§2.13#2οἱ μὲν γὰρ διὰ ταῦτα ἄπειρον τὸ κάτω τῆς γῆς εἶναί φασιν, ἐπʼ ἄπειρον αὐτὴν ἐρριζῶσθαι λέγοντες, ὥσπερ Ξενοφάνης ὁ Κολοφώνιος, ἵνα μὴ πράγματʼ ἔχωσι ζητοῦντες τὴν αἰτίαν·
有些人由于这些原因而声称地球的下部是无限的,说它无限地扎根,正如科洛封的色诺芬尼那样,以便他们免于探求原因的劳苦。
διὸ καὶ Ἐμπεδοκλῆς οὕτως ἐπέπληξεν, εἰπὼν ὡς “εἴ περ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ, ὡς διὰ πολλῶν δὴ γλώσσης ῥηθέντα ματαίως ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων.
因此恩培多克勒也这样指责,说:“如果地球的深处和充沛的以太确实是无限的,正如许多人的舌头在他们的口中虚无地宣称的那样,而他们只看到了整体的极少部分。
ʼʼ οἱ δʼ ἐφʼ ὕδατος κεῖσθαι.
”另一些人则说地球置于水上。
τοῦτον γὰρ ἀρχαιότατον παρειλήφαμεν τὸν λόγον, ὅν φασιν εἰπεῖν Θαλῆν τὸν Μιλήσιον, ὡς διὰ τὸ πλωτὴν εἶναι μένουσαν ὥσπερ ξύλον ἤ τι τοιοῦτον ἕτερον (καὶ γὰρ τούτων ἐπʼ ἀέρος μὲν οὐθὲν πέφυκε μένειν, ἀλλʼ ἐφʼ ὕδατος), ὥσπερ οὐ τὸν αὐτὸν λόγον ὄντα περὶ τῆς γῆς καὶ τοῦ ὕδατος τοῦ ὀχοῦντος τὴν γῆν·
因为我们继承了这一最古老的学说,据说这是米利都的泰勒斯所说,即由于具有浮性,它就像木头或某种其他类似的东西一样保持静止(因为这些东西中没有一个在空气中具有静止的本性,而是在水上)。
οὐδὲ γὰρ τὸ ὕδωρ πέφυκε μένειν μετέωρον, ἀλλʼ ἐπί τινός ἐστιν.
这仿佛同样的道理不适用于地球以及承载地球的水一样;因为水也同样不具有悬浮在空中的本性,而必须是在某种东西之上。
ἔτι δʼ ὥσπερ ἀὴρ ὕδατος κουφότερον, καὶ γῆς ὕδωρ, ὥστε πῶς οἴονται τὸ κουφότερον κατωτέρω κεῖσθαι τοῦ βαρυτὰς τέρου τὴν φύσιν;
此外,正如空气比水轻,水比地轻,他们怎么会认为在性质上较轻的东西,会位于较重者的下方呢?
ἔτι δʼ εἴπερ ὅλη πέφυκε μένειν ἐφ᾿ ὕδατος, δῆλον ὅτι καὶ τῶν μορίων ἕκαστον αὐτῆς· νῦν δʼ οὐ φαίνεται τοῦτο γιγνόμενον, ἀλλὰ τὸ τυχὸν μόριον φέρεται εἰς βυθόν, καὶ θᾶττον τὸ μεῖζον·
再者,如果整个地球都具有在水上静止的本性,那么显然它的每一个部分也同样如此;但现在这并没有显现出发生,而是任意的一个破片都会沉入水底,并且越重者越快。
ἀλλʼ ἐοίκασι μέχρι τινὸς ζητεῖν, ἀλλʼ οὐ μέχρι περ οὗ δυνατὸν τῆς ἀπορίας.
但是,他们似乎只探求到一定程度,而不是探求到该困惑本身所允许的限度。
πᾶσι γὰρ ἡμῖν τοῦτο σύνηθες, μὴ πρὸς τὸ πρᾶγμα ποιεῖσθαι τὴν ζήτησιν ἀλλὰ πρὸς τὸν τἀναντία λέγοντα· καὶ γὰρ αὐτὸς ἐν αὑτῷ ζητεῖ μέχρι περ ἂν οὗ μηκέτι ἔχῃ ἀντιλέγειν αὐτὸς αὑτῷ.
因为这对于我们所有人来说都是习以为常的,即不针对事物本身,而是针对说相反话的人来进行探求;因为即使是在自己内心探求,也只是进行到自己无法再反对自己为止。
διὸ δεῖ τὸν μέλλοντα καλῶς ζητήσειν ἐνστατικὸν εἶναι διὰ τῶν οἰκείων ἐνστάσεων τῷ γένει, τοῦτο δʼ ἐστὶν ἐκ τοῦ πάσας τεθεωρηκέναι τὰς διαφοράς.
