§9.9.1βραδεῖα μὲν ἡ ἀγανάκτησις ὑμῶν γίνεται περὶ ὧν ὑβρίζεσθε ὑπὸ τῶν πολεμίων, ἄνδρες στρατιῶταί τε καὶ ἡγεμόνες· καὶ τὸ βουλόμενον ἑκάστου χωρεῖν ὁμόσε τοῖς ἐναντίοις πολὺ τοῦ δέοντος ὕστερον φαινόμενον ἄωρόν ἐστι.
士兵们,指挥官们,你们对受到敌人的侮辱所产生的愤恨确实太迟了;而每个人想要与敌人交战的愿望,出现得比应当出现的时期晚得多,已经不合时宜了。
παλαίτερον γὰρ ἔτι τοῦθʼ ὑμᾶς ἔδει πράττειν, ὅτε πρῶτον αὐτοὺς εἴδετε καταβαίνοντας ἐκ τῶν ἐρυμάτων καὶ μάχης ἄρχειν βουλομένους.
因为当你们最初看到他们从防御工事上下来、企图开始交战时,你们早就应该这样做。
τότε γὰρ δήπου καλὸς ὁ περὶ τῆς ἡγεμονίας ἦν ἀγὼν καὶ τοῦ Ῥωμαίων φρονήματος ἄξιος. νῦν δʼ ἀναγκαῖος ἤδη γίνεται, καὶ οὐδʼ, ἂν τὸ κράτιστον λάβῃ
因为在那个时候,争夺霸权的战斗确实是光荣的,也配得上罗马人的气节;但现在,这已经成了迫不得已之事,而且即使它能取得最好的结局,也同样算不上光荣。
§9.9.2τέλος, ὁμοίως καλός. εὖ δὲ καὶ νῦν ποιεῖτε ὅμως ἐπανορθώσασθαι τὴν βραδυτῆτα βουλόμενοι καὶ τὰ παραλειφθέντα ἀναλαβεῖν, καὶ πολλὴ χάρις ὑμῖν τῆς ἐπὶ τὰ κράτιστα ὁρμῆς, εἴ γʼ ὑπʼ ἀρετῆς γίνεται·
尽管如此,你们现在想要纠正自己的迟缓、并收复那些被忽略的事情,也是做得对的。
κρεῖττον γάρ ἐστιν ὀψὲ ἄρξασθαι τὰ δέοντα πράττειν ἢ μηδέποτε·
如果这确实是出于美德的话,对于你们向着最美好的目标进发的冲动,我深表感谢;因为着手做该做的事,迟做总比不做好。
εἴτʼ οὖν ἅπαντες ὁμοίους ἔχετε περὶ τῶν συμφερόντων λογισμούς, καὶ ἡ προθυμία τῆς ἐπὶ τὸν ἀγῶνα ὁρμῆς ἅπαντας ἡ αὐτὴ κατείληφε.
因此,如果你们所有人对于共同利益有着相同的考虑,并且对于战斗的同样热忱也捕获了你们所有人,那就是极好的。
§9.9.3νῦν δὲ φοβούμεθα, μὴ τὰ περὶ τῆς κληρουχίας προσκρούσματα τῶν δημοτικῶν πρὸς τοὺς ἐν τέλει μεγάλης αἴτια τῷ κοινῷ γένηται βλάβης· ὑποψία τε ἡμᾶς κατείληφεν, ὡς ἡ περὶ τῆς ἐξόδου καταβοὴ καὶ ἀγανάκτησις οὐκ ἀπὸ τῆς αὐτῆς προαιρέσεως παρὰ πάντων γίνεται, ἀλλʼ οἱ μὲν ὡς τιμωρησόμενοι τοὺς πολεμίους προθυμεῖσθε
但现在,我们担心平民与执政者之间关于土地分配的冲突,会成为国家蒙受巨大损失的原因;我们心中也产生了一种怀疑:关于出击的叫喊和愤恨,并非出于所有人相同的意图,而是你们中的一些人热切希望走出营垒以便惩罚敌人,而另一些人则是为了逃跑。
§9.9.4τοῦ χάρακος ἐξελθεῖν, οἱ δʼ ὡς ἀποδρασόμενοι. ἐξ ὧν δὲ παρέστηκεν ἡμῖν ταῦθʼ ὑποπτεύειν, οὐ μαντεῖαί εἰσιν οὐδὲ στοχασμοί, ἀλλʼ ἔργα ἐμφανῆ καὶ οὐδὲ ταῦτα παλαιά, ἀλλʼ ἐν τῷ παρελθόντι ἐνιαυτῷ γενόμενα, ὡς ἅπαντες ἴστε, ὅτʼ ἐπὶ τοὺς αὐτοὺς πολεμίους τούτους πολλῆς καὶ ἀγαθῆς ἐξελθούσης