§9.63.1ὁ δʼ ὕπατος ἐνθυμούμενος, ὅτι οὐκ ἀξιόμαχος ἔσται ἡ σὺν αὐτῷ δύναμις ἀγωνιζομένη πρὸς ἀμφότερα τὰ ἔθνη, πέμπει τινὰς ἐκ τῶν ἱππέων γράμματα εἰς τὴν Ῥώμην κομίζοντας, διʼ ὧν ἠξίου ταχεῖαν αὐτοῖς ἐλθεῖν ἐπικουρίαν, ὡς κινδυνευούσης ὅλης διαφθαρῆναι τῆς σὺν αὐτῷ στρατιᾶς.
しかし執政官は、自分とともにある軍勢がこれら両方の部族を相手に戦うには十分な力を持たないだろうと考え、騎兵のうち何人かをローマへ手紙を携えて派遣した。 その手紙によって、彼は彼らのもとに速やかな救援が来ることを求めた。 彼とともにある軍勢全体が全滅する危険に瀕しているという理由からであった。
§9.63.2ταῦτʼ ἐπιλεξάμενος ὁ συνύπατος αὐτοῦ Ποστόμιος — ἦσαν δὲ μέσαι νύκτες μάλιστα, ὅτε οἱ ἱππεῖς ἀφίκοντο — διὰ κηρύκων πολλῶν τοὺς βουλευτὰς ἐκ τῶν οἰκιῶν συνεκάλει·
これらを読み終えて、彼の同僚執政官ポストゥミウスは――なお、騎兵たちが到着したのはほぼ真夜中であったが――、多くの伝令を通じて元老院議員たちをその家々から召集した。
καὶ γίνεται δόγμα βουλῆς, πρὶν ἡμέραν λαμπρὰν γενέσθαι, Τῖτον μὲν Κοίντιον τὸν ὑπατεύσαντα τὸ τρίτον, ἔχοντα τοὺς ἀκμαιοτάτους τῶν νέων πεζούς τε καὶ ἱππεῖς, ἀρχῇ κοσμηθέντα ἀνθυπάτῳ χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐξ ἐφόδου·
そして、夜が明ける前に元老院の決議が下された。 すなわち、3度執政官を務めたティトゥス・クィンクティウスが、若者のうち最も血気盛んな歩兵と騎兵を率い、前執政官の職権を授けられて、直ちに出撃して敵に向かうこと。
Αὖλον δὲ Ποστόμιον τὸν ἕτερον τῶν ὑπάτων τὰς λοιπὰς δυνάμεις συναγαγόντα, ἃς ἔδει χρονιώτερον συνελθεῖν, ὡς ἂν αὐτῷ τάχους ἐγγένηται βοηθεῖν.
もう一人の執政官アウルス・ポストゥミウスは、集まるのにより時間が必要であった残りの軍勢を招集し、できるだけ速やかに救援に赴くこと。
ἡμέρα δʼ ἤδη.
そしてすでに夜が明けようとしていた。
§9.63.3διέφωσκε, καὶ ὁ Κοίντιος συνήγαγε τοὺς ἐθελοντὰς πεντακισχιλίους μάλιστʼ ἄνδρας· καὶ οὐ πολὺ ἐπισχὼν ἐξῆγεν ἐκ τῆς πόλεως.
夜が明け始めると、クィンクティウスはおよそ5000人の志願兵を集め、それほど時間を置かずに市から連れ出した。
τοῦθʼ ὑποπτεύσαντες ἔμενον οἱ Αἰκανοὶ καὶ πρὶν ἐλθεῖν ἐπικουρίαν τοῖς Ῥωμαίοις προσβάλλειν τῷ χάρακι αὐτῶν καὶ διανοηθέντες ὡς βίᾳ καὶ πλήθει ἁλωσόμενον ἐξῆλθον ἀθρόοι διχῇ νείμαντες αὑτούς.
これを予期したアイクィ人たちは、ローマ人に救援が到着する前であっても彼らの陣営を攻撃しようと待っており、力と多勢によって陣営を攻略できると考えて、自分たちを二手に分けて一斉に出撃した。
§9.63.4γίνεταί τε μέγας ἀγὼν διʼ ὅλης τῆς ἡμέρας ἰταμῶς αὐτῶν ἐπιβαινόντων τοῖς προτειχίσμασι κατὰ πολλὰ μέρη, καὶ οὔτε παλτῶν οὔτε βελῶν ὑπὸ τοξοτῶν οὔτε χερμάδων ἀπὸ σφενδόνης ἀφιεμένων ἀδιαλείπτοις βολαῖς ἀνειργομένων.
