Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §9.9.1-9.9.9

兵士を叱咤激励するファビウスの演説

678 / 962 箇所 · ギリシア語

要旨

ファビウスはローマ軍に対し、これまでの腰抜けな態度を叱責しつつ、去年の裏切り行為を繰り返さないよう警告し、一致団結して敵の愚行を突き、果敢に戦うよう鼓舞する演説を行う。

§9.9.1βραδεῖα μὲν ἡ ἀγανάκτησις ὑμῶν γίνεται περὶ ὧν ὑβρίζεσθε ὑπὸ τῶν πολεμίων, ἄνδρες στρατιῶταί τε καὶ ἡγεμόνες·
兵士たち、そして指揮官たちよ、敵から受けている侮辱に対するあなた方の憤りは遅すぎる。
καὶ τὸ βουλόμενον ἑκάστου χωρεῖν ὁμόσε τοῖς ἐναντίοις πολὺ τοῦ δέοντος ὕστερον φαινόμενον ἄωρόν ἐστι.
そして、各人が敵に立ち向かおうと望むことは、必要な時期よりもはるかに遅れて現れており、時期を逸している。
παλαίτερον γὰρ ἔτι τοῦθʼ ὑμᾶς ἔδει πράττειν, ὅτε πρῶτον αὐτοὺς εἴδετε καταβαίνοντας ἐκ τῶν ἐρυμάτων καὶ μάχης ἄρχειν βουλομένους.
というのも、あなた方は、彼らが防壁から下りてきて戦いを始めようとしているのを最初に目にしたときにこそ、これをずっと前から実行すべきだったからである。
τότε γὰρ δήπου καλὸς ὁ περὶ τῆς ἡγεμονίας ἦν ἀγὼν καὶ τοῦ Ῥωμαίων φρονήματος ἄξιος.
そのときであれば、覇権をめぐる戦いは確かに美しく、ローマ人の誇りにふさわしいものであっただろう。
νῦν δʼ ἀναγκαῖος ἤδη γίνεται, καὶ οὐδʼ, ἂν τὸ κράτιστον λάβῃ §9.9.2τέλος, ὁμοίως καλός.
しかし今や、それはすでに不可避のものとなっており、たとえ最善の結末を迎えるとしても、同様に美しいものにはならない。
εὖ δὲ καὶ νῦν ποιεῖτε ὅμως ἐπανορθώσασθαι τὴν βραδυτῆτα βουλόμενοι καὶ τὰ παραλειφθέντα ἀναλαβεῖν, καὶ πολλὴ χάρις ὑμῖν τῆς ἐπὶ τὰ κράτιστα ὁρμῆς, εἴ γʼ ὑπʼ ἀρετῆς γίνεται·
とはいえ、あなた方がその遅れを取り戻し、怠られていたことを挽回しようと望んでいるのは、今となっては結構なことである。 そして、もしそれが美徳に発するものであるならば、最善のものへと向かうあなた方の衝動に深く感謝する。
κρεῖττον γάρ ἐστιν ὀψὲ ἄρξασθαι τὰ δέοντα πράττειν ἢ μηδέποτε·
というのも、なすべきことを始めるのは、遅くてもまったく行わないよりはましだからである。
εἴτʼ οὖν ἅπαντες ὁμοίους ἔχετε περὶ τῶν συμφερόντων λογισμούς, καὶ ἡ προθυμία τῆς ἐπὶ τὸν ἀγῶνα ὁρμῆς ἅπαντας ἡ αὐτὴ κατείληφε.
したがって、あなた方全員が共通の利益について同じ考えを抱いており、戦いへと向かう熱意が等しく全員を捉えているのだとすれば、結構なことである。
§9.9.3νῦν δὲ φοβούμεθα, μὴ τὰ περὶ τῆς κληρουχίας προσκρούσματα τῶν δημοτικῶν πρὸς τοὺς ἐν τέλει μεγάλης αἴτια τῷ κοινῷ γένηται βλάβης·
しかし現在、我々は、土地分配をめぐる平民たちと政権担当者たちとの間の衝突が、国家にとって大きな損害の原因となるのではないかと恐れている。
ὑποψία τε ἡμᾶς κατείληφεν, ὡς ἡ περὶ τῆς ἐξόδου καταβοὴ καὶ ἀγανάκτησις οὐκ ἀπὸ τῆς αὐτῆς προαιρέσεως παρὰ πάντων γίνεται, ἀλλʼ οἱ μὲν ὡς τιμωρησόμενοι τοὺς πολεμίους προθυμεῖσθε §9.9.4τοῦ χάρακος ἐξελθεῖν, οἱ δʼ ὡς ἀποδρασόμενοι.
また、出撃を求める叫びや憤りが、全員において同じ意図から生じているのではなく、一部の者たちは敵を罰しようとして出撃することを熱望している一方で、他の者たちは逃亡しようとしているのではないか、という疑念が我々を捉えている。
ἐξ ὧν δὲ παρέστηκεν ἡμῖν ταῦθʼ ὑποπτεύειν, οὐ μαντεῖαί εἰσιν οὐδὲ στοχασμοί, ἀλλʼ ἔργα ἐμφανῆ καὶ οὐδὲ ταῦτα παλαιά, ἀλλʼ ἐν τῷ παρελθόντι ἐνιαυτῷ γενόμενα, ὡς ἅπαντες ἴστε, ὅτʼ ἐπὶ τοὺς αὐτοὺς πολεμίους τούτους πολλῆς καὶ ἀγαθῆς ἐξελθούσης στρατιᾶς, καὶ τῆς πρώτης μάχης τὸ κράτιστον ἡμῖν λαβούσης τέλος, δυνηθέντος ἂν τοῦ τότʼ ἄγοντος ὑμᾶς ὑπάτου Καίσωνος, ἀδελφοῦ δʼ ἐμοῦ τουδὶ καὶ τὸν χάρακα τῶν πολεμίων ἐξελεῖν καὶ νίκην τῇ πατρίδι καταγαγεῖν λαμπροτάτην, φθονήσαντες αὐτῷ δόξης τινές, ὅτι δημοτικὸς οὐκ ἦν, οὐδὲ τὰ κεχαρισμένα τοῖς πένησι διετέλει πολιτευόμενος, τῇ πρώτῃ νυκτὶ μετὰ τὴν μάχην ἀνασπάσαντες τὰς σκηνὰς ἄνευ παραγγέλματος ἀπέδρασαν ἐκ τοῦ χάρακος, οὔτε τὸν κίνδυνον ἐνθυμηθέντες τὸν καταληψόμενον αὐτοὺς ἀτάκτως καὶ χωρὶς ἡγεμόνος ἀπιόντας ἐκ πολεμίας γῆς καὶ ταῦτʼ ἐν νυκτί, οὔτε τὴν αἰσχύνη, ὅση καθέξειν αὐτοὺς ἔμελλεν, ὑπολογισάμενοι, ὅτι παρεχώρουν τοῖς πολεμίοις τῆς ἡγεμονίας, τὸ γοῦν ἐφʼ ἑαυτοῖς μέρος, καὶ ταῦθʼ οἱ
このような疑いを抱くに至った根拠は、神託でも推測でもなく、明白な事実であり、それも古い出来事ではなく、あなた方全員が知っているように、まさに去年に起こったことなのである。 そのとき、まさにこの同じ敵に対して、数多く優秀な軍勢が出撃し、最初の戦闘が我々にとって最善の結末を迎えたが、当時あなた方を率いていた執政官カイソ、すなわちここにいる私の兄弟が、敵の陣地を奪取し、祖国に最も輝かしい勝利をもたらすことができたはずであったにもかかわらず、一部の者たちが、彼が平民派ではなく、貧民に喜ばれるような政治を行わなかったという理由で、彼の名声を妬み、戦闘の後の最初の夜に、命令もなしにテントを撤収し、陣地から逃亡してしまったのである。 彼らは、敵の土地から無秩序に、かつ指導者もなしに、しかも夜間に立ち去る自分たちを襲うであろう危険を考慮することもせず、敵に対して、少なくとも自分たちに関する限り、覇権を譲り渡すことになるという、彼らを捕らえるはずの不名誉を計算に入れもしなかった。
§9.9.5νικήσαντες τοῖς κεκρατημένοις.
しかも、勝利した者たちが敗者たちに対して(覇権を譲るという不名誉である)。
τούτους δὴ τοὺς ἄνδρας ὀρρωδοῦντες, ὦ ταξίαρχοί τε καὶ λοχαγοὶ καὶ στρατιῶται, τοὺς οὔτʼ ἄρχειν δυναμένους οὔτʼ ἄρχεσθαι βουλομένους πολλοὺς καὶ αὐθάδεις ὄντας καὶ τὰ ὅπλα ἔχοντας ἐν χερσίν, οὔτε πρότερον ἐβουλόμεθα μάχην συνάπτειν οὔτε νῦν ἔτι θαρσοῦμεν ἐπὶ τοιούτοις συμμάχοις τὸν ὑπὲρ τῶν μεγίστων ἀγῶνα ἄρασθαι, μὴ κωλύματα καὶ βλάβαι γένωνται τοῖς ἅπαντα τὰ καθʼ §9.9.6ἑαυτοὺς πρόθυμα παρεχομένοις.
大隊長たち、百人隊長たち、そして兵士たちよ、支配することもできず、支配されることも望まず、数が多く傲慢で、武器を手に握っているこのような男たちを恐れるがゆえに、我々は以前にも戦闘を交えることを望まなかったし、今また、このような同盟者を頼りにして最も重大な事柄をめぐる戦いに打って出る勇気を持てないのである。 それは、自分にできるすべての熱意を提供している者たちにとって、彼らが妨げや損害とならないようにするためである。
εἰ μέντοι κἀκείνων ὁ θεὸς ἐπὶ τὰ κρείττω τὸν νοῦν ἄγει νυνὶ καὶ καταβαλόντες τὸ στασιάζον, ὑφʼ οὗ πολλὰ καὶ μεγάλα βλάπτεται τὸ κοινόν, ἤ γε δὴ εἰς τοὺς τῆς εἰρήνης ἀναβαλόμενοι καιρούς, ἐπανορθώσασθαι βούλονται τὰ παρελθόντα ὀνείδη τῇ νῦν ἀρετῇ, μηδὲν ἔτι τὸ κωλῦσον ἔστω χωρεῖν ὑμᾶς ἐπὶ τοὺς πολεμίους, τὰς ἀγαθὰς προβαλλομένους ἐλπίδας.
