§9.10.1ἔτι δʼ αὐτοῦ λέγοντος τὰ εἰς τὸ γενναῖον ἐπαγωγὰ καὶ πολλὰ μεταξὺ τῶν λόγων ἐκχέοντος δάκρυα, λοχαγῶν τε καὶ ταξιάρχων καὶ τῶν ἄλλων στρατιωτῶν ἕκαστον, ᾧ συνῄδει τι λαμπρὸν ἔργον ἐν μάχαις ἀποδειξαμένῳ, κατʼ ὄνομα ἀνακαλοῦντος, καὶ πολλὰ καὶ μεγάλα τοῖς ἀριστεύσασι κατὰ τὴν μάχην φιλάνθρωπα δώσειν ὑπισχνουμένου πρὸς τὸ τῶν πράξεων μέγεθος, τιμάς τε καὶ πλούτους καὶ τὰς ἄλλας βοηθείας, ἀναβοήσεις ἐξ ἁπάντων ἐγίνοντο θαρρεῖν τε παρακελευομένων καὶ ἄγειν ἐπὶ τὸν ἀγῶνα ἀξιούντων.
彼がなおも、気高きことへと誘う言葉を語りその言葉の合間に多くの涙を流しながら、大隊長たちや百人隊長たち、そして他の兵士たちのうち、戦闘において輝かしい功績を示したことを彼が自ら知っている各人を名指しで呼び、さらに戦闘において抜群の功績を立てた者たちには、その行為の大きさに応じて、名誉や富、その他の恩賞などの、多くの多大な恩恵を与えることを約束しているうちに、全員から彼を元気づける叫び声が沸き起こり、自分たちを戦闘へと率いていくよう求めた。
§9.10.2ἐπειδὴ δʼ ἐπαύσατο, προέρχεταί τις ἐκ τοῦ πλήθους, Μάρκος Φλαβολήιος ὄνομα, ἀνὴρ δημοτικὸς μὲν καὶ αὐτουργός, οὐ μὴν τῶν ἀπερριμμένων τις, ἀλλὰ τῶν ἐπαινουμένων δι’ ἀρετὴν καὶ τὰ πολέμια ἄλκιμος, καὶ διʼ ἄμφω ταῦτα ἑνὸς τῶν ταγμάτων τῇ λαμπροτάτῃ ἀρχῇ κεκοσμημένος, ᾗ τὰς ἑξήκοντα ἑκατονταρχίας ἕπεσθαί τε καὶ τὸ κελευόμενον ὑπηρετεῖν κελεύει ὁ νόμος.
彼が語り終えると、群衆の中からマルクス・フラウォレイウスという名の者が一人進み出た。 彼は平民であり自作農であったが、決して卑しい者の一人ではなく、徳のゆえに称賛され、戦争においては勇敢な男であり、これら両方の理由から、軍団の一つにおいて最も輝かしい官職を授かっており、法律はその官職に対して、60の百人隊が従い、命令されたことに奉仕するよう規定している。
τούτους Ῥωμαῖοι τοὺς ἡγεμόνας τῇ πατρίῳ γλώττῃ πριμοπίλους καλοῦσιν.
ローマ人はこれらの指揮官を祖国の言葉でプリモピルスと呼んでいる。
§9.10.3οὗτος ὁ ἀνήρ — ἦν δὲ πρὸς τοῖς ἄλλοις μέγας τε καὶ καλὸς ἰδεῖν — στάς, ὅθεν ἅπασιν ἔμελλεν ἔσεσθαι φανερός, Ἐπεὶ τοῦτʼ, ἔφησεν, ὦ ὕπατοι, δεδοίκατε, μὴ τὰ ἔργα ἡμῶν οὐχ ὅμοια γένηται τοῖς λόγοις, ἐγὼ πρῶτος ὑμῖν ὑπὲρ ἐμαυτοῦ τὸ βέβαιον τῆς ὑποσχέσεως ἐκ τῆς μεγίστης πίστεως παρέξομαι·
この男は――彼は他の点に加えて、大柄で見栄えも良かったが――全員からよく見える場所に立ち、こう言った。 「執政官たちよ、あなた方が、我々の行為が言葉と同じようにならないのではないかと恐れておられるからには、私がまず皆さんのために、自分自身に代わって、最大の信義をもって約束の確実さを提供しましょう。
καὶ ὑμεῖς δʼ, ὦ πολῖται τε καὶ τῆς αὐτῆς κοινωνοὶ τύχης, ὅσοι διεγνώκατε εἰς ἴσον καταστῆσαι τὰ ἔργα τοῖς λόγοις, §9.10.4οὐκ ἂν ἁμαρτάνοιτε ταὐτὸ ποιοῦντες ἐμοί.
