§2.13#2οἱ μὲν γὰρ διὰ ταῦτα ἄπειρον τὸ κάτω τῆς γῆς εἶναί φασιν, ἐπʼ ἄπειρον αὐτὴν ἐρριζῶσθαι λέγοντες, ὥσπερ Ξενοφάνης ὁ Κολοφώνιος, ἵνα μὴ πράγματʼ ἔχωσι ζητοῦντες τὴν αἰτίαν·
ある人々は、これらの理由から地球の下部は無限であると主張し、コロポンのクセノファネスのように、原因を探求するのに骨を折らなくても済むように、地球が無限に根ざしていると言っている。
διὸ καὶ Ἐμπεδοκλῆς οὕτως ἐπέπληξεν, εἰπὼν ὡς “εἴ περ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ, ὡς διὰ πολλῶν δὴ γλώσσης ῥηθέντα ματαίως ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων.
それゆえエンペドクレスもこのように非難し、次のように言った。 「もし地球の深みも、豊かなアイテールも無限であるなら、それは実に多くの人々の舌によって語られ、口から虚しく吐き出された言葉にすぎない。 彼らは全体のうちのわずかしか見ていないのだから」と。
ʼʼ οἱ δʼ ἐφʼ ὕδατος κεῖσθαι.
また別の人々は、水の上に(地球が)置かれていると言う。
τοῦτον γὰρ ἀρχαιότατον παρειλήφαμεν τὸν λόγον, ὅν φασιν εἰπεῖν Θαλῆν τὸν Μιλήσιον, ὡς διὰ τὸ πλωτὴν εἶναι μένουσαν ὥσπερ ξύλον ἤ τι τοιοῦτον ἕτερον (καὶ γὰρ τούτων ἐπʼ ἀέρος μὲν οὐθὲν πέφυκε μένειν, ἀλλʼ ἐφʼ ὕδατος), ὥσπερ οὐ τὸν αὐτὸν λόγον ὄντα περὶ τῆς γῆς καὶ τοῦ ὕδατος τοῦ ὀχοῦντος τὴν γῆν·
なぜなら、我々はこれが最も古い説であると受け継いでいるからであり、それはミレトスのタレスが語ったと言われる(説である)。 すなわち、地球は木片や何か他のそのようなもののように、浮くことができるという理由で静止している(のだという)。 (実際、これらも空中では何一つ静止する性質を持たず、水の上で静止する性質を持つからである。 )しかし、地球についても、地球を載せている水についても、同じ議論が成り立たないかのように(彼らは語っている)。
οὐδὲ γὰρ τὸ ὕδωρ πέφυκε μένειν μετέωρον, ἀλλʼ ἐπί τινός ἐστιν.
なぜなら、水もまた空中で静止する性質は持たず、何かの上にあるからである。
ἔτι δʼ ὥσπερ ἀὴρ ὕδατος κουφότερον, καὶ γῆς ὕδωρ, ὥστε πῶς οἴονται τὸ κουφότερον κατωτέρω κεῖσθαι τοῦ βαρυτὰς τέρου τὴν φύσιν;
さらに、空気が水よりも軽く、水が地球よりも軽いように、本性上より軽いものが、より重いの下方に置かれていると、どうして彼らは考え得るのだろうか。
ἔτι δʼ εἴπερ ὅλη πέφυκε μένειν ἐφ᾿ ὕδατος, δῆλον ὅτι καὶ τῶν μορίων ἕκαστον αὐτῆς·
さらに、もし地球全体が水の上に静止する性質を持つなら、その部分のそれぞれも同様であることは明らかである。
νῦν δʼ οὐ φαίνεται τοῦτο γιγνόμενον, ἀλλὰ τὸ τυχὸν μόριον φέρεται εἰς βυθόν, καὶ θᾶττον τὸ μεῖζον·
しかし現実にはそのようなことは起こらず、任意の破片は底へと沈んでいき、しかも大きいものほどより速く沈む。
ἀλλʼ ἐοίκασι μέχρι τινὸς ζητεῖν, ἀλλʼ οὐ μέχρι περ οὗ δυνατὸν τῆς ἀπορίας.
