Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.68.1-9.68.4

罗马依靠城防击退埃魁人与沃尔斯奇人

第 737 段,共 962 段 · 希腊语

内容简介

埃魁人和沃尔斯奇人蹂躏了罗马附近的领土并逼近该城;然而,罗马人尽管身体虚弱且失去了执政官,仍凭借自然地形、蒂伯河以及坚固的城墙和土堤成功抵御了进攻,迫使敌人撤退。

§9.68.1Αἰκανοὶ δὲ καὶ Οὐολοῦσκοι προνομεύσαντες αὐτῶν τὴν χώραν ἀδεῶς ἐπὶ τοὺς Τυσκλάνων ἀγροὺς ἀφίκοντο.
而埃魁人和沃尔斯奇人在毫无畏惧地掠夺了他们的土地后,来到了图斯库卢姆人的田野。
διαρπάσαντες δὲ καὶ τούτους οὐδενὸς ἀμυνομένου παρῆσαν εἰς τοὺς Γαβίνων ὅρους.
在也掠夺了这些地方之后,由于无人防守,他们进军到加比伊人的边境。
ἐλάσαντες δὲ καὶ διὰ ταύτης ἀδεῶς τῆς γῆς ἐπὶ τὴν Ῥώμην ἀφικνοῦντο.
在同样毫无畏惧地穿过这片土地进军之后,他们抵达了罗马。
§9.68.2ἐθορύβησαν μὲν οὖν ἱκανῶς τὴν πόλιν, οὐ μὴν κρατῆσαί γʼ αὐτῆς ἠδυνήθησαν· ἀλλὰ καίπερ ἐξασθενοῦντες οἱ Ῥωμαῖοι τὰ σώματα καὶ τοὺς ὑπάτους ἀπολωλεκότες ἀμφοτέρους — καὶ γὰρ ὁ Σερουίλιος ἐτεθνήκει νεωστί — καθοπλισάμενοι παρὰ δύναμιν τοῖς τείχεσιν ἐπέστησαν, τοῦ περιβόλου τῆς πόλεως ὄντος ἐν τῷ τότε χρόνῳ, ὅσος Ἀθηναίων τοῦ ἄστεος ὁ κύκλος· καὶ τὰ μὲν ἐπὶ λόφοις κείμενα καὶ πέτραις ἀποτόμοις ὑπʼ αὐτῆς ἐστιν ὠχυρωμένα τῆς φύσεως καὶ ὀλίγης δεόμενα φυλακῆς· τὰ δʼ ὑπὸ τοῦ Τεβέριος τετειχισμένα ποταμοῦ, οὗ τὸ μὲν εὖρός ἐστι τεττάρων πλέθρων μάλιστα, βάθος δʼ οἷόν τε ναυσὶ πλεῖσθαι μεγάλαις, τὸ δὲ ῥεῦμα ὥσπερ τι καὶ ἄλλο ὀξὺ καὶ δίνας ἐργαζόμενον μεγάλας· ὃν οὐκ ἔνεστι πεζοῖς διελθεῖν εἰ μὴ κατὰ γέφυραν, ἣ ἦν ἐν τῷ τότε χρόνῳ μία ξυλόφρακτος, ἣν ἔλυον ἐν τοῖς πολέμοις.
于是他们给城里造成了相当大的恐慌,然而决未能攻占它;因为罗马人尽管身体极度虚弱,并且失去了两位执政官——因为塞尔维乌斯也在不久前去世了——但他们还是超出力所能及地武装起来,坚守在城墙上,当时的城市周长与雅典城区的环绕长度相当;其中位于山丘和陡峭岩石上的部分,因自然天成而坚固,只需极少的防守;而由蒂伯河作屏障的部分——该河宽度约为四普勒特龙,水深足以行驶大船,水流极其湍急并形成巨大的漩涡——步兵除了通过桥梁之外无法渡过,而当时只有一座木制的桥梁,他们在战争时会将其拆除。
§9.68.3ἓν δὲ χωρίον, ὃ τῆς πόλεως ἐπιμαχώτατόν ἐστιν, ἀπὸ τῶν Αἰσκυλίνων καλουμένων πυλῶν μέχρι τῶν Κολλίνων, χειροποιήτως ἐστὶν ὀχυρόν.
