§1.1.10Ἐπὶ δὲ τοῦ δευτέρου σχήματος, εἰ μὲν ἡ στερητικὴ πρότασίς ἐστιν ἀναγκαία, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον, εἰ δʼ ἡ κατηγορική, οὐκ ἀναγκαῖον.
第二格においては、もし否定前提が必然的であるなら結論も必然的になるが、肯定前提が必然的であるなら結論は必然的にならない。
ἔστω γὰρ πρῶτον ἡ στερητικὴ ἀναγκαία, καὶ τὸ Α τῷ μὲν Β μηδενὶ ἐνδεχέσθω, τῷ δὲ Γ ὑπαρχέτω μόνον.
なぜなら、まず否定前提が必然的であるとし、ΑがどのΒにも属しえないとし、一方、Γには単に属するとだけしよう。
ἐπεὶ οὖν ἀντιστρέφει τὸ στερητικόν, οὐδὲ τὸ Β τῷ οὐδενὶ ἐνδέχεται·
さて、否定前提は換位するから、ΒもどのΑにも属しえない。
τὸ δὲ παντὶ τῷ Γ ὑπάρχει, ὥστʼ οὐδενὶ τῷ Γ τὸ Β ἐνδέχεται·
しかしΑはすべてのΓに属している。 したがって、ΒはどのΓにも属しえない。
τὸ γὰρ Γ ὑπὸ τὸ Α ἐστίν.
なぜなら、ΓはΑの下にあるからである。
ὡσαύτως δὲ καὶ εἰ πρὸς τῷ Γ τεθείη τὸ στερητικόν·
否定前提がΓに対して置かれる場合も同様である。
εἰ γὰρ τὸ Α μηδενὶ τῷ Γ ἐνδέχεται, οὐδὲ τὸ Γ οὐδενὶ τῷ Α ἐγχωρεῖ·
なぜなら、もしΑがどのΓにも属しえないなら、ΓもどのΑにも属しえない。
τὸ δὲ παντὶ τῷ Β ὑπάρχει, ὥστʼ οὐδενὶ τῷ Β τὸ Γ ἐνδέχεται·
一方、ΑはすべてのΒに属している。 したがって、ΓはどのΒにも属しえない。
γίνεται γὰρ τὸ πρῶτον σχῆμα πάλιν.
なぜなら、再び第一格になるからである。
οὐκ ἄρα οὐδὲ τὸ Β τῷ Γ·
それゆえ、ΒもΓに属さない。
ἀντιστρέφει γὰρ ὁμοίως.
同様に換位するからである。
Εἰ δὲ ἡ κατηγορικὴ πρότασίςἐστιν ἀναγκαία, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον.
しかし、肯定前提が必然的であるなら、結論は必然的とはならない。
ὑπαρχέτω γὰρ τὸ παντὶ τῷ Β ἐξ ἀνάγκης, τῷ δὲ Γ μηδενὶ ὑπαρχέτωμόνον.
なぜなら、ΑがすべてのΒに必然的に属し、ΓにはどのΓにも単に属さない(属さないとだけ仮定される)としよう。
ἀντιστραφέντος οὖν τοῦ στερητικοῦ τὸ πρῶτον γίνεται σχῆμα·
すると、否定前提が換位されることによって第一格が成立する。
δέδεικται δʼ ἐν τῷ πρώτῳ ὅτι μὴ ἀναγκαίας οὔσης τῆς πρὸς τὸ μεῖον στερητικῆς οὐδὲ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον, ὥστʼ οὐδʼ ἐπὶ τούτων ἔσται ἐξ ἀνάγκης.
しかし、第一格において、小極に対する否定前提が必然的でないならば、結論も必然的とはならないことが示されている。 したがって、これら(第二格)の場合においても、結論は必然的にはならない。
ἔτι δʼ εἰ τὸ συμπέρασμά ἐστιν ἀναγκαῖον, συμβαίνει τὸ Γ τινὶ τῷ Α μὴ ὑπάρχειν ἐξ ἀνάγκης.
さらに、もし結論が必然的であるとするなら、Γがいくつか(ある) Αに必然的に属さないということが生じてしまう。
εἰ γὰρ τὸ Β τῷ Γ μηδενὶ ὑπάρχει ἐξ ἀνάγκης, οὐδὲ τὸ Γ τῷ Β οὐδενὶ ὑπάρξει ἐξ ἀνάγκης.
なぜなら、もしΒがどのΓにも必然的に属さないなら、ΓもどのΒにも必然的に属さないことになる。
τὸ δέ γε Β τινὶ τῷ Α ἀνάγκη ὑπάρχειν, εἴπερ καὶ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπῆρχεν.
しかし、ΒはあるΑに必然的に属さねばならない。 なぜなら、ΑはすべてのΒに必然的に属していたからである。
ὥστε τὸ Γ ἀνάγκη τινὶ τῷ Α μὴ ὑπάρχειν.
したがって、ΓはあるΑに必然的に属さないことが必然的となる。
ἀλλʼ οὐδὲν κωλύει τὸ Α τοιοῦτον ληφθῆναι ᾧ παντὶ τὸ Γ ἐνδέχεται ὑπάρχειν.
