§9.68.1Αἰκανοὶ δὲ καὶ Οὐολοῦσκοι προνομεύσαντες αὐτῶν τὴν χώραν ἀδεῶς ἐπὶ τοὺς Τυσκλάνων ἀγροὺς ἀφίκοντο.
他方、アイクイ人とボルスキ人は彼らの土地をやすやすと略奪したのち、トゥスクルム人の野へと到着した。
διαρπάσαντες δὲ καὶ τούτους οὐδενὸς ἀμυνομένου παρῆσαν εἰς τοὺς Γαβίνων ὅρους.
そしてこれをも略奪し、誰も防ぎ戦う者がいなかったため、ガビイ人の領土へと進んだ。
ἐλάσαντες δὲ καὶ διὰ ταύτης ἀδεῶς τῆς γῆς ἐπὶ τὴν Ῥώμην ἀφικνοῦντο.
この地をも恐れることなく進軍し、彼らはローマに迫った。
§9.68.2ἐθορύβησαν μὲν οὖν ἱκανῶς τὴν πόλιν, οὐ μὴν κρατῆσαί γʼ αὐτῆς ἠδυνήθησαν·
こうして彼らは市に少なからぬ動揺を与えたものの、これを占領することはどうしてもできなかった。
ἀλλὰ καίπερ ἐξασθενοῦντες οἱ Ῥωμαῖοι τὰ σώματα καὶ τοὺς ὑπάτους ἀπολωλεκότες ἀμφοτέρους — καὶ γὰρ ὁ Σερουίλιος ἐτεθνήκει νεωστί — καθοπλισάμενοι παρὰ δύναμιν τοῖς τείχεσιν ἐπέστησαν, τοῦ περιβόλου τῆς πόλεως ὄντος ἐν τῷ τότε χρόνῳ, ὅσος Ἀθηναίων τοῦ ἄστεος ὁ κύκλος·
すなわち、ローマ人たちは肉体的に極度に衰弱し、両執政官をともに失っていたにもかかわらず――というのもセルウィリウスもつい最近亡くなっていたからである――、力以上に武装を整えて城壁に立ちふさがったのである。 当時の市の外周の規模は、アテナイの市街を囲む環状の長さとほぼ同じであった。
καὶ τὰ μὲν ἐπὶ λόφοις κείμενα καὶ πέτραις ἀποτόμοις ὑπʼ αὐτῆς ἐστιν ὠχυρωμένα τῆς φύσεως καὶ ὀλίγης δεόμενα φυλακῆς·
そして、丘や切り立った岩の上に位置する部分は、自然そのものによって堅固に守られており、わずかな守備兵しか必要としなかった。
τὰ δʼ ὑπὸ τοῦ Τεβέριος τετειχισμένα ποταμοῦ, οὗ τὸ μὲν εὖρός ἐστι τεττάρων πλέθρων μάλιστα, βάθος δʼ οἷόν τε ναυσὶ πλεῖσθαι μεγάλαις, τὸ δὲ ῥεῦμα ὥσπερ τι καὶ ἄλλο ὀξὺ καὶ δίνας ἐργαζόμενον μεγάλας·
他方、ティベリス川によって防壁とされている部分は――この川の幅は最大でおよそ四プレトロンあり、水深は大型船が航行できるほどで、その流れは他のどれよりも急で、大きな渦を巻いていた――歩兵が橋なしに渡ることは不可能であった。
ὃν οὐκ ἔνεστι πεζοῖς διελθεῖν εἰ μὴ κατὰ γέφυραν, ἣ ἦν ἐν τῷ τότε χρόνῳ μία ξυλόφρακτος, ἣν ἔλυον ἐν τοῖς πολέμοις.
そしてその橋は当時、木造のものが一つあるのみで、彼らは戦争の際にはこれを取り外していた。
§9.68.3ἓν δὲ χωρίον, ὃ τῆς πόλεως ἐπιμαχώτατόν ἐστιν, ἀπὸ τῶν Αἰσκυλίνων καλουμένων πυλῶν μέχρι τῶν Κολλίνων, χειροποιήτως ἐστὶν ὀχυρόν.
しかし、市の中で最も攻撃にさらされやすい一箇所、すなわち、いわゆるエスクイリナ門からコッリナ門に至る部分は、人工的に堅固にされていた。
τάφρος τε γὰρ ὀρώρυκται πρὸ αὐτοῦ πλάτος ᾗ βραχυτάτη μείζων ἑκατὸν ποδῶν, καὶ βάθος ἐστὶν αὐτῆς τριακοντάπουν·
というのも、その前方には堀が掘られており、幅は最も狭いところでも百フィート以上あり、その深さは三十フィートに達していたからである。
τεῖχος δʼ ὑπερανέστηκε τῆς τάφρου χώματι προσεχόμενον ἔνδοθεν ὑψηλῷ καὶ πλατεῖ, οἷον μήτε κριοῖς κατασεισθῆναι μήτε ὑπορυττομένων τῶν θεμελίων ἀνατραπῆναι.
また、堀の上には城壁がそびえ立ち、内側からは高く幅の広い土塁で支えられており、破城槌によって打ち崩されることも、土台が掘り崩されて倒壊することもないほどであった。
§9.68.4τοῦτο τὸ χωρίον ἑπτὰ μέν ἐστι μάλιστʼ ἐπὶ μῆκος σταδίων, πεντήκοντα δὲ ποδῶν ἐπὶ πλάτος·
この場所は、長さがおよそ七スタディオン、幅が五十フィートである。
ἐν ᾧ τότε οἱ Ῥωμαῖοι τεταγμένοι κατὰ πλῆθος ἀνεῖρξαν τῶν πολεμίων τὴν ἔφοδον οὔτε χελώνας χωστρίδας εἰδότων κατασκευάζειν τῶν τότʼ ἀνθρώπων, οὔτε τὰς καλουμένας ἑλεπόλεις μηχανάς.
そこに当時、ローマ人たちは大挙して陣を敷き、敵の襲撃を阻止した。 当時の人々は、堀を埋めるための移動式掩蔽の作り方も、いわゆるヘレポリスと呼ばれる攻城兵器の作り方も知らなかったからである。
οἱ μὲν δὴ πολέμιοι ἀπογνόντες τῆς πόλεως τὴν ἅλωσιν ἀπῄεσαν ἀπὸ τοῦ τείχους, καὶ δῃώσαντες τὴν χώραν, ὅσην διεξῆλθον, ἀπῆγον ἐπʼ οἴκου τὰς δυνάμεις.
かくして敵は市の攻略を断念して城壁から退き、通過したすべての土地を荒廃させたのち、軍勢を率いて本国へと帰還した。