但是,城中最易受攻击的一个地方,即从所谓埃斯奎里内门到科利内门的部分,则是通过人工加固的。
τάφρος τε γὰρ ὀρώρυκται πρὸ αὐτοῦ πλάτος ᾗ βραχυτάτη μείζων ἑκατὸν ποδῶν, καὶ βάθος ἐστὶν αὐτῆς τριακοντάπουν· τεῖχος δʼ ὑπερανέστηκε τῆς τάφρου χώματι προσεχόμενον ἔνδοθεν ὑψηλῷ καὶ πλατεῖ, οἷον μήτε κριοῖς κατασεισθῆναι μήτε ὑπορυττομένων τῶν θεμελίων ἀνατραπῆναι.
因为其前方挖有一条壕沟,最窄处的宽度也超过一百英尺,深度达三十英尺;城墙高耸于壕沟之上,内侧由高大宽阔的土堤支撑,其坚固程度既不会被破城槌震塌,也不会因地基被掏空而倾覆。
§9.68.4τοῦτο τὸ χωρίον ἑπτὰ μέν ἐστι μάλιστʼ ἐπὶ μῆκος σταδίων, πεντήκοντα δὲ ποδῶν ἐπὶ πλάτος· ἐν ᾧ τότε οἱ Ῥωμαῖοι τεταγμένοι κατὰ πλῆθος ἀνεῖρξαν τῶν πολεμίων τὴν ἔφοδον οὔτε χελώνας χωστρίδας εἰδότων κατασκευάζειν τῶν τότʼ ἀνθρώπων, οὔτε τὰς καλουμένας ἑλεπόλεις μηχανάς.
这个地方长度大约有七斯塔德,宽度为五十英尺;当时罗马人在此成群布防,击退了敌人的进攻,因为那个时代的人既不知道如何建造用于填沟的“龟甲车”,也不懂得制造被称为“攻城器”的器械。
οἱ μὲν δὴ πολέμιοι ἀπογνόντες τῆς πόλεως τὴν ἅλωσιν ἀπῄεσαν ἀπὸ τοῦ τείχους, καὶ δῃώσαντες τὴν χώραν, ὅσην διεξῆλθον, ἀπῆγον ἐπʼ οἴκου τὰς δυνάμεις.
于是,敌人对攻占该城感到绝望,便从城墙撤退,并在蹂躏了他们所经过的所有土地之后,率军返回家园。

词汇与语法注释

  1. 1934αὐτῶν — 人称代词 αὐτῶν(属格复数阳性)的先行词是前一章(9.67.6)末尾出现的 Ἕρνικες(赫尔尼奇人)。
  2. p.v.3p.396τοῦ περιβόλου τῆς πόλεως ὄντος — 属格独立结构,提供了当时罗马城墙周长与雅典城区相当的附加信息。
  3. 9.68.3πλάτος ᾗ βραχυτάτη — πλάτος 是关系宾格(表示“在宽度上”)。ᾗ βραχυτάτη 是使用关系代词单数阴性与格的副词性表达,意为“在最窄的地方”。
  4. 9.68.3οἷον μήτε κριοῖς κατασεισθῆναι — 形容词 οἷος(此处为中性单数 οἷον)后接不定式,表示程度或结果(“具有……样性质以至于……”)。
  5. 1936εἰδότων τῶν τότʼ ἀνθρώπων — 使用分词 εἰδότων(οἶδα 的完成时分词复数属格)的属格独立结构,解释了敌人无法攻破城墙的原因(当时人们不懂得制造攻城器械)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.68.1-9.68.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.68.1-9.68.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。