Humanitext Reader

亚里士多德 · 论听闻物 §54-64

气流多少与声音粗细的成因

第 6 段,共 7 段 · 希腊语

内容简介

通过锉刀和液体流动的例子,文本解释了声音的“细小”源于气流的不足,并阐明了听觉如何将连续的快速撞击或协和音感知为连续的整体,进而探讨了因充足气流和气管状态而产生声音“粗大”的原因。

§54Μάλιστα δὲ τοῦτο συμφανές ἐστιν ἐπὶ τῆς ῥίνης· διὰ γάρ τὸ τὴν τοῦ ἀέρος πληγὴν ἅμα γίγνεσθαι κατὰ μικρὰ καὶ πολλά, τραχεῖς οἱ ψόφοι προσπίπτουσιν ἀπʼ αὐτῶν πρὸς τὴν ἀκοήν, καὶ μᾶλλον, ὅταν πρὸς σκληρόν τι παρατρίβωνται, καθάπερ καὶ ἐπὶ τῆς ἁφῆς· τὰ γὰρ σκληρὰ καὶ τραχέα βιαιότερον ποιεῖται τὴν αἴσθησιν.
这一点在锉刀上尤其明显;因为由于对空气的撞击同时以细小而多数的形式发生,由此产生的噪音以粗糙的形式撞击听觉,当它们与某种坚硬的东西摩擦时更是如此,正如在触觉中一样;因为坚硬和粗糙的东西会产生更猛烈的感官知觉。
§55Δῆλον δὲ τοῦτό ἐστι καὶ ἐπὶ τῶν ῥευμάτων· τοῦ γὰρ ἐλαίου γίνεται πολὺ πάντων τῶν ὑγρῶν ὁ ψόφος ἀδηλότερος διὰ τὴν συνέχειαν τὴν τῶν μορίων.
这在流动的液体中也是显而易见的;因为由于微粒的连续性,油的声音比所有其他液体的声音要不明显得多。
Λεπταὶ δʼ εἰσὶ τῶν φωνῶν, ὅταν ὀλίγον ᾖ τὸ πνεῦμα τὸ ἐκπῖπτον.
而当排出的气流很少时,声音就会变细。
§56Διὸ καὶ τῶν παιδίων γίγνονται λεπταί, καὶ τῶν γυναικῶν καὶ τῶν εύνούχων, ὁμοίως δὲ καὶ τῶν διαλελυμένων διὰ νόσον ἢ πόνον ἢ ἀτροφίαν· οὐ δύνανται γὰρ πολὺ τὸ πνεῦμα διὰ τὴν ἀσθένειαν ἐκπέμπειν.
因此,儿童的声音也会变细,妇女和太监的声音也是如此,同样地,因疾病、劳苦或营养不良而衰弱的人的声音也是如此;因为他们由于虚弱而无法排出大量的气流。
§57Δῆλον δʼ ἐστὶ καὶ ἐπὶ τῶν χορδῶν· ἀπὸ γὰρ τῶν λεπτῶν καὶ τὰ φωνία γίγνεται λεπτὰ καὶ στενὰ καὶ τριχώδη, διὰ τὸ καὶ τοῦ ἀέρος τὴν πληγὴν γίγνεσθαι κατὰ στενόν.
这在琴弦上也是明显的;因为从细弦上发出的声音也会变得细小、狭窄且如发丝一般,这是因为对空气的撞击也是在狭窄的范围里发生的。
Οἵας γὰρ ἂν τὰς ἀρχὰς ἔχωσι τῆς κινήσεως αἱ τοῦ ἀέρος πληγαί, τοιαύτας καὶ τὰς φωνὰς συμβαίνει γίγνεσθαι προσπιπτούσας πρὸς τὴν ἀκοήν, οἷον ἀραιὰς ἢ πυκνάς, ἢ μαλακὰς ἢ σκληράς, ἢ λεπτὰς ἢ παχείας.
因为空气的撞击在运动开始时具有什么样的性质,声音在撞击听觉时也同样会变成什么样,例如稀疏或密集、柔和或坚硬、细或粗。
§58Ἀεὶ γὰρ ὁ ἕτερος ἀὴρ τὸν ἕτερον κινῶν ὡσαύτως ποιεῖ τὴν φωνὴν ἅπασαν ὁμοίαν, καθάπερ ἔχει καὶ ἐπὶ τῆς ὀξύτητος καὶ τῆς βαρύτητος· καὶ γὰρ τὰ τάχη τὰ τῆς πληγῆς τὰ ἕτερα τοῖς ἑτέροις συνακολουθοῦντα διαφυλάττει τὰς φωνὰς ταῖς ἀρχαῖς ὁμοίως.
因为总是这一部分空气推动另一部分空气,以同样的方式使整个声音相似,正如在高音和低音中一样;因为撞击的各种速度互相追随,使声音维持得像开始时一样。
§59Αἱ δὲ πληγαὶ γίνονται μὲν τοῦ ἀέρος ὑπὸ τῶν χορδῶν πολλαὶ καὶ κεχωρισμέναι, διὰ δὲ μικρότητα τοῦ μεταξὺ χρόνου τῆς ἀκοῆς οὐ δυναμένης συναισθάνεσθαι τὰς διαλείψεις, μία καὶ συνεχὴς ἡμῖν ἡ φωνὴ φαίνεται, καθάπερ καὶ ἐπὶ τῶν χρωμάτων· καὶ γὰρ τούτων τὰ διεστηκότα δοκεῖ πολλάκις ἡμῖν συνάπτειν ἀλλήλοις, ὅταν φέρωνται ταχέως.
