§2.55 Ἐπεὶ δʼ ἔστι διχῶς ἐπὶ τοῦ κύκλου κινηθῆναι, οἷον ἀπὸ τοῦ Α τὴν μὲν ἐπὶ τὸ Β τὴν δʼ ἐπὶ τὸ Γ, ὅτι μὲν οὖν οὐκ εἰσὶν ἐναντίαι αὗται, πρότερον εἴρηται.
円上を二通りの方法で動くことが可能であるので、例えばAから、一方はBへ、他方はCへと。 これらが反対の運動ではないことは、以前に述べられた。
ἀλλʼ εἰ μηδὲν ὡς ἔτυχε μηδʼ ἀπὸ ταὐτομάτου ἐνδέχεται ἐν τοῖς ἀιδίοις εἶναι, ὁ δʼ οὐρανὸς ἀΐδιος καὶ ἡ κύκλῳ φορά, διὰ τίνα ποτʼ αἰτίαν ἐπὶ θάτερα φέρεται, ἀλλʼ οὐκ ἐπὶ θάτερα;
しかし、もし永遠なるもののうちには、偶然にも、自然発生的にも、何一つ存在することがあり得ないのだとすれば、そして天とその円運動が永遠であるなら、いかなる原因によって天は一方の方向へ運ばれ、他方の方向へは運ばれないのだろうか。
ἀνάγκη γὰρ καὶ τοῦτο ἢ ἀρχὴν εἶναι ἢ εἶναι αὐτοῦ ἀρχήν.
なぜなら、これもまた原理であるか、あるいはそれ自体の原理があるはずだからである。
ἴσως μὲν οὖν τὸ περὶ ἐνίων ἀποφαίνεσθαί τι πειρᾶσθαι καὶ τὸ περὶ πάντων καὶ τὸ παριέναι μηθὲν τάχʼ ἂν δόξειεν εἶναι σημεῖον ἢ πολλῆς εὐηθείας ἢ πολλῆς προθυμίας.
それゆえ、ある事柄について何かを言明しようと試みること、またすべての事柄についてそうしようとすること、そして何一つ見過ごさないようにすることは、おそらく、多大なる愚かさの、あるいは多大なる熱意の兆候であると思われるかもしれない。
οὐ μὴν δίκαιόν γε πᾶσιν ὁμοίως ἐπιτιμᾶν, ἀλλʼ ὁρᾶν δεῖ τὴν αἰτίαν τοῦ λέγειν τίς ἐστιν, ἔτι δὲ πῶς ἔχον τῷ πιστεύειν, πότερον ἀνθρωπίνως ἢ καρτερικώτερον.
しかし、すべての人を一様に非難するのは正しくなく、むしろ、語ることの原因が何であるか、さらには、確信するにあたってどのような状態にあるか、すなわち人間的なものか、それともより強固なものかを見るべきである。
ταῖς μὲν οὖν ἀκριβεστέραις ἀνάγκαις ὅταν 288a τις ἐπιτύχῃ, τότε χάριν ἔχειν δεῖ τοῖς εὐρίσκουσι, νῦν δὲ τὸ φαινόμενον ῥητέον.
したがって、より厳密な必然性に遭遇したときには、その発見者に感謝すべきであるが、今は現れるところのものを語らねばならない。
εἰ γὰρ ἡ φύσις ἀεὶ ποιεῖ τῶν ἐνδεχομένων τὸ βέλτιστον, ἔστι δὲ καθάπερ τῶν ἐπὶ τῆς εὐθείας φορρῶν ἡ πρὸς τὸν ἄνω τόπον τιμιωτέρα (θειότερος γὰρ ὁ ἄνω τόπος τοῦ κάτω), τὸν αὐτὸν τρόπον καὶ ἡ εἰς τὸ πρόσθεν τῆς εἰς τοὔπισθεν, ἔχει δὴ, εἴπερ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, καθάπερ ἐλέχθη πρότερον (καὶ μαρτυρεῖ δʼ ἡ ῥηθεῖσα ἀπορία, ὅτι ἔχει), τὸ πρότερον καὶ ὕστερον·
なぜなら、もし自然が常に可能なもののうちで最善のものをなすのであり、そして、直線上の運動のうちで上方への場所(運動)がより尊いのと同様に(上方の場所は下方よりも神聖であるから)、同じやり方で前方への運動も後方への運動より尊いのであり、そして、もし右と左が天にあるならば、以前に述べられたように(および、述べられた困難は天がこれらを持っていることを証言しているが)、天は前方と後方を実際に持っているのであるから。
αὕτη γὰρ ἡ αἰτία λύει τὴν ἀπορίαν.
なぜなら、この原因がこの困難を解決するからである。
εἰ γὰρ ἔχει ὡς ἐνδέχεται βέλτιστα, αὕτη ἂν εἴη αἰτία καὶ τοῦ εἰρημένου·
なぜなら、もし天が可能な限り最善の状態にあるとするならば、これが上述の事柄の原因でもあるだろう。
βέλτιστον γὰρ κινεῖσθαι ἁπλῆν τε κίνησιν καὶ ἄπαυστον, καὶ ταύτην ἐπὶ τὸ τιμιώτερον.
なぜなら、単純かつ絶え間のない運動をすること、そしてこれを、より尊い方向へと行うことが最善だからである。