しかしながら、もし神が今や彼らの心をもより良い方向へと導いており、国家に多くの甚大な損害を与える反乱的な精神を捨て去るか、あるいは少なくともそれを平和な時期まで先送りにして、過去の不名誉を現在の勇気によって挽回したいと望んでいるのなら、あなた方が良き希望を抱いて敵へと向かうことを妨げるものは、もはや何一つあってはならない。
§9.9.7ἔχομεν δὲ πολλὰς μὲν καὶ ἄλλας ἀφορμὰς εἰς τὸ νικᾶν, μεγίστας δὲ καὶ κυριωτάτας, ἃς τὸ τῶν πολεμίων ἀνόητον ἡμῖν παρέχει, οἵ γε πλήθει στρατιᾶς μακρῷ προὔχοντες ἡμῶν καὶ τούτῳ μόνῳ δυνηθέντες ἂν πρὸς τὰς ἡμετέρας τόλμας τε καὶ ἐμπειρίας ἀντέχειν ἀπεστερήκασι τῆς μόνης ὠφελείας ἑαυτοὺς ἀπαναλώσαντες τὸ πλεῖον τῆς δυνάμεως μέρος εἰς τὰς τῶν φρουρίων φυλακάς.
我々には勝利するための他の多くの手段があるが、最大かつ最も決定的なものは、敵の愚行が我々に提供してくれているものである。 なぜなら、彼らは軍勢の数において我々をはるかに領駕しており、これだけによって我々の勇敢さと経験に対抗し得たはずであるのに、兵力の大半を砦の守備に浪費することによって、自らその唯一の強みを奪ってしまったからである。
§9.9.8ἔπειτα δέον αὐτοὺς σὺν εὐλαβείᾳ καὶ λογισμῷ σώφρονι πράττειν ἕκαστα, ἐνθυμουμένους, πρὸς οἵους ἄνδρας ὁ κίνδυνος ἔσται, θρασέως καὶ ἀπερισκέπτως ἐπὶ τὸν ἀγῶνα χωροῦσιν, ὡς ἄμαχοί τινες καὶ ὡς ἡμῶν καταπεπληγότων αὐτούς.
さらに、どのような男たちを相手に危機が迫っているのかを考慮し、個々の行動を警戒と分別ある理知をもって行うべきであるのに、彼らはまるで自分たちが無敵であるかのように、また我々が彼らに怯えきっているかのように、傲慢かつ無謀に戦いへと赴いている。
αἱ γοῦν ἀποταφρεύσεις καὶ αἱ μέχρι τοῦ χάρακος ἡμῶν καθιππεύσεις καὶ τὰ πολλὰ ἐν λόγοις τε καὶ ἔργοις ὑβρίσματα τοῦτο δύναται.
実のところ、彼らによる濠の開削や、我が陣地への騎兵の襲撃、そして言葉と行為による数々の侮辱は、このことを意味しているのである。
§9.9.9ταῦτά τε δὴ ἐνθυμούμενοι καὶ τῶν προτέρων ἀγώνων μεμνημένοι πολλῶν ὄντων καὶ καλῶν, ἐν οἷς αὐτοὺς ἐνικᾶτε, χωρεῖτε μετὰ προθυμίας καὶ ἐπὶ τόνδε τὸν ἀγῶνα·
それゆえ、これらのことを心に留め、あなた方が彼らに勝利した、数多く輝かしい過去の戦いを思い起こし、熱意をもってこの戦いにも赴くがよい。
καὶ ἐν ᾧ ἂν ὑμῶν ἕκαστος χωρίῳ ταχθῇ, τοῦθʼ ὑπολαβέτω καὶ οἶκον εἶναι καὶ κλῆρον καὶ πατρίδα·
そして、あなた方の各自が配置される場所を、家であり、領地であり、祖国であると見なすのだ。
καὶ ὅ τε σώζων τὸν παραστάτην ἑαυτῷ πράττειν τὴν σωτηρίαν ὑπολαβέτω, καὶ ὁ ἐγκαταλιπὼν τὸν πέλας ἑαυτὸν ἡγείσθω τοῖς πολεμίοις προδιδόναι.
また、隣の戦友を救う者は、自分自身に救いをもたらしていると考え、隣人を置き去りにする者は、自分自身を敵に引き渡していると見なすようにせよ。
μάλιστα δʼ ἐκεῖνο μεμνῆσθαι προσῆκεν, ὅτι μενόντων μὲν ἀνδρῶν καὶ μαχομένων ὀλίγον τὸ ἀπολλύμενόν ἐστιν, ἐγκλινάντων δὲ καὶ φευγόντων κομιδῇ βραχὺ σωζόμενον.
そして何よりも、踏みとどまって戦う者たちにあっては失われるものは少なく、たじろいで逃亡する者たちにあっては救われるものは極めてわずかであることを記憶しておくべきである。