虽然琴弦对空气产生的撞击是多数且分离的,但由于其间的时间极短,听觉无法察觉到其中的中断,因此声音在我们看来是一个且连续的,正如在色彩中一样;因为分离的色彩在快速运动时,往往在我们看来也是相互连接的。
§60Τὸ δὲ αὐτὸ συμβαίνει τοῦτο καὶ περὶ τὰς συμφωνίας.
这同样的事情也发生在协和音上。
Διὰ γὰρ τὸ περισυγκαταλαμβάνεσθαι τοὺς ἑτέρους ἤχους ὑπὸ τῶν ἑτέρων, καὶ γίγνεσθαι τὰς καταπαύσεις αὐτῶν ἅμα, λανθάνουσιν ἡμᾶς αἱ μεταξὺ γιγνόμεναι φωναί.
因为一些声音被另一些声音所包围,且它们的停止同时发生,所以在其间产生的声音便不被我们注意。
§61Πλεονάκις μὲν γὰρ ἐν πάσαις ταῖς συμφωνίαις ὑπὸ τῶν ὀξυτέρων φθόγγων αἱ τοῦ ἀέρος γίγνονται πληγαὶ διὰ τὸ τάχος τῆς κινήσεως· τὸν δὲ τελευταῖον τῶν ἤχων ἅμα συμβαίνει προσπίπτειν ἡμῖν πρὸς τὴν ἀκοὴν καὶ τὸν ἀπὸ τῆς βραδυτέρας γιγνόμενον.
因为实际上,在所有的协和音中,由于运动的快速,较尖锐的声音对空气产生的撞击更频繁;但撞击的最后一个声音,会与由较慢运动产生的声音同时撞击我们的听觉。
§62Ὤστε τῆς ἀκοῆς οὐ δυναμένης αἰσθάνεσθαι, καθάπερ εἴρηται, τὰς μεταξὺ φωνάς, ἅμα δοκοῦμεν ἀμφοτέρων τῶν φθόγγων ἀκούειν συνεχῶς.
结果,正如已经说过的那样,由于听觉无法察觉中间的声音,我们似乎同时连续地听到这两种声音。
Παχεῖαι δʼ εἰσὶ τῶν φωνῶν τοὐναντίον, ὅταν ᾖ τὸ πνεῦμα πολὺ καὶ ἀθρόον ἐκπῖπτον· διὸ καὶ τῶν ἀνδρῶν εἰσὶ παχύτεραι καὶ τῶν τελείων αὐλῶν, καὶ μᾶλλον ὅταν πληρώσῃ τις αὐτοὺς τοῦ πνεύματος.
相反,当排出的气流很多且聚集在一起时,声音就会变粗;因此,男人的声音也较粗,完整的双簧管的声音也是如此,当人们向其中充满气流时更是如此。
§63Φανερὸν δʼ ἐστίν· καὶ γὰρ ἄν πιέσῃ τις τὰ ζεύγη, μᾶλλον ὀξντέρα ἡ φωνὴ γίγνεται καὶ λεπτοτέρα.
这是显而易见的;因为如果有人压迫双簧管的簧片,声音就会变得更尖锐、更细。
Κἂν κατασπάσῃ τις τὰς σύριγγας, κἂν δὲ ἐπιλάβῃ, παμπλείων ὁ ὄγκος γίγνεται τῆς φωνῆς διὰ τὸ πλῆθος τοῦ πνεύματος, καθάπερ καὶ ἀπὸ τῶν παχυτέρων χορδῶν.
而如果有人拉下套管,或者如果有人按住孔,由于气流的丰富,声音的容量就会变得极大,正如从较粗的琴弦中发出的一样。
§64Παχεῖαι δὲ γίγνονται καὶ τῶν τραγιζόντων καὶ τῶν βραγχιώντων, καὶ μετὰ τοὺς ἐμέτους, διὰ τὴν τραχύτητα τῆς ἀρτηρίας καὶ διὰ τὸ μὴ ὑπεξάγειν ἀλλʼ αὐτοῦ προσκόπτουσαν ἀνειλεῖσθαι τὴν φωνὴν καὶ λαμβάνειν ὄγκον, καὶ μάλιστα διὰ τὴν ὑγρότητα τοῦ σώματος.
此外,处于变声期的人、嗓音沙哑的人以及呕吐后的人,声音也会变粗,这是因为气管变得粗糙,且声音没有排出,而是撞击其上,被卷回并增加容量,而这最主要是由于身体的湿气所致。

词汇与语法注释

  1. §54ῥίνης — 此处的名词指金属加工工具“锉刀”,而非嗅觉器官“鼻子”,与前文第45节相呼应。
  2. §57κατὰ στενόν — 起副词作用的介词短语,意为“在狭窄的空间内”或“在狭窄的范围中”。
  3. §60περισυγκαταλαμβάνεσθαι — 表示在协和音中,一方的声音被另一方完全包围并整合感知的被动或共同感知过程。
  4. §63σύριγγας — 指双簧管上用于调节音高或音量的滑动套管或调节套筒。

引用这一段

亚里士多德, 论听闻物 §54-64. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg004.humanitext-grc1:54-64

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。