§2.55 Ἐπεὶ δʼ ἔστι διχῶς ἐπὶ τοῦ κύκλου κινηθῆναι, οἷον ἀπὸ τοῦ Α τὴν μὲν ἐπὶ τὸ Β τὴν δʼ ἐπὶ τὸ Γ, ὅτι μὲν οὖν οὐκ εἰσὶν ἐναντίαι αὗται, πρότερον εἴρηται.
因为在圆周上可以向两个方向运动,例如从 A 出发,一者朝向 B,另一者朝向 C,而这两者并不是相反的运动,这在前面已经说过。
ἀλλʼ εἰ μηδὲν ὡς ἔτυχε μηδʼ ἀπὸ ταὐτομάτου ἐνδέχεται ἐν τοῖς ἀιδίοις εἶναι, ὁ δʼ οὐρανὸς ἀΐδιος καὶ ἡ κύκλῳ φορά, διὰ τίνα ποτʼ αἰτίαν ἐπὶ θάτερα φέρεται, ἀλλʼ οὐκ ἐπὶ θάτερα;
但是,如果在永恒的事物中,既不可能有任何事物是偶然发生的,也不可能有任何事物是自发产生的,而天和圆周运动又是永恒的,那么到底是因为什么原因,天会向这一个方向运动,而不向另一个方向运动呢?
ἀνάγκη γὰρ καὶ τοῦτο ἢ ἀρχὴν εἶναι ἢ εἶναι αὐτοῦ ἀρχήν.
因为这一事实也必然要么是一个本原,要么它自身有一个本原。
ἴσως μὲν οὖν τὸ περὶ ἐνίων ἀποφαίνεσθαί τι πειρᾶσθαι καὶ τὸ περὶ πάντων καὶ τὸ παριέναι μηθὲν τάχʼ ἂν δόξειεν εἶναι σημεῖον ἢ πολλῆς εὐηθείας ἢ πολλῆς προθυμίας.
因此,或许试图对某些事情、甚至对所有事情都做出断言,并且不漏掉任何事情,这可能会被看作是极大的愚蠢或极大的热忱的标志。
οὐ μὴν δίκαιόν γε πᾶσιν ὁμοίως ἐπιτιμᾶν, ἀλλʼ ὁρᾶν δεῖ τὴν αἰτίαν τοῦ λέγειν τίς ἐστιν, ἔτι δὲ πῶς ἔχον τῷ πιστεύειν, πότερον ἀνθρωπίνως ἢ καρτερικώτερον.
然而,对所有人进行同样的指责是不公正的,而应当看其谈论的原因是什么,此外还要看其在确信时处于何种状态,是仅凭常人之见,还是更为坚定不移。
ταῖς μὲν οὖν ἀκριβεστέραις ἀνάγκαις ὅταν 288a τις ἐπιτύχῃ, τότε χάριν ἔχειν δεῖ τοῖς εὐρίσκουσι, νῦν δὲ τὸ φαινόμενον ῥητέον.
因此,当有人发现更为严密的必然性时,我们应当感谢那些发现者;但现在,我们必须阐述显而易见的事实。
εἰ γὰρ ἡ φύσις ἀεὶ ποιεῖ τῶν ἐνδεχομένων τὸ βέλτιστον, ἔστι δὲ καθάπερ τῶν ἐπὶ τῆς εὐθείας φορρῶν ἡ πρὸς τὸν ἄνω τόπον τιμιωτέρα (θειότερος γὰρ ὁ ἄνω τόπος τοῦ κάτω), τὸν αὐτὸν τρόπον καὶ ἡ εἰς τὸ πρόσθεν τῆς εἰς τοὔπισθεν, ἔχει δὴ, εἴπερ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, καθάπερ ἐλέχθη πρότερον (καὶ μαρτυρεῖ δʼ ἡ ῥηθεῖσα ἀπορία, ὅτι ἔχει), τὸ πρότερον καὶ ὕστερον· αὕτη γὰρ ἡ αἰτία λύει τὴν ἀπορίαν.
因为,如果自然在可能的事物中总是做出最善的选择,并且正如在直线的运动中,朝向高处位置的运动更为尊贵一样(因为高处的位置比低处的更为神圣),以同样的方式,朝向前面的运动也比朝向后面的运动更为尊贵,而且,如果天确实也像前面所说的那样拥有右和左(而上述的疑难也证明了它确实拥有这些),那么它也确实拥有“前和后”;因为这个原因解决了上述疑难。
εἰ γὰρ ἔχει ὡς ἐνδέχεται βέλτιστα, αὕτη ἂν εἴη αἰτία καὶ τοῦ εἰρημένου· βέλτιστον γὰρ κινεῖσθαι ἁπλῆν τε κίνησιν καὶ ἄπαυστον, καὶ ταύτην ἐπὶ τὸ τιμιώτερον.
因为,如果天的状态在可能范围内是最善的,这也就是上述事实的原因;因为,进行既简单又不停息的运动,并且向着更尊贵的方向进行这种运动,是最善的。