因此凡是想要进行良好探求的人,必须能够通过该属所特有的反对意见来进行反驳,而这来自于对所有差异的全面观察。
Ἀναξιμένης δὲ καὶ Ἀναξαγόρας καὶ Δημόκριτος τὸ πλάτος αἴτιον εἶναί φασι τοῦ μένειν αὐτήν.
而阿那克西美尼、阿那克萨哥拉和德谟克利特则声称,扁平是地球保持静止的原因。
οὐ γὰρ τέμνειν ἀλλʼ ἐπιπωματίζειν τὸν ἀέρα τὸν κάτωθεν, ὅπερ φαίνεται τὰ πλάτος ἔχοντα τῶν σωμάτων ποιεῖν· ταῦτα γὰρ καὶ πρὸς τοὺς ἀνέμους ἔχει δυσκινήτως διὰ τὴν ἀντέρεισιν.
因为地球并不切开下方的空气,而是像盖子一样盖住它,这正是那些具有扁平形状的物体显现出所做的事情;因为这些物体由于抵抗,对于风也显得难以移动。
ταὐτὸ δὴ τοῦτο ποιεῖν τῷ πλάτει φασὶ τὴν γῆν πρὸς τὸν ὑποκείμενον ἀέρα· τὸν δʼ οὐκ ἔχοντα μεταστῆναι τόπον ἱκανὸν ἀθρόον τῷ κάτωθεν ἠρεμεῖν, ὡς πρὸς τὸ ἐν ταῖς κλεψύδραις ὕδωρ.
他们声称,地球凭借其扁平,对下方横卧的空气也做着这完全相同的事情;而空气由于没有足够的空间作为整体同时移动,便在下方保持静止,如同水钟里的水一样。
ὅτι δὲ δύναται πολύ βάρος φέρειν ἀπολαμβανόμενος καὶ μένων ὁ ἀήρ, τεκμήρια πολλὰ λέγουσιν.
关于被封闭并保持不动的空气能够承受巨大的重量,他们提出了许多证据。
πρῶτον μὲν οὖν εἰ μὴ πλατὺ τὸ σχῆμα τῆς γῆς ἐστί, διὰ τοῦτο μὲν οὐκ ἂν ἠρεμοῖ.
那么首先,如果地球的形状不是扁平的,它就不会因此而静止。
καίτοι τῆς μονῆς οὐ τὸ πλάτος αἴτιον ἐξ ὧν λέγουσιν, ἀλλὰ τὸ μέγεθος μᾶλλον.
然而,根据他们的说法,静止的原因不是扁平,而是其大小。
διὰ γὰρ τὴν στενοχωρίαν οὐκ ἔχων τὴν πάροδον ὁ ἀὴρ μένει διὰ τὸ πλῆθος· πολὺς δʼ ἐστὶ διὰ τὸ ὑπὸ μεγέθους πολλοῦ ἐναπολαμβάνεσθαι τοῦ τῆς γῆς.
因为由于空间的狭窄,没有通道的空气由于其数量之多而留存;而空气之所以多,是因为它被地球的巨大体积所封闭。
ὥστε τοῦτο μὲν ὑπάρξει, κἂν σφαιροειδὴς μὲν ἡ γῇ ᾖ, τηλικαύτη δὲ τὸ μέγεθος· μενεῖ γὰρ κατὰ τὸν ἐκείνων λόγον.
因此,即使地球是球形的,只要体积有这么大,这种情况也会存在;因为根据他们的说法,它将会静止。
ὅλως δὲ πρός γε τοὺς οὕτω λέγοντας περὶ τῆς κινήσεως οὐ περὶ μορίων ἐστὶν ἡ ἀμφισβήτησις, ἀλλὰ περὶ ὅλου τινὸς καὶ παντός.
总之,对于那些关于运动这样论述的人来说,争论并不是关于部分的,而是关于某种整体和宇宙的。
ἐξ ἀρχῆς γὰρ διοριστέον πότερόν ἐστί τις τοῖς σώμασι φύσει κίνησις ἢ οὐδειαὐτῆς μία, καὶ πότερον φύσει μὲν οὐκ ἔστι, βίᾳ δʼ ἔστιν.
因为从一开始就必须确定,物体是否存在某种本性上的运动,或者完全没有,以及是否不存在本性上的运动,而存在强制的运动。
ἐπεὶ δὲ 295a περὶ τούτων διώρισται πρότερον ὅσα κατὰ τὴν παροῦσαν ἐύναμιν εἴχομεν, χρηστέον ὡς ὑπάρχουσιν.