そして、彼らが多くの箇所で前方防壁に果敢に登ろうとし、絶え間ない斉射によって放たれる投げ槍や弓兵の矢、スリングの石によっても押しとどめられることがなかったため、一日中、大激戦が繰り広げられた。
ἔνθα δὴ παρακελευσάμενοι ἀλλήλοις ὅ τε ὕπατος καὶ ὁ πρεσβευτὴς ὑφʼ ἕνα καιρὸν ἀναπετάσαντες τὰς πύλας, ἅμα τοῖς ἀκμαιοτάτοις ἐκτρέχουσιν ἐπὶ τοὺς πολεμίους, κατʼ ἄμφω τε τὰ μέρη τῆς προσβολῆς συρράξαντες αὐτοῖς ἀποτρέπουσι τοὺς ἐπιβαίνοντας τῷ χάρακι.
そこで、執政官とレガトゥスは互いに励まし合い、同時に門を押し開くと、最も精強な者たちと共に敵に向かって撃って出た。 そして攻撃の双方の箇所で彼らと激突し、柵を登ろうとする者たちを撃退した。
τροπῆς δὲ γενομένης ὁ μὲν ὕπατος ἐπʼ ὀλίγον διώξας τοὺς καθʼ ἑαυτὸν ἀνέστρεψεν·
敵の敗走が始まると、執政官は自らの側の敵を少しの間追撃したのち、引き返した。
§9.63.5ὁ δʼ ἀδελφὸς αὐτοῦ καὶ πρεσβευτὴς Πόπλιος Φούριος ὑπὸ λήματός τε καὶ προθυμίας φερόμενος ἄχρι τῆς παρεμβολῆς τῶν πολεμίων ἤλασε διώκων τε καὶ κτείνων.
しかし彼の兄弟でありレガトゥスであるプブリウス・フリウスは、気概と熱意に駆られて、追撃し殺戮しながら敵の陣営にまで進撃した。
ἦσαν δὲ δύο σπεῖραι περὶ αὐτὸν οὐ πλείους ἀνδρῶν ἔχουσαι χιλίων.
彼の周囲には2つのコホルスがいたが、その人数は1000人以下であった。
τοῦτο μαθόντες οἱ πολέμιοι περὶ πεντακισχιλίους μάλιστα γενόμενοι, χωροῦσιν ἐπʼ αὐτὸν ἐκ τοῦ χάρακος·
これを知った敵は、約5000人ほど集まると、陣営から彼に向かって進軍した。
καὶ οὗτοι μὲν ἐξ ἐναντίας προσῄεσαν, ἱππεῖς δʼ αὐτῶν κύκλῳ περιελάσαντες κατὰ §9.63.6νώτου τοῖς Ῥωμαίοις ἐφίστανται.
そして、これら歩兵は正面から迫り、彼らの騎兵は周囲を迂回して、ローマ人の背後を取った。
τούτῳ δὴ τῷ τρόπῳ κυκλωθέντες ὑπʼ αὐτῶν οἱ σὺν τῷ Ποπλίῳ καὶ δίχα τῶν σφετέρων ἀποληφθέντες, ἐξὸν αὐτοῖς σώζεσθαι παραδοῦσι τὰ ὅπλα· προὐκαλοῦντο γὰρ αὐτοὺς εἰς τοῦτο οἱ πολέμιοι καὶ περὶ πολλοῦ ἐποιοῦντο χιλίους Ῥωμαίων τοὺς ἀρίστους αἰχμαλώτους λαβεῖν, ὡς διὰ τούτων διαλύσεις εὑρησόμενοι καλὰς τοῦ πολέμου· καταφρονήσαντες αὐτῶν καὶ παρακελευσάμενοι ἀλλήλοις μηδὲν ἀνάξιον πρᾶξαι τῆς πόλεως, μαχόμενοι καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων ἅπαντες ἀποθνήσκουσιν.
このようにして彼らに包囲され、味方から切り離されたプブリウスの部下たちは、武器を引き渡して助かることが可能であったにもかかわらず――というのも、敵は彼らに降伏を勧め、またローマ人の最も優れた者たち1000人を捕虜にすることを大いに重視していたからである。 彼らを通じて戦争の有利な和平合意を得るつもりであったのだ――、彼らを侮蔑し、国家にふさわしくないことは何一つしないようにと互いに励まし合い、戦い、多くの敵を殺して、全員が戦死した。