στρατιᾶς, καὶ τῆς πρώτης μάχης τὸ κράτιστον ἡμῖν λαβούσης τέλος, δυνηθέντος ἂν τοῦ τότʼ ἄγοντος ὑμᾶς ὑπάτου Καίσωνος, ἀδελφοῦ δʼ ἐμοῦ τουδὶ καὶ τὸν χάρακα τῶν πολεμίων ἐξελεῖν καὶ νίκην τῇ πατρίδι καταγαγεῖν λαμπροτάτην, φθονήσαντες αὐτῷ δόξης τινές, ὅτι δημοτικὸς οὐκ ἦν, οὐδὲ τὰ κεχαρισμένα τοῖς πένησι διετέλει πολιτευόμενος, τῇ πρώτῃ νυκτὶ μετὰ τὴν μάχην ἀνασπάσαντες τὰς σκηνὰς ἄνευ παραγγέλματος ἀπέδρασαν ἐκ τοῦ χάρακος, οὔτε τὸν κίνδυνον ἐνθυμηθέντες τὸν καταληψόμενον αὐτοὺς ἀτάκτως καὶ χωρὶς ἡγεμόνος ἀπιόντας ἐκ πολεμίας γῆς καὶ ταῦτʼ ἐν νυκτί, οὔτε τὴν αἰσχύνη, ὅση καθέξειν αὐτοὺς ἔμελλεν, ὑπολογισάμενοι, ὅτι παρεχώρουν τοῖς πολεμίοις τῆς ἡγεμονίας, τὸ γοῦν ἐφʼ ἑαυτοῖς μέρος, καὶ ταῦθʼ οἱ §9.9.5νικήσαντες τοῖς κεκρατημένοις.
而使我们产生这种怀疑的依据,既非神谕也非推测,而是显而易见的事实,而且这些事并不遥远,正如你们大家都知道的那样,它们就发生去在年。 当时,一支庞大而精良的军队出发去迎击这同一个敌人,且首战为我们取得了最好的结局。 尽管当时率领你们的执政官凯索——也就是站在这里的我这位兄弟——本可以夺取敌人的营垒,并为祖国赢得最辉煌的胜利,某些人却因为他并非平民派,也未曾持续推行讨好穷人的政策而嫉妒他的名望,竟在战后的第一个夜晚,未经命令便拔营,从阵地中逃跑了。 他们既不考虑他们无秩序地、且在没有领袖的情况下,而且是在夜间撤离敌国领土时将要面临的危险,也不计算那注定要笼罩他们的耻辱有多深,因为他们竟然把霸权让给了敌人——至少就他们自身而言——而且这还是战胜者让给被征服者。
τούτους δὴ τοὺς ἄνδρας ὀρρωδοῦντες, ὦ ταξίαρχοί τε καὶ λοχαγοὶ καὶ στρατιῶται, τοὺς οὔτʼ ἄρχειν δυναμένους οὔτʼ ἄρχεσθαι βουλομένους πολλοὺς καὶ αὐθάδεις ὄντας καὶ τὰ ὅπλα ἔχοντας ἐν χερσίν, οὔτε πρότερον ἐβουλόμεθα μάχην συνάπτειν οὔτε νῦν ἔτι θαρσοῦμεν ἐπὶ τοιούτοις συμμάχοις τὸν ὑπὲρ τῶν μεγίστων ἀγῶνα ἄρασθαι, μὴ κωλύματα καὶ βλάβαι γένωνται τοῖς ἅπαντα τὰ καθʼ
大队官、百人队长以及战士们啊,正是因为惧怕这些人——这些既不能统治又不愿受治、人数众多且傲慢、手里握着武器的人——我们以前既不愿交战,现在也仍没有勇气凭借这样的盟友去承担一场关系到最重大身家性命的战斗,免得他们成为那些在自己方面尽心竭力之人前进路上的阻碍和祸端。
§9.9.6ἑαυτοὺς πρόθυμα παρεχομένοις. εἰ μέντοι κἀκείνων ὁ θεὸς ἐπὶ τὰ κρείττω τὸν νοῦν ἄγει νυνὶ καὶ καταβαλόντες τὸ στασιάζον, ὑφʼ οὗ πολλὰ καὶ μεγάλα βλάπτεται τὸ κοινόν, ἤ γε δὴ εἰς τοὺς τῆς εἰρήνης ἀναβαλόμενοι καιρούς, ἐπανορθώσασθαι βούλονται τὰ παρελθόντα ὀνείδη τῇ νῦν ἀρετῇ, μηδὲν ἔτι τὸ κωλῦσον ἔστω χωρεῖν ὑμᾶς ἐπὶ τοὺς πολεμίους, τὰς ἀγαθὰς προβαλλομένους ἐλπίδας.