語釈・文法注

  1. §9.9.1περὶ ὧν — 関係代名詞 ὧ(ν) は、前置詞 περี่ の目的語となるために先行詞の属格に同化(引き込み、attraction)されたものであり、本来は `περὶ τούτων ἃ` (「〜ということについて」)という構造。関係節内の動詞 `ὑβρίζεσθε` における内的な対格(同格対格)である `ἃ` が属格に変化したものである。
  2. §9.9.4δυνηθέντος ἂν — 絶対属格(genitive absolute)の中で用いられている分詞に小辞 `ἄν` が伴うことで、過去の反実仮想(潜在的・可能性「〜し得たであろうに」)を表している。直説法過去を用いた主節の表現 `ἐδυνήθη ἄν` が、絶対属格の主語 `τοῦ... ὑπάτου Καίσωνος` の修飾のために分詞形に書き換えられたものである。
  3. §9.9.6ἤ γε δὴ — 「あるいは少なくとも」の意味で用いられる。反乱的な精神を完全に捨て去るという最善の選択肢(`καταβαλόντες`)が不可能な場合でも、妥協案としてそれを平和な時期まで保留する(`ἀναβαλόμενοι`)という最低限の限定的オルタナティブを提示している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §9.9.1-9.9.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.9.1-9.9.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。