμοίας γωνίας, ἀλλʼ οὐ παρʼ ἄλληλα·
したがって、この議論によっても、地球の形が球状であることは必然であり、また、すべての重いものが、平行ではなく、同じような角度をなして運ばれるという事実によっても必然である。
τοῦτο δὲ πέφυκε πρὸς τὸ φύσει σφαιροειδές.
そして、これは、本性上球状であるものに向かう本性を持っている。
ἢ οὖν ἐστὶ σφαιροειδής, ἢ φύσει γε σφαιροειδής.
したがって、地球は球状であるか、あるいは少なくとも本性上球状である。
δεῖ δʼ ἕκαστον λέγειν τοιοῦτον εἶναι ὃ φύσει βούλεται εἶναι καὶ ὃ ὑπάρχει, ἀλλὰ μὴ ὃ βίᾳ καὶ παρὰ φύσιν.
そして、それぞれのものは、強制や本性に反してそうあるものではなく、本性上そうあろうとする姿、また本性上そうある姿において、その状態にあると言うべきである。
ἔτι δὲ καὶ διὰ τῶν φαινομένων κατὰ τὴν αἴσθησιν·
さらに地球が球状であることは感覚に基づき現れる現象を通じても明らかである。
οὕτε γὰρ ἂν αἱ τῆς σελήνης ἐκλείψεις τοιαύτας ἄν εἶχον τὰς ἀποτομάς·
なぜなら、もしそうでなければ、月の食は、このような切り取られ方をしないはずだからである。
νῦν γὰρ ἐν μὲν τοῖς κατὰ μῆνα σχηματισμοῖς πάσας λαμβάνει τὰς διαιρέσεις (καὶ γὰρ εὐθεῖα γίνεται καὶ ἀμφίκυρτος καὶ κοίλη), περὶ δὲ τὰς ἐκλείψεις ἀεὶ κυρτὴν ἔχει τὴν ὁρίζουσαν γραμμήν, ὥστʼ ἐπείπερ ἐκλείπει διὰ τὴν τῆς γῆς ἐπιπρόσθησιν, ἡ τῆς γῆς ἂν εἴη περιφέρεια τοῦ σχήματος αἰτία σφαιροειδὴς οὖσα.
実際、月は毎月の満ち欠けにおいては、あらゆる分割(直線、両凸、凹)を示すが、食のときには常にその境界線が凸の形をしている。 したがって、月が地球の遮蔽によって食を被る以上、この形をもたらす原因は、地球の周縁が球状であることにある。
ἔτι δὲ διὰ τῆς τῶν ἄστρων φαντασίας οὐ μόνον φανερὸν ὅτι περιφερής, ἀλλὰ καὶ τὸ μέγεθος οὐκ οὖσα μεγάλη·
さらに、星々の見え方を通じても、地球が円形であるだけでなく、その大きさが大きくないことも明らかである。
μικρὰς γὰρ γιγνομένης μεταστάσεως ἡμῖν πρὸς μεσημβρίαν καὶ ἄρκτον ἐπιδήλως ἕτερος γίγνεται ὁ ὁρίζων κύκλος, ὥστε τὰ ὑπὲρ κεφαλῆς ἄστρα μεγάλην ἔχειν τὴν μεταβολήν, καὶ μὴ ταὐτὰ φαίνεσθαι πρὸς ἄρκτον τε καὶ μεσημβρίαν μεταβαίνουσιν·
なぜなら、我々が南や北へわずかに移動するだけで、明らかに地平線が異なるものとなり、その結果、頭上の星々が大きな変化を見せ、北や南へ移動する者たちにとって、同じ星々が見えなくなるからである。
ἔνιοι γὰρ ἐν Αἰγύπτῳ μὲν ἀστέρες ὁρῶνται καὶ περὶ Κύπρον, ἐν τοῖς πρὸς ἄρκτον δὲ χωρίοις οὐχ ὁρῶνται, καὶ τὰ διὰ παντὸς ἐν τοῖς πρὸς ἄρκτον φαινόμενα τῶν ἄστρων ἐν ἐκείνοις τοῖς τόποις ποιεῖταιδύσιν.
実際、エジプトやキプロスの近辺では見える星々が、北方の地域では見えなくなり、逆に北方の地域で常に現れている星々が、それらの地域では沈むのである。
ὥστʼ οὐ μόνον ἐκ τούτων δῆλον περιφερὲς ὂν τὸ σχῆμα τῆς γῆς, ἀλλὰ καὶ σφαίρας οὐ μεγάλης·
したがって、これらのことから地球の形が円形であることが明らかであるだけでなく、それが大きな球ではないことも明らかである。
οὐ γὰρ ἂν οὕτω ταχύ ἐπίδηλον ἐποίει μεθισταμένοις οὕτω βραχύ.
なぜなら、これほどわずかな移動で、これほど速やかに明瞭な変化をもたらすことはないからである。
διὸ τοὺς ὑπολαμβάνοντας συνάπτειν τὸν περὶ τὰς Ἡρακλείους στήλας τόπον τῷ περὶ τὴν Ἰνδικήν, καὶ τοῦτον τὸν τρόπον εἶναι τὴν θάλατταν μίαν, μἤ λίαν ὑπολαμβάνειν ἄπιστα δοκεῖν·
それゆえ、ヘラクレスの柱の周辺地域と、インドの周辺地域が繋がっており、このようにして海が一続きのものであると想定する者たちも、あまりにも信じがたいことを想定しているとは見なされない。
λέγουσι δὲ τεκμαιρόμενοι καὶ τοῖς ἐλέφασιν, ὅτι περὶ ἀμφοτέρους τοὺς τόπους τοὺς ἐσχάτους ὄντας τὸ γένος αὐτῶν ἐστίν, ὡς τῶν ἐσχάτων διὰ τὸ συνάπτειν ἀλλήλοις τοῦτο πεπονθότων.
また、彼らはその証拠として象をも挙げており、これら両極端の地域に象の種族が存在していることは、両極端の地域が互いに近接しているために、この共通の現象が起きているのだと主張している。
καὶ τῶν μαθηματικῶν ὅσοι τὸ μέγεθος ἀναλογίζεσθαι πειρῶνται τῆς περιφερείας, εἰς τετταράκοντα λέγουσιν εἶναι μυριάδας σταδίων·
さらに、数学者のうち、地球の全周の大きさを算出しようと試みている人々は、それを四十万スタディオンであると言っている。
ἐξ ὧν τεκμαιρομένοις οὐ μόνον σφαιροειδῇ τὸν ὄγκον ἀναγκαῖον εἶναι τῆς γῆς, ἀλλὰ καὶ μὴ μέγαν πρὸς τὸ τῶν ἄλλων ἄστρων μέγεθος.
これらの証拠から推論するなら、地球の体積が球状であることは必然であるだけでなく、他の星々の大きさに比べて大きくないことも必然である。