§9.69.1Ῥωμαῖοι δὲ τοὺς καλουμένους ἀντιβασιλεῖς ἑλόμενοι τῶν ἀρχαιρεσίων ἕνεκα, ὃ ποιεῖν εἰώθασιν, ὅταν ἀναρχία κατάσχῃ τὴν πόλιν, ὑπάτους ἀπέδειξαν Λεύκιον Λοκρήτιον καὶ Τῖτον Οὐετούριον Γέμινον.
ローマ人たちは、市に無政府状態が生じたときに平素行うことであるが、選挙のためにいわゆるインターレクスを選出したのち、ルキウス・ルクレティウスとティトゥス・ウェトゥリウス・ゲミヌスを執政官に指名した。
ἐπὶ τῆς τούτων ἀρχῆς ἥ τε νόσος ἐπαύσατο καὶ τὰ πολιτικὰ ἐγκλήματα ἀναβολῆς ἔτυχε, τά τʼ ἴδια καὶ τὰ κοινά, πειραθέντος μὲν αὖθις τὸ περὶ τῆς κληρουχίας πολίτευμα κινεῖν ἑνὸς τῶν δημάρχων Σέξτου Τιτίου, κωλύσαντος δὲ τοῦ δήμου καὶ εἰς ἐπιτηδειοτέρους ὑπερθεμένου καιρούς.
彼らの執政のもとで疫病は終息し、政治的な告発は私的なものも公的なものも延期となった。 これは、護民官の一人セクストゥス・ティティウスが土地分配に関する法案を再び動かそうと試みたものの、民衆がこれを阻み、より適した時期へと延期したからである。
§9.69.2προθυμία τε πολλὴ πᾶσιν ἐνέπεσε τιμωρήσασθαι τοὺς ἐπιστρατεύσαντας τῇ πόλει κατὰ τὸν τῆς νόσου καιρόν·
また、疫病の時期に市に対して軍を進めてきた者たちに復讐せんとする強い熱意が全員に沸き起こった。
καὶ αὐτίκα τῆς βουλῆς ψηφισαμένης καὶ τοῦ δήμου τὸν πόλεμον ἐπικυρώσαντος κατεγράφοντο τὰς δυνάμεις, οὐδενὸς τῶν ἐχόντων στρατεύσιμον ἡλικίαν οὐδʼ, εἴ τινα ὁ νόμος ἀπέλυεν, ἀξιοῦντος ἐκείνης ἀπολειφθῆναι τῆς στρατείας·
そして直ちに元老院が決議し、民衆が戦争を承認したため、彼らは軍を招集したが、兵役に就く年齢にある者のうち誰一人として、また、たとえ法が免除していたとしても、その遠征から除外されることを望む者はいなかった。
νεμηθείσης δὲ τριχῇ τῆς δυνάμεως μία μὲν ὑπελείφθη φυλάττειν τὴν πόλιν, ἧς ἡγεῖτο Κόιντος Φούριος ἀνὴρ ὑπατικός·
軍勢が三つに分割されたのち、一つは市を警備するために残され、これには元執政官のクイントゥス・フリウスが指揮を執った。
αἱ δὲ δύο σὺν τοῖς ὑπάτοις ἐξῆλθον ἐπί τʼ §9.69.3Αἰκανοὺς καὶ Οὐολούσκους.
残りの二つは執政官たちとともに、アイクイ人とボルスキ人に向けて出撃した。
τὸ δʼ αὐτὸ τοῦτο καὶ ὑπὸ τῶν πολεμίων ἔτυχεν ἤδη γεγονός.
しかしこれと全く同じことが、すでに敵側によっても行われていた。
ἡ μὲν γὰρ κρατίστη δύναμις ἀφʼ ἑκατέρου τῶν ἐθνῶν συνελθοῦσα ὑπαίθριος ἦν ὑπὸ δυσὶν ἡγεμόσι, καὶ ἔμελλεν ἀπὸ τῆς Ἑρνίκων γῆς, ἐν ᾗ τότʼ ἦν, ἀρξαμένη πᾶσαν ἐπελεύσεσθαι τὴν Ῥωμαίων ὑπήκοον·
すなわち、両民族から集まった最強の軍勢は二人の指揮官のもと野外に陣を敷いており、当時彼らがいたヘルニキ人の土地を出発点として、ローマの支配下にある全領土に侵攻しようとしていた。
ἡ δʼ ἧττον ἐκείνης χρησίμη τὰ οἰκεῖα πολίσματα ὑπελείφθη φυλάττειν, μή §9.69.4τις ἔφοδος αἰφνίδιος πολεμίων ἐπʼ αὐτὰ γένηται.
他方、それより戦闘力の劣る軍勢は、敵の突然の襲撃が自らの町に及ばないよう、本国の町々を警備するために残されていた。
πρὸς ταῦτα βουλευομένοις τοῖς Ῥωμαίων ὑπάτοις ἐδόκει κράτιστον εἶναι ταῖς πόλεσιν αὐτῶν πρῶτον ἐπιχειρεῖν, κατὰ τοιόνδε τινὰ λογισμόν, ὅτι διαλυθήσεται τὸ κοινὸν αὐτῶν στράτευμα, εἰ πύθοιντο ἕκαστοι τὰ οἰκεῖα ἐν τοῖς ἐσχάτοις ὄντα κινδύνοις, καὶ πολὺ κρεῖττον ἡγήσεται τὰ σφέτερα σώζειν, ἢ τὰ τῶν πολεμίων φθείρειν.
これに対して策を練っていたローマの執政官たちには、次のような判断から、まず彼らの都市を攻撃するのが最善であると思われた。 すなわち、各自が自らの家が極限の危険に瀕していることを知れば、彼らの共同の軍勢は瓦解するであろうし、敵の領土を荒廃させるよりも自らのものを救うことの方がはるかに重要であると考えるであろう、ということである。
Λοκρήτιος μὲν οὖν εἰς τὴν Αἰκανῶν ἐνέβαλεν, Οὐετούριος δʼ εἰς τὴν Οὐολούσκων.
かくしてルクレティウスはアイクイ人の領土に、ウェトゥリウスはボルスキ人の領土に侵入した。
Αἰκανοὶ μὲν οὖν τὰ ἔξω πάντα ἀπολλύμενα περιορῶντες τὴν πόλιν καὶ τὰ φρούρια εἶχον ἐν φυλακῇ.
これに対しアイクイ人たちは、市街の外側がすべて破壊されるのを傍観しつつ、市と砦の警備に専念した。