しかし、Αを、Γがそのすべてに属しうるようなものとして取ることを妨げるものは何もない。
ἔτι κἂν ὅρους ἐκθέμενον εἴη δεῖξαι ὅτι τὸ συμπέρασμα οὐκ ἔστιν ἀναγκαῖον ἁπλῶς, ἀλλὰ τούτων ὄντων ἀναγκαῖον.
さらに、項を提示することによって、結論が絶対的には必然的ではなく、これらの前提が成立している限りにおいて必然的であることを示すこともできる。
οἶον ἔστω τὸ Α ζῷον, τὸ δὲ Β ἄνθρωπος, τὸ δὲ Γ λευκόν, καὶ αἱ προτάσεις ὁμοίως εἰλήφθωσαν·
例えば、Αを動物、Βを人間、Γを白とし、前提が同様に取られるとしよう。
ἐνδέχεται γὰρ τὸ ζῷον μηδενὶ λευκῷ ὑπάρχειν.
なぜなら、動物がどの白いものにも属さないことはありうるからである。
οὐχ ὑπάρξει δὴ οὐδʼ ὁ ἄνθρωπος οὐδενὶ λευκῷ, ἀλλʼ οὐκ ἐξ ἀνάγκης·
したがって、人間もどの白いものにも属さないであろうが、それは必然的にではない。
ἐνδέχεται γὰρ ἄνθρωπον γενέσθαι λευκόν, οὐ μέντοι ἕως ἂν ζῷον μηδενὶ λευκῷ ὑπάρχῃ.
なぜなら、人間が白くなることは可能だからである。 ただし、動物がどの白いものにも属さない間は(人間が白いものに属さないことは)必然的である。
ὥστε τούτων μὲν ὄντων ἀναγκαῖον ἔσται τὸ συμπέρασμα, ἀπλῶς δʼ οὐκ ἀναγκαῖον.
したがって、これらの前提が成立している間は結論は必然的であるが、絶対的には必然的ではない。
Ὁμοίως δʼ ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν.
特称三段論法についても同様である。
ὅταν μὲν γὰρ ἡ στερητικὴ πρότασις καθόλου τʼ ᾖ· καὶ ἀναγκαία, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον· ὅταν δὲ ἡ κατηγορικὴ καθόλου, ἡ δὲ στερητικὴ κατὰ μέρος, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον.
なぜなら、否定前提が全称であり、かつ必然的であるときには、結論も必然的になるが、肯定前提が全称で否定前提が特称であるときには、結論は必然的とはならないからである。
ἔστω δὴ πρῶτον ἡ στερητικὴ καθόλου τε καὶ ἀναγκαία, καὶ τὸ Α τῷ μὲν Β μηδενὶ ἐνδεχέσθω ὑπάρχειν, τῷ δὲ Γ τινὶ ὑπαρχέτω.
まず、否定前提が全称かつ必然的であるとし、ΑがどのΒにも属しえないとし、Γの一部には属するとしよう。
ἐπεὶ οὖν ἀντιστρέφει τὸ στερητικόν, οὐδὲ τὸ Β τῷ Α οὐδενὶ ἐνδέχοιτʼ ἂν ὑπάρχειν·
さて、否定前提は換位するから、ΒもどのΑにも属しえない。
τὸ δέ γε Α τινὶ τῷ Γ ὑπάρχει, ὥστʼ ἐξ ἀνάγκης τινὶ τῷ Γ οὐχ ὑπάρξει τὸ Β. πάλιν ἔστω ἡ κατηγορικὴ καθόλου τε καὶ ἀναγκαία, καὶ κείσθω πρὸς τῷ Β τὸ κατηγορικόν.
しかし、ΑはあるΓに属している。 したがって、ΒはあるΓに必然的に属さないことになる。 次に、肯定前提が全称かつ必然的であるとし、この肯定前提がΒに対して置かれるとしよう。
εἰ δὴ τὸ παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει, τῷ δὲ Γ τινὶ μὴ ὑπάρχει, ὅτι μὲν οὐχ ὑπάρξει τὸ Β τινὶ τῷ Γ, φανερόν, ἀλλʼ οὐκ ἐξ ἀνάγκης·
もしΑがすべてのΒに必然的に属し、Γの一部に属さないなら、ΒがあるΓに属さないことは明らかであるが、それは必然的にではない。
οἱ γὰρ αὐτοὶ ὅροι ἔσονται πρός τὴν ἀπόδειξιν: οἵπερ ἐπὶ τῶν καθόλου συλλογισμῶν.
なぜなら、証明のために用いられる項は、全称三段論法の場合と同じだからである。
ἀλλʼ οὐδʼ εἰ τὸ στερητικὸν ἀναγκαῖόν ἐστιν ἐν μέρει ληφθέν, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον·
また、否定前提が特称として必然的であると仮定されても、結論は必然的とはならない。
διὰ γὰρ τῶν αὐτῶν ὅρων ἡ ἀπόδειξις.
なぜなら、証明は同じ項によって行われるからである。