だが彼らは、ある段階までは探求するものの、アポリアが許す限り徹底的に探求することはないようである。
πᾶσι γὰρ ἡμῖν τοῦτο σύνηθες, μὴ πρὸς τὸ πρᾶγμα ποιεῖσθαι τὴν ζήτησιν ἀλλὰ πρὸς τὸν τἀναντία λέγοντα·
なぜなら、我々すべてにとって、事柄そのものに対してではなく、反対の意見を言う者に対して探求を行うのが習慣となっているからである。
καὶ γὰρ αὐτὸς ἐν αὑτῷ ζητεῖ μέχρι περ ἂν οὗ μηκέτι ἔχῃ ἀντιλέγειν αὐτὸς αὑτῷ.
実際、人は自分自身の中だけで探求する場合でも、もはや自分自身に反論できなくなるまでしか探求しないのである。
διὸ δεῖ τὸν μέλλοντα καλῶς ζητήσειν ἐνστατικὸν εἶναι διὰ τῶν οἰκείων ἐνστάσεων τῷ γένει, τοῦτο δʼ ἐστὶν ἐκ τοῦ πάσας τεθεωρηκέναι τὰς διαφοράς.
それゆえ、正しく探求しようとする者は、その対象の属する類に固有の反論を用いて反論しうる者でなければならないが、これはすべての差異をあらかじめ観察し終えていることから生じる。
Ἀναξιμένης δὲ καὶ Ἀναξαγόρας καὶ Δημόκριτος τὸ πλάτος αἴτιον εἶναί φασι τοῦ μένειν αὐτήν.
一方、アナクシメネス、アナクサゴラス、デモクリトスは、扁平さが地球の静止の原因であると言う。
οὐ γὰρ τέμνειν ἀλλʼ ἐπιπωματίζειν τὸν ἀέρα τὸν κάτωθεν, ὅπερ φαίνεται τὰ πλάτος ἔχοντα τῶν σωμάτων ποιεῖν·
なぜなら、地球は下方の空気を切り裂くのではなく、蓋をするからであり、これは、幅(平らさ)を持つ物体がまさに行うように見えることである。
ταῦτα γὰρ καὶ πρὸς τοὺς ἀνέμους ἔχει δυσκινήτως διὰ τὴν ἀντέρεισιν.
というのも、これらの物体は、抵抗のゆえに風に対しても動きにくくなっているからである。
ταὐτὸ δὴ τοῦτο ποιεῖν τῷ πλάτει φασὶ τὴν γῆν πρὸς τὸν ὑποκείμενον ἀέρα·
地球もその扁平さによって、下に横たわる空気に対してまさにこれと同じことをする、と彼らは言う。
τὸν δʼ οὐκ ἔχοντα μεταστῆναι τόπον ἱκανὸν ἀθρόον τῷ κάτωθεν ἠρεμεῖν, ὡς πρὸς τὸ ἐν ταῖς κλεψύδραις ὕδωρ.
そして空気の方は、塊として移動するのに十分な場所を持たないため、下方で静止する。 それはちょうど水時計の中の水に対して[空気が]そうであるように。
ὅτι δὲ δύναται πολύ βάρος φέρειν ἀπολαμβανόμενος καὶ μένων ὁ ἀήρ, τεκμήρια πολλὰ λέγουσιν.
また、閉じ込められて留まっている空気が、大きな重さを支えることができるということについて、彼らは多くの証拠を挙げている。
πρῶτον μὲν οὖν εἰ μὴ πλατὺ τὸ σχῆμα τῆς γῆς ἐστί, διὰ τοῦτο μὲν οὐκ ἂν ἠρεμοῖ.
