§9.67.1τῷ δὲ κατόπιν ἔτει Λευκίου Αἰβουτίου καὶ Ποπλίου Σερουιλίου Πρίσκου παρειληφότων τὴν ἀρχὴν οὐδὲν οὔτε κατὰ πολέμους ἔργον ἀπεδείξαντο Ῥωμαῖοι λόγου ἄξιον οὔτε πολιτικόν, ὑπὸ νόσου κακωθέντες ὡς οὔπω πρότερον λοιμικῆς· ἣ τὸ μὲν πρῶτον ἵππων τε φορβάδων καὶ βοῶν ἀγέλαις προσῆλθεν, ἀπὸ δὲ τούτων εἴς τʼ αἰπόλια καὶ ποίμνας κατέσκηψε, καὶ διέφθειρεν ὀλίγου δεῖν πάντα τὰ τετράποδα· ἔπειτα τῶν νομέων τε καὶ γεωργῶν ἥψατο, καὶ διελθοῦσα διὰ πάσης τῆς χώρας εἰς τὴν πόλιν ἐνέπεσε. §9.67.2θεραπόντων μὲν οὖν καὶ θητῶν καὶ τοῦ πένητος ὄχλου πλῆθος ὅσον διέφθειρεν, οὐ ῥᾴδιον ἦν εὑρεῖν. κατʼ ἀρχὰς μὲν γὰρ ἐφʼ ἁμάξαις σωρηδὸν οἱ θνήσκοντες ἀπεκομίζοντο, τελευτῶντες δʼ, ὧν ἐλάχιστος ἦν ὁ λόγος, εἰς τὸ τοῦ παραρρέοντος ποταμοῦ ῥεῖθρον ὠθοῦντο. τῶν δʼ ἐκ τοῦ βουλευτικοῦ συνεδρίου τὸ τέταρτον μέρος συνελογίσθη διεφθαρμένον, ἐν οἷς ἦσαν οἵ θʼ ὕπατοι ἀμφότεροι καὶ τῶν δημάρχων οἱ πλείους. §9.67.3ἤρξατο μὲν οὖν ἡ νόσος περὶ τὰς καλάνδας τοῦ Σεπτεμβρίου μηνός, διέμεινε δὲ τὸν ἐνιαυτὸν ἐκεῖνον ὅλον, ἅπασαν ὁμοίως καταλαμβάνουσα καὶ διεργαζομένη φύσιν τε καὶ ἡλικίαν. γενομένης δὲ τοῖς πλησιοχώροις γνώσεως τῶν κατεχόντων τὴν Ῥώμην κακῶν, καλὸν ἡγησάμενοι καιρὸν εἶναι Αἰκανοί τε καὶ Οὐολοῦσκοι καταλῦσαι τὴν ἀρχὴν αὐτῆς, συνθήκας τε καὶ ὅρκους ἐποιήσαντο πρὸς ἀλλήλους περὶ συμμαχίας· καὶ παρασκευασάμενοι τὰ εἰς πολιορκίαν ἐπιτήδεια, ὡς εἶχον ἀμφότεροι τάχους, ἐξῆγον τὰς δυνάμεις. §9.67.4ἵνα δὲ τὴν ἀπὸ τῶν συμμάχων ἀφέλοιντο τῆς Ῥώμης ἐπικουρίαν εἰς τὴν Λατίνων τε καὶ Ἑρνίκων γῆν πρῶτον ἐνέβαλον. ἀφικομένης δὲ πρεσβείας ἐπὶ τὴν βουλὴν ἀφʼ ἑκατέρου τῶν πολεμουμένων ἐθνῶν ἐπὶ συμμαχίας παράκλησιν ὁ μὲν ἕτερος τῶν ὑπάτων Λεύκιος Αἰβούτιος ἐκείνην ἔτυχε τὴν ἡμέραν τεθνηκώς, Πόπλιος δὲ Σερουίλιος ἐγγὺς ὢν τοῦ θανάτου· ὃς ἔτι ὀλίγον ἐμπνέων συνεκάλει §9.67.5τὴν βουλήν. τῶν δʼ οἱ πλείους ἡμιθνῆτες ἐπὶ κλινιδίων κομισθέντες καὶ συνεδρεύσαντες ἀπεκρίναντο τοῖς παροῦσιν ἀγγέλλειν τοῖς σφετέροις, ὅτι διὰ τῆς ἑαυτῶν ἀρετῆς τοὺς πολεμίους ἀμύνεσθαι ἡ βουλὴ αὐτοῖς ἐπιτρέπει, μέχρις ἂν ὁ ὕπατος ῥαίσῃ, καὶ ἡ §9.67.6συναγωνιουμένη δύναμις αὐτοῖς συναχθῇ. ταῦτα Ῥωμαίων ἀποκριναμένων Λατῖνοι μὲν ὅσα ἠδυνήθησαν ἐκ τῶν ἀγρῶν εἰς τὰς πόλεις ἀνασκευασάμενοι φυλακὴν ἐποιοῦντο τῶν τειχῶν, τὰ δʼ ἄλλα περιεώρων ἀπολλύμενα. Ἕρνικες δὲ δυσανασχετοῦντες ἐπὶ τῇ λύμῃ καὶ διαρπαγῇ τῶν ἀγρῶν, ἀναλαβόντες τὰ ὅπλα ἐξῆλθον. ἀγωνισάμενοι δὲ λαμπρῶς καὶ πολλοὺς μὲν ἀποβαλόντες τῶν σφετέρων, πολλῷ δʼ ἔτι πλείους ἀποκτείναντες τῶν πολεμίων, ἐκβιασθέντες εἰς τὰ τείχη κατέφυγον, καὶ οὐκέτι μάχης ἐπειρῶντο.
翌年、ルキウス・アイブティウスとプブリウス・セルウィリウス・プリスクスが執政官の職を引き継いだが、ローマ人は、かつてないほどの疫病に苦しめられたため、戦争においても国政においても、言及するに値するいかなる業績も示さなかった。その病は、最初は放牧されている馬や牛の群れに襲いかかり、それから山羊や羊の群れへと飛び火して、四足獣のほとんどすべてを死に追いやった。次いで牧人や農民たちにも及び、地方の全域を通り抜けて、ついに都市へと侵入した。それゆえ、奴隷や雇い人、そして貧しい群衆のうち、どれほど多くの者が命を落としたかを知ることは容易ではなかった。というのも、初めのうちは死者たちが荷車に山積みにされて運び出されていたが、最後には、最も顧みられなかった人々は、傍らを流れる川の流れの中に投げ込まれたからである。元老院の議員のうち四分の一が死亡したと計算され、その中には両執政官と護民官の大部分が含まれていた。さて、この病は九月のカランダエ(第一日)のころに始まり、その年全体にわたって持続し、あらゆる体質や年齢の人々を等しく襲って死に至らしめた。ローマを襲っている災厄のことが近隣の諸民族に知れ渡ると、アイクイ人とウォルスキ人は、ローマの支配を覆す絶好の機会であると考え、互いに同盟に関する条約を結び、誓いを交わした。そして、攻城戦に必要なものを準備すると、両者ともできる限りの速さで軍勢を率いて出撃した。彼らは、同盟国からローマへの援助を断つために、まずラティヌス人とヘルニキ人の土地に侵入した。攻撃を受けている両民族のそれぞれから、同盟の要請のために元老院に使節が到着したとき、執政官の一人ルキウス・アイブティウスはちょうどその日に亡くなっており、プブリウス・セルウィリウスも死に瀕していた。彼はまだわずかに息を引き取りながらも、元老院を召集した。議員たちの大部分は、半死半生の状態で小さな寝台に載せられて運ばれてきて会議を開き、使節たちに対して、自分たちの同胞に次のように伝えるよう答えた。すなわち、執政官が回復し、彼らとともに戦うべき軍勢が彼らのために集結するまでは、自分たちの勇気によって敵を防ぐことを元老院は彼らに許可する、ということである。ローマ人がこのように答えると、ラティヌス人は田野から運び出せる限りのものを都市へと移し、城壁の守りを固め、その他のものは荒廃するに任せた。しかしヘルニキ人は、田野が破壊され略奪されるのを耐えがたく思い、武器を取って出撃した。彼らは目覚ましく戦い、味方を多く失ったものの、敵をそれよりはるかに多く殺害したが、最後には圧倒されて城壁の中へと逃げ込み、もはや戦闘を試みようとはしなかった。