§1.1.11#1Ἐν δὲ τῷ τελευταίῳ σχήματι καθόλου μέν ὄντων τῶν ὅρων πρός τὸ μέσον καὶ κατηγορικῶν ἀμφοτέρων τῶν προτάσεων, ἐὰν ὁποτερονοῦν ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον.
最後の格(第三格)においては、項が中間項に対して全称であり、かつ両方の前提が肯定前提である場合、もしどちらか一方の前提が必然的であるなら、結論も必然的になるであろう。
ἐὰν δὲ τὸ μὲν ᾖ στερητικὸν τὸ δὲ κατηγορικόν, ὅταν μὲν τὸ στερητικόν ἀναγκαῖον ᾖ, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον, ὅταν δὲ τὸ κατηγορικόν, οὐκ ἔσται ἀναγκαῖον.
しかし、一方が否定前提であり他方が肯定前提である場合、否定前提が必然的であるときには、結論も必然的になるが、肯定前提が必然的であるときには、結論は必然的にならない。
ἔστωσαν γὰρ ἀμφότεραι κατηγορικαὶ πρῶτον αἱ προτάσεις, καὶ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ ὑπαρχέτω, ἀναγκαῖον δʼ ἔστω τὸ Α Γ. ἐπεὶ οὖν τὸ Β παντὶ τῷ Γ ὑπάρχει, καὶ τὸ Γ τινὶ τῷ Β ὑπάρξει διὰ τὸ ἀντιστρέφειν τὸ καθόλου τῷ κατὰ μέρος, ὥστʼ εἰ παντὶ τῷ Γ τὸ ἐξ ἀνάγκης ὑπάρχει καὶ τὸ Γ τῷ Β τινί, καὶ τῷ Β τινὶ ἀναγκαῖον ὑπάρχειν τὸ Α·
なぜなら、まず両方の前提が肯定前提であるとし、 ΑとΒの両方がすべてのΓに属するとし、ΑがΓに[属すること]が必然的であるとしよう。 さて、ΒがすべてのΓに属するから、ΓもあるΒに属する(これは、全称前提が特称前提に換位するためである)。 したがって、もしすべてのΓにΑが必然的に属し、ΓがあるΒに属するなら、あるΒにΑが必然的に属することも必然的である。
τὸ γὰρ Β ὑπὸ τὸ Γ ἐστίν.
なぜなら、ΒはΓの下にあるからである。
γίγνεται οὖν τὸ πρῶτον σχῆμα.
こうして第一格が成立する。
ὁμοίως δὲ δειχθήσεται καὶ εἰ τὸ Β Γ ἐστὶν ἀναγκαῖον·
また、ΒがΓに[属すること]が必然的である場合も同様に示されるであろう。
ἀντιστρέφει γὰρ τὸ Γ τῷ Α τινί, ὥστʼ εἰ παντὶ τῷ Γ τὸ Β ἐξ ἀνάγκης ὑπάρχει, καὶ τῷ Α τινὶ ὑπάρξει ἐξ ἀνάγκης.
なぜなら、ΓはあるΑに換位するから、もしすべてのΓにΒが必然的に属するなら、あるΑにも必然的に属することになるからである。
Πάλιν ἔστω τὸ μὲν Γ στερητικόν, τὸ δὲ Β Γ καταφατικόν, ἀναγκαῖον δὲ τὸ στερητικόν.
次に、否定前提が[Α]Γであり、肯定前提がΒΓであって、否定前提が必然的であるとしよう。
ἐπεὶ οὖν ἀντιστρέφει τινὶ τῶ Β τὸ Γ, τὸ δὲ Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, οὐδὲ τῷ Β τινὶ ὑπάρξει ἐξ ἀνάγκης τὸ Α·
さて、ΓはあるΒに換位し、 ΑはどのΓにも必然的に属さないから、ΑはあるΒにも必然的に属さないであろう。
τὸ γὰρ Β ὑπὸ τὸ Γ ἐστίν.
なぜなら、ΒはΓの下にあるからである。
εἰ δὲ τὸ κατηγορικὸν ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον.
しかし、肯定前提が必然的であるなら、結論は必然的とはならない。
ἔστω γὰρ τὸ Β Γ κατηγορικὸν καὶ ἀναγκαῖον, τὸ δὲ Γ στερητικὸν καὶ μὴ ἀναγκαῖον.
なぜなら、肯定前提ΒΓが必然的であり、否定前提[Α]Γが必然的でないとしよう。
ἐπεὶ οὖν ἀντιστρέφει τὸ καταφατικόν, ὑπάρξει καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης, ὥστʼ εἰ τὸ μὲν Α μηδενὶ τῷ Γ τὸ δὲ Γ τινὶ τῷ Β, τὸ Α τινὶ τῷ Β οὐχ ὑπάρξει·
さて、肯定前提は換位するから、 ΓもあるΒに必然的に属する。 したがって、もしΑがどのΓにも属さず、ΓがあるΒに属するなら、ΑはあるΒに属さないであろうが、それは必然的にではない。
ἀλλ᾿ οὐκ ἐξ ἀνάγκης· δέδεικται γὰρ ἐν τῷ πρώτῳ σχήματι ὅτι τῆς στερητικῆς προτάσεως μὴ ἀναγκαίας οὔσης οὐδὲ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον.
なぜなら、否定前提が必然的でないときには、結論も必然的にならないことが第一格において示されているからである。
ἔτι κἂν διὰ τῶν ὅρων εἴη φανερόν.
さらに、項を通じても明らかであろう。
ἔστω γὰρ τὸ μὲν Α ἀγαθόν, τὸ δʼ ἐφʼ Β ζῷον, τὸ δὲ Γ ἵππος.
Αを善、Βを動物、Γを馬としよう。
τὸ μὲν οὖν ἀγαθὸν ἐνδέχεται μηδενὶ ἵππῳ ὑπάρχειν, τὸ δὲ ζῷον ἀνάγκη παντὶ ὑπάρχειν·
善はどの馬にも属さないことがありうるが、動物はすべての[馬]に必然的に属する。
ἀλλʼ οὐκ ἀνάγκη ζῷόν τι μὴ εἶναι ἀγαθόν, εἴπερ ἐνδέχεται πᾶν εἶναι ἀγαθόν.
しかし、ある動物が善でないことは必然的ではない。 なぜなら、すべての[動物]が善でありうるからである。
ἢ εἰ μὴ τοῦτο δυνατόν, ἀλλὰ τὸ ἐγρηγορέναι ἢ τὸ καθεύδειν ὅρον θετέον·
あるいは、もしこれが不可能なら、起きていること、または眠っていることを項として置くべきである。
ἅπαν γὰρ ζῷον δεκτικὸν τούτων.
すべての動物はこれらを受け入れ可能だからである。