さて第一に、もし地球の形状が平らでないならば、この理由によっては静止しないだろう。
καίτοι τῆς μονῆς οὐ τὸ πλάτος αἴτιον ἐξ ὧν λέγουσιν, ἀλλὰ τὸ μέγεθος μᾶλλον.
しかしながら、彼らの言うことからすれば、静止の原因は扁平さではなく、むしろ大きさである。
διὰ γὰρ τὴν στενοχωρίαν οὐκ ἔχων τὴν πάροδον ὁ ἀὴρ μένει διὰ τὸ πλῆθος·
なぜなら、逃げ場が狭いために、通り抜ける道を持たない空気は、その量が多いがゆえに留まるからである。
πολὺς δʼ ἐστὶ διὰ τὸ ὑπὸ μεγέθους πολλοῦ ἐναπολαμβάνεσθαι τοῦ τῆς γῆς.
そして空気が多量であるのは、地球の巨大な大きさによって閉じ込められるからである。
ὥστε τοῦτο μὲν ὑπάρξει, κἂν σφαιροειδὴς μὲν ἡ γῇ ᾖ, τηλικαύτη δὲ τὸ μέγεθος·
したがって、このことは、たとえ地球が球状であっても、それと同じだけの大きさがあるならば成立するだろう。
μενεῖ γὰρ κατὰ τὸν ἐκείνων λόγον.
なぜなら、彼らの議論に従えば静止するはずだからである。
ὅλως δὲ πρός γε τοὺς οὕτω λέγοντας περὶ τῆς κινήσεως οὐ περὶ μορίων ἐστὶν ἡ ἀμφισβήτησις, ἀλλὰ περὶ ὅλου τινὸς καὶ παντός.
全体として、運動についてそのように語る人々に対しては、争点は部分的なことについてではなく、何か全体、すなわち宇宙全体についてである。
ἐξ ἀρχῆς γὰρ διοριστέον πότερόν ἐστί τις τοῖς σώμασι φύσει κίνησις ἢ οὐδειαὐτῆς μία, καὶ πότερον φύσει μὲν οὐκ ἔστι, βίᾳ δʼ ἔστιν.
なぜなら、そもそも最初に規定しなければならないのは、諸物体に本性上の運動が何かあるのか、それとも全くないのか、また、本性上はないが、強制による運動はあるのか、ということだからである。
ἐπεὶ δὲ 295a περὶ τούτων διώρισται πρότερον ὅσα κατὰ τὴν παροῦσαν ἐύναμιν εἴχομεν, χρηστέον ὡς ὑπάρχουσιν.
そして 295a これらについては、以前に我々が現在の能力に応じて持ち得た限りの規定がなされているので、それらは前提として扱われるべきである。
εἰ γὰρ μηδεμία φύσει κίνησίς ἐστιν αὐτῶν, οὐδὲ βίαιος ἔσται·
もしそれらのものに本性上の運動が全くないならば、強制による運動もないだろう。
εἶ δὲ μή ἐστι μήτε φύσει μήτε βίᾳ, ὅλως οὐδὲν κινηθήσεται·
もし本性上の運動も強制による運動もないならば、全体として何一つ動かないだろう。
περὶ γὰρ τούτων ὅτι ἀναγκαῖον συμβαίνειν, διώρισται πρότερον, καὶ πρὸς τούτοις ὅτι οὐδʼ ἠρεμεῖν ἐνδέχεται·
なぜなら、これらについてそうした結論が必然的に伴うことは、以前に規定されたからであり、さらに、これらに加えて、静止することも不可能であるということについても規定されたからである。
ὥσπερ γὰρ κίνησις ὑπάρχει ἢ βίᾳ ἢ φύσει, οὕτω καὶ ἠρεμία.