そして、市民の皆さん、同じ運命の共有者たちよ、自分の行動を言葉と同等にすることを決意しているすべての者たちよ、私と同じことをしても誤りではないはずです。
ταῦτʼ εἰπὼν καὶ τὸ ξίφος ἀνατείνας ὤμοσε τὸν ἐπιχώριόν τε Ῥωμαίοις καὶ κράτιστον ὅρκον, τὴν ἀγαθὴν ἑαυτοῦ πίστιν, νικήσας τοὺς πολεμίους ἥξειν εἰς τὴν πόλιν, ἄλλως δʼ οὔ.
」このように語り、剣を掲げて、ローマ人に特有の、かつ最も強力な誓い、すなわち自身の高潔な信義にかけて、敵に勝利して都市に帰還し、そうでなければ帰還しないと誓った。
τοῦτον ὀμόσαντος τοῦ Φλαβοληίου τὸν ὅρκον πολὺς ἐξ ἁπάντων ἔπαινος ἐγένετο·
このフラウォレイウスが誓いを立てると、全員から大きな称賛が起こった。
καὶ αὐτίκα οἵ τε ὕπατοι ἀμφότεροι ταὐτὸν ἔδρων καὶ οἱ τὰς ἐλάττους ἔχοντες στρατηγίας χιλίαρχοί τε καὶ λοχαγοί, τελευτῶσα §9.10.5δʼ ἡ πληθύς.
そして直ちに、両執政官が同じことを行い、より小さな将職にある軍事官たちや百人隊長たちも、そして最後には民衆もこれを行った。
ἐπεὶ δὲ τοῦτʼ ἐγένετο, πολλὴ μὲν εὐθυμία πᾶσιν ἐνέπεσε, πολλὴ δὲ φιλότης ἀλλήλων, θάρσος τʼ αὖ καὶ μένος·
これが起こると、全員に大きな喜びが満ち、互いに対する大きな親愛の情、そしてまた勇気と闘志が湧き起こった。
καὶ ἀπελθόντες ἐκ τῆς ἐκκλησίας, οἱ μὲν ἵπποις χαλινοὺς ἐνέβαλλον, οἱ δὲ ξίφη καὶ λόγχας ἔθηγον, οἱ δὲ τὰ σκεπαστήρια τῶν ὅπλων ἐξέματτον·
そして民会から立ち去ると、ある者は馬に轡をはめ、ある者は剣や槍を研ぎ、ある者は武器のカバーを拭い去った。
καὶ ὀλίγου πᾶσα ἦν ἕτοιμος εἰς τὸν ἀγῶνα ἡ στρατιά.
そして、瞬く間に全軍が戦闘の準備を整えた。
§9.10.6οἱ δʼ ὕπατοι τοὺς θεοὺς εὐχαῖς τε καὶ θυσίαις καὶ λιταῖς ἐπικαλεσάμενοι τῆς ἐξόδου σφίσι γενέσθαι ἡγεμόνας, ἐξῆγον ἐκ τοῦ χάρακος ἐν τάξει καὶ κόσμῳ τὸν στρατόν.
執政官たちは、祈りと犠牲と懇願によって、神々に自分たちの出撃の導き手となってくれるよう呼び求め、整然とした規律正しい隊列で陣地から軍勢を率い出した。
καὶ οἱ Τυρρηνοὶ κατιόντας αὐτοὺς ἐκ τῶν ἐρυμάτων ἰδόντες ἐθαύμασάν τε καὶ ἀντεπεξῄεσαν ἁπάσῃ τῇ δυνάμει.
そしてエトルリア人は、彼らが防壁から下りてくるのを見て驚き、全軍をもって立ち向かってきた。