然而,如果神现在也将他们的心意引向更好的方面,并且他们抛弃了使国家屡受巨大损害的叛乱之风——或者至少将其推迟到和平时期——并渴望以当下的英勇来挽回过去的耻辱,那么,就不要再有任何阻碍去阻止你们怀着美好的希望向敌人进军。
§9.9.7ἔχομεν δὲ πολλὰς μὲν καὶ ἄλλας ἀφορμὰς εἰς τὸ νικᾶν, μεγίστας δὲ καὶ κυριωτάτας, ἃς τὸ τῶν πολεμίων ἀνόητον ἡμῖν παρέχει, οἵ γε πλήθει στρατιᾶς μακρῷ προὔχοντες ἡμῶν καὶ τούτῳ μόνῳ δυνηθέντες ἂν πρὸς τὰς ἡμετέρας τόλμας τε καὶ ἐμπειρίας ἀντέχειν ἀπεστερήκασι τῆς μόνης ὠφελείας ἑαυτοὺς ἀπαναλώσαντες τὸ πλεῖον τῆς δυνάμεως μέρος εἰς τὰς τῶν φρουρίων φυλακάς.
我们拥有许多其他克敌制胜的凭仗,但其中最大、最关键的,是敌人的愚蠢为我们提供的;因为他们虽然在军队人数上远远超过我们,且唯独凭借这一点本可以抵挡我们的勇敢与经验,却因为将主力部队的大部分消耗在看守岗哨上,而剥夺了自己唯一的优势。
§9.9.8ἔπειτα δέον αὐτοὺς σὺν εὐλαβείᾳ καὶ λογισμῷ σώφρονι πράττειν ἕκαστα, ἐνθυμουμένους, πρὸς οἵους ἄνδρας ὁ κίνδυνος ἔσται, θρασέως καὶ ἀπερισκέπτως ἐπὶ τὸν ἀγῶνα χωροῦσιν, ὡς ἄμαχοί τινες καὶ ὡς ἡμῶν καταπεπληγότων αὐτούς.
此外,他们本该在每一件事上都带着谨慎和清醒的理智行事,思量自己将要面对什么样的对手,却反而狂妄且轻率地投身战斗,仿佛他们是不可战胜的,而我们则被他们吓破了胆。
αἱ γοῦν ἀποταφρεύσεις καὶ αἱ μέχρι τοῦ χάρακος ἡμῶν καθιππεύσεις καὶ τὰ πολλὰ ἐν λόγοις τε καὶ ἔργοις ὑβρίσματα τοῦτο δύναται.
无论如何,他们开挖壕沟、甚至骑兵冲锋直达我们的营地,以及言行中的许多侮辱,都说明了这一点。
§9.9.9ταῦτά τε δὴ ἐνθυμούμενοι καὶ τῶν προτέρων ἀγώνων μεμνημένοι πολλῶν ὄντων καὶ καλῶν, ἐν οἷς αὐτοὺς ἐνικᾶτε, χωρεῖτε μετὰ προθυμίας καὶ ἐπὶ τόνδε τὸν ἀγῶνα· καὶ ἐν ᾧ ἂν ὑμῶν ἕκαστος χωρίῳ ταχθῇ, τοῦθʼ ὑπολαβέτω καὶ οἶκον εἶναι καὶ κλῆρον καὶ πατρίδα· καὶ ὅ τε σώζων τὸν παραστάτην ἑαυτῷ πράττειν τὴν σωτηρίαν ὑπολαβέτω, καὶ ὁ ἐγκαταλιπὼν τὸν πέλας ἑαυτὸν ἡγείσθω τοῖς πολεμίοις προδιδόναι.
因此,记住这些事,并回想起你们过去的许多光荣战役——在那些战役中你们击败了他们——怀着热忱也投身到眼前的这场战斗中去吧;并且,让你们每个人把被分派到的岗位,都看作是自己的家园、产业和祖国;让救护战友的人认为自己是在保全自身的安全,让遗弃邻人的人认为自己是在将自己出卖给敌人。
μάλιστα δʼ ἐκεῖνο μεμνῆσθαι προσῆκεν, ὅτι μενόντων μὲν ἀνδρῶν καὶ μαχομένων ὀλίγον τὸ ἀπολλύμενόν ἐστιν, ἐγκλινάντων δὲ καὶ φευγόντων κομιδῇ βραχὺ σωζόμενον.
但最需要记住的是:当人们坚守阵地并战斗时,所损失的微乎其微;而当他们屈服并逃跑时,能保全的极其有限。