§54Μάλιστα δὲ τοῦτο συμφανές ἐστιν ἐπὶ τῆς ῥίνης·
このことは、やすりにおいて特に明白である。
διὰ γάρ τὸ τὴν τοῦ ἀέρος πληγὴν ἅμα γίγνεσθαι κατὰ μικρὰ καὶ πολλά, τραχεῖς οἱ ψόφοι προσπίπτουσιν ἀπʼ αὐτῶν πρὸς τὴν ἀκοήν, καὶ μᾶλλον, ὅταν πρὸς σκληρόν τι παρατρίβωνται, καθάπερ καὶ ἐπὶ τῆς ἁφῆς·
なぜなら、空気への打撃が同時に細かく数多く生じるため、それらから発せられる雑音は粗いものとして聴覚に衝突するからであり、また何らかの硬いものにこすりつけられるときにはなおさらそうだからである。
τὰ γὰρ σκληρὰ καὶ τραχέα βιαιότερον ποιεῖται τὴν αἴσθησιν.
これは触覚においても同様であり、硬くて粗いものはより激しい感覚を生じさせるからである。
§55Δῆλον δὲ τοῦτό ἐστι καὶ ἐπὶ τῶν ῥευμάτων·
また、このことは液体の流れにおいても明らかである。
τοῦ γὰρ ἐλαίου γίνεται πολὺ πάντων τῶν ὑγρῶν ὁ ψόφος ἀδηλότερος διὰ τὴν συνέχειαν τὴν τῶν μορίων.
なぜなら、オリーブ油の音は、その微粒子の連続性のために、あらゆる液体の中で際立って感知されにくくなるからである。
Λεπταὶ δʼ εἰσὶ τῶν φωνῶν, ὅταν ὀλίγον ᾖ τὸ πνεῦμα τὸ ἐκπῖπτον.
他方、息が少なく放出されるとき、声は細くなる。
§56Διὸ καὶ τῶν παιδίων γίγνονται λεπταί, καὶ τῶν γυναικῶν καὶ τῶν εύνούχων, ὁμοίως δὲ καὶ τῶν διαλελυμένων διὰ νόσον ἢ πόνον ἢ ἀτροφίαν·
それゆえ、子供たちの声も、女性や宦官たちの声も細くなり、同様に病気や過労、あるいは栄養不良によって衰弱した人々の声も細くなる。
οὐ δύνανται γὰρ πολὺ τὸ πνεῦμα διὰ τὴν ἀσθένειαν ἐκπέμπειν.
なぜなら、彼らはその弱さのために、多くの息を送り出すことができないからである。
§57Δῆλον δʼ ἐστὶ καὶ ἐπὶ τῶν χορδῶν·
また、弦についてもこのことは明らかである。
ἀπὸ γὰρ τῶν λεπτῶν καὶ τὰ φωνία γίγνεται λεπτὰ καὶ στενὰ καὶ τριχώδη, διὰ τὸ καὶ τοῦ ἀέρος τὴν πληγὴν γίγνεσθαι κατὰ στενόν.
なぜなら、細い弦からは、細く、狭く、髪の毛のような音が生じるからであり、これは空気への打撃が狭い範囲で生じるためである。
Οἵας γὰρ ἂν τὰς ἀρχὰς ἔχωσι τῆς κινήσεως αἱ τοῦ ἀέρος πληγαί, τοιαύτας καὶ τὰς φωνὰς συμβαίνει γίγνεσθαι προσπιπτούσας πρὸς τὴν ἀκοήν, οἷον ἀραιὰς ἢ πυκνάς, ἢ μαλακὰς ἢ σκληράς, ἢ λεπτὰς ἢ παχείας.
というのも、空気への打撃が持つ運動の始まりがどのようなものであるかによって、聴覚に衝突する声もまたそのようになり、例えば、まばらであったり密集していたり、柔らかであったり硬かったり、細かったり太かったりするからである。
§58Ἀεὶ γὰρ ὁ ἕτερος ἀὴρ τὸν ἕτερον κινῶν ὡσαύτως ποιεῖ τὴν φωνὴν ἅπασαν ὁμοίαν, καθάπερ ἔχει καὶ ἐπὶ τῆς ὀξύτητος καὶ τῆς βαρύτητος·
なぜなら、常に一方の空気が他方の空気を動かすことで、声全体を同じように同様のものにするからであり、それは高音や低音についても同様である。
καὶ γὰρ τὰ τάχη τὰ τῆς πληγῆς τὰ ἕτερα τοῖς ἑτέροις συνακολουθοῦντα διαφυλάττει τὰς φωνὰς ταῖς ἀρχαῖς ὁμοίως.