なぜなら、運動が強制によるか本性によるかのいずれかであるように、静止もまた同様だからである。
ἀλλὰ μὴν εἴ γέ ἐστι κίνησίς τις κατὰ φύσιν, οὐκ ἂν ἡ βίαιος εἴη φορὰ μόνον οὐδʼ ἠρέμησις·
しかし、もし本性上の運動が何かあるならば、強制による移動や静止だけが存在することにはならないだろう。
ὥστʼ εἰ βίᾳ νῦν ἡ γῇ μένει, καὶ συνῆλθεν ἐπὶ τὸ μέσον φερομένη διὰ τὴν δίνησιν·
したがって、もし地球が現在、強制によって静止しているなら、地球は渦運動によって中央へと運ばれて集まったことになる。
ταύτην γὰρ τὴν αἰτίαν πάντες λέγουσιν ἐκ τῶν ἐν τοῖς ὑγροῖς καὶ περὶ τὸν ἀέρα συμβαινόντων·
なぜなら、すべての人がこの原因を、液体の中や空気の周りで起こる現象から主張しているからである。
ἐν τούτοις γὰρ ἀεὶ φέρεται τὰ μείζω καὶ τὰ βαρύτερα πρὸς τὸ μέσον τῆς δίνης.
というのも、それらの中では、常により大きくより重いものが、渦の中心へと運ばれるからである。
διὸ δὴ τὴν γῆν πάντες ὅσοι τὸν οὐρανὸν γεννῶσιν, ἐπὶ τὸ μέσον συνελθεῖν φασίν·
それゆえ、宇宙を生成させるすべての人々は、地球が中央へと集まったのだと主張する。
ὅτι δὲ μένει, ζητοῦσι τὴν αἰτίαν, καὶ λέγουσιν οἱ μὲν τοῦτον τὸν τρόπον, ὅτι τὸ πλάτος καὶ τὸ μέγεθος αὐτῆς αἴτιον, οἱ δʼ ὥσπερ Εμπεδοκλῆς, τὴν τοῦ οὐρανοῦ φορὰν κύκλῳ περιθέουσαν καὶ θᾶττον φερομένην τὴν τῆς γῆς φορὰν κωλύειν, καθάπερ τὸ ἐν τοῖς κυάθοις ὕδωρʼ καὶ γὰρ τοῦτο κύκλῳ τοῦ κυάθου φερομένου πολλάκις κάτω τοῦ χαλκοῦ γινόμενον ὅμως οὐ φέρεται κάτω πεφυκὸς φέρεσθαι διὰ τὴν αὐτὴν αἰτίαν.
しかし、それがなぜそこに留まっているのかという原因を探求して、ある人々はこのように、地球の扁平さと大きさが原因であると言い、またある人々は、エンペドクレスのように、円を描いて周囲を巡り、より速く運ばれている天の回転運動が、地球の移動を妨げているのだと言う。 それはちょうどコップの中の水がそうであるように。 実際、この水も、コップが円を描いて回転させられるとき、しばしば[コップの底の]青銅の下側に位置するようになっても、本性上は落下する性質があるにもかかわらず、同じ原因のゆえに、それでも下へと落下することはない。
καίτοι μήτε τῆς δίνης κωλυούσης μήτε τοῦ πλάτους, ἀλλʼ ὑπελθόντος τοῦ ἀέρος, ποῖ ποτʼ οἰσθήσεται;
しかしながら、渦運動が妨げるのでもなく、扁平さが妨げるのでもなく、空気が(地球の下から)逃げて去ってしまったなら、地球はいったいどこへ運ばれていくのだろうか。
πρὸς μὲν γὰρ τὸ μέσον βίᾳ, καὶ μένει βίᾳ·
なぜなら、中央に向かうのも強制であり、そこに留まるのも強制なのだから。
κατὰ φύσιν δέ γε ἀναγκαῖον εἷναί τινα αὐτῆς φοράν.
しかし、それには本性上の何らかの移動が存在するはずである。