既然 295a 关于这些事情,之前已经尽我们目前的能力做出了确定,我们就必须把它们作为前提来使用。
εἰ γὰρ μηδεμία φύσει κίνησίς ἐστιν αὐτῶν, οὐδὲ βίαιος ἔσται· εἶ δὲ μή ἐστι μήτε φύσει μήτε βίᾳ, ὅλως οὐδὲν κινηθήσεται· περὶ γὰρ τούτων ὅτι ἀναγκαῖον συμβαίνειν, διώρισται πρότερον, καὶ πρὸς τούτοις ὅτι οὐδʼ ἠρεμεῖν ἐνδέχεται· ὥσπερ γὰρ κίνησις ὑπάρχει ἢ βίᾳ ἢ φύσει, οὕτω καὶ ἠρεμία.
因为如果它们完全没有本性上的运动,那么也不会有强制的运动;而如果既没有本性上的运动,也没有强制的运动,那么整体上任何东西都不会移动;因为关于这些后果是必然伴随的,之前已经做出了确定,此外,它们甚至也不可能保持静止;因为正如运动要么由于强制要么由于本性而存在一样,静止也是如此。
ἀλλὰ μὴν εἴ γέ ἐστι κίνησίς τις κατὰ φύσιν, οὐκ ἂν ἡ βίαιος εἴη φορὰ μόνον οὐδʼ ἠρέμησις· ὥστʼ εἰ βίᾳ νῦν ἡ γῇ μένει, καὶ συνῆλθεν ἐπὶ τὸ μέσον φερομένη διὰ τὴν δίνησιν·
但是,如果存在某种符合本性的运动,那么强制的移动或静止就不会是唯一的;因此,如果地球现在由于强制而保持静止,那么它也是被涡流运送到中心而聚集起来的。
ταύτην γὰρ τὴν αἰτίαν πάντες λέγουσιν ἐκ τῶν ἐν τοῖς ὑγροῖς καὶ περὶ τὸν ἀέρα συμβαινόντων· ἐν τούτοις γὰρ ἀεὶ φέρεται τὰ μείζω καὶ τὰ βαρύτερα πρὸς τὸ μέσον τῆς δίνης.
因为所有人都根据在液体和空气中发生的情况来主张这一原因;因为在这些介质中,更大更重的东西总是被运送到涡流的中心。
διὸ δὴ τὴν γῆν πάντες ὅσοι τὸν οὐρανὸν γεννῶσιν, ἐπὶ τὸ μέσον συνελθεῖν φασίν· ὅτι δὲ μένει, ζητοῦσι τὴν αἰτίαν, καὶ λέγουσιν οἱ μὲν τοῦτον τὸν τρόπον, ὅτι τὸ πλάτος καὶ τὸ μέγεθος αὐτῆς αἴτιον, οἱ δʼ ὥσπερ Εμπεδοκλῆς, τὴν τοῦ οὐρανοῦ φορὰν κύκλῳ περιθέουσαν καὶ θᾶττον φερομένην τὴν τῆς γῆς φορὰν κωλύειν, καθάπερ τὸ ἐν τοῖς κυάθοις ὕδωρʼ καὶ γὰρ τοῦτο κύκλῳ τοῦ κυάθου φερομένου πολλάκις κάτω τοῦ χαλκοῦ γινόμενον ὅμως οὐ φέρεται κάτω πεφυκὸς φέρεσθαι διὰ τὴν αὐτὴν αἰτίαν.
因此,所有生成天体的人都声称地球聚集在中心;但是关于它为何保持静止,他们探求原因,有些人以这种方式说,因为它的扁平和体积是原因,而另一些人,如恩培多克勒,则说天体圆周运行且运转更快的运动阻止了地球的移动,就像杯中的水一样;因为这水,在杯子圆周旋转时,虽然经常处于铜器的下方,但由于同样的原因,仍然不会向下坠落,尽管其本性是要向下坠落的。
καίτοι μήτε τῆς δίνης κωλυούσης μήτε τοῦ πλάτους, ἀλλʼ ὑπελθόντος τοῦ ἀέρος, ποῖ ποτʼ οἰσθήσεται;
然而,如果既没有涡流阻止,也没有扁平阻止,而是空气退让(逃走)了,它究竟会被运送到哪里呢?
πρὸς μὲν γὰρ τὸ μέσον βίᾳ, καὶ μένει βίᾳ· κατὰ φύσιν δέ γε ἀναγκαῖον εἷναί τινα αὐτῆς φοράν.
因为向中心移动是由于强制,保持静止也是由于强制;但按本性来说,它必然有某种移动。