というのも、打撃の様々な速度が互いに追随し合うことで、最初の状態と同様に声を維持するからである。
§59Αἱ δὲ πληγαὶ γίνονται μὲν τοῦ ἀέρος ὑπὸ τῶν χορδῶν πολλαὶ καὶ κεχωρισμέναι, διὰ δὲ μικρότητα τοῦ μεταξὺ χρόνου τῆς ἀκοῆς οὐ δυναμένης συναισθάνεσθαι τὰς διαλείψεις, μία καὶ συνεχὴς ἡμῖν ἡ φωνὴ φαίνεται, καθάπερ καὶ ἐπὶ τῶν χρωμάτων·
そして、弦によって生じる空気への打撃は数多く、また分離しているが、その間の時間が極めて短いために、聴覚がその途切れを感知することができず、声は私たちにとって一つの連続したものとして現れる。
καὶ γὰρ τούτων τὰ διεστηκότα δοκεῖ πολλάκις ἡμῖν συνάπτειν ἀλλήλοις, ὅταν φέρωνται ταχέως.
これは色彩についても同様であり、離れている色彩も、急速に運ばれるときには、しばしば互いに結びついているように私たちに見えるからである。
§60Τὸ δὲ αὐτὸ συμβαίνει τοῦτο καὶ περὶ τὰς συμφωνίας.
これと同じことが、協和音についても起こる。
Διὰ γὰρ τὸ περισυγκαταλαμβάνεσθαι τοὺς ἑτέρους ἤχους ὑπὸ τῶν ἑτέρων, καὶ γίγνεσθαι τὰς καταπαύσεις αὐτῶν ἅμα, λανθάνουσιν ἡμᾶς αἱ μεταξὺ γιγνόμεναι φωναί.
なぜなら、一方の音が他方の音に包み込まれ、それらの終わりが同時に生じるために、その間に生じる声は私たちに気付かれないからである。
§61Πλεονάκις μὲν γὰρ ἐν πάσαις ταῖς συμφωνίαις ὑπὸ τῶν ὀξυτέρων φθόγγων αἱ τοῦ ἀέρος γίγνονται πληγαὶ διὰ τὸ τάχος τῆς κινήσεως·
実際、すべての協和音において、高音の響きによる空気への打撃は、その運動の速さのために、より頻繁に生じるが、打撃の最後の音は、より遅い運動から生じる音と同時に、私たちの聴覚に衝突する。
τὸν δὲ τελευταῖον τῶν ἤχων ἅμα συμβαίνει προσπίπτειν ἡμῖν πρὸς τὴν ἀκοὴν καὶ τὸν ἀπὸ τῆς βραδυτέρας γιγνόμενον. §62Ὤστε τῆς ἀκοῆς οὐ δυναμένης αἰσθάνεσθαι, καθάπερ εἴρηται, τὰς μεταξὺ φωνάς, ἅμα δοκοῦμεν ἀμφοτέρων τῶν φθόγγων ἀκούειν συνεχῶς.
その結果、すでに述べたように、聴覚はその間の声を感知することができないため、私たちは両方の響きを同時に連続して聴いているように思われるのである。
Παχεῖαι δʼ εἰσὶ τῶν φωνῶν τοὐναντίον, ὅταν ᾖ τὸ πνεῦμα πολὺ καὶ ἀθρόον ἐκπῖπτον·
これとは反対に、息が多く一挙に放出されるとき、声は太くなる。
διὸ καὶ τῶν ἀνδρῶν εἰσὶ παχύτεραι καὶ τῶν τελείων αὐλῶν, καὶ μᾶλλον ὅταν πληρώσῃ τις αὐτοὺς τοῦ πνεύματος.
それゆえ、大人の男性の声や、完成されたアウロスの音はより太く、それらに息を満ちあふれさせるときにはなおさらそうである。
§63Φανερὸν δʼ ἐστίν·
そしてこれは明らかである。
καὶ γὰρ ἄν πιέσῃ τις τὰ ζεύγη, μᾶλλον ὀξντέρα ἡ φωνὴ γίγνεται καὶ λεπτοτέρα.
なぜなら、もし誰かがアウロスのリードを圧迫するなら、声はより高く細くなるからである。
Κἂν κατασπάσῃ τις τὰς σύριγγας, κἂν δὲ ἐπιλάβῃ, παμπλείων ὁ ὄγκος γίγνεται τῆς φωνῆς διὰ τὸ πλῆθος τοῦ πνεύματος, καθάπερ καὶ ἀπὸ τῶν παχυτέρων χορδῶν.
他方、もし誰かが調整管を引き下げるか、あるいは孔をふさぐなら、息の多さのために、声の音量は著しく大きくなる。 これは、より太い弦から生じる音と同様である。
§64Παχεῖαι δὲ γίγνονται καὶ τῶν τραγιζόντων καὶ τῶν βραγχιώντων, καὶ μετὰ τοὺς ἐμέτους, διὰ τὴν τραχύτητα τῆς ἀρτηρίας καὶ διὰ τὸ μὴ ὑπεξάγειν ἀλλʼ αὐτοῦ προσκόπτουσαν ἀνειλεῖσθαι τὴν φωνὴν καὶ λαμβάνειν ὄγκον, καὶ μάλιστα διὰ τὴν ὑγρότητα τοῦ σώματος.
また、声変わりをしている者、喉が嗄れている者、そして嘔吐した後の者の声も太くなる。 これは気管が粗くなっていること、および、声が通り抜けずに、そこで衝突して巻き戻されて音量を増すためであり、そして何よりも身体の湿気のためである。