Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.63.1-9.63.6

元老院派遣援军与普布利乌斯·富里乌斯阵亡

第 732 段,共 962 段 · 希腊语

内容简介

应执政官富里乌斯的请求,罗马元老院决定派遣昆克蒂乌斯率领的援军。在与埃魁人的激战中,执政官的兄弟普布利乌斯·富里乌斯孤军深入被包围,因拒绝降伏而与部下全部战死。

§9.63.1ὁ δʼ ὕπατος ἐνθυμούμενος, ὅτι οὐκ ἀξιόμαχος ἔσται ἡ σὺν αὐτῷ δύναμις ἀγωνιζομένη πρὸς ἀμφότερα τὰ ἔθνη, πέμπει τινὰς ἐκ τῶν ἱππέων γράμματα εἰς τὴν Ῥώμην κομίζοντας, διʼ ὧν ἠξίου ταχεῖαν αὐτοῖς ἐλθεῖν ἐπικουρίαν, ὡς κινδυνευούσης ὅλης διαφθαρῆναι τῆς σὺν αὐτῷ στρατιᾶς.
但执政官考虑到,与他随行的军队若是与这两个部落交战,将无法与之抗衡,便派遣了几名骑兵携带信件前往罗马,在信中他请求迅速派兵增援他们,因为与他随行的整支军队都面临被歼灭的危险。
§9.63.2ταῦτʼ ἐπιλεξάμενος ὁ συνύπατος αὐτοῦ Ποστόμιος — ἦσαν δὲ μέσαι νύκτες μάλιστα, ὅτε οἱ ἱππεῖς ἀφίκοντο — διὰ κηρύκων πολλῶν τοὺς βουλευτὰς ἐκ τῶν οἰκιῶν συνεκάλει·
他的同僚执政官波斯图米乌斯读完信后—— 骑兵抵达时大约已是半夜——通过许多传令官将元老院议员们从各自的家中召集起来。
καὶ γίνεται δόγμα βουλῆς, πρὶν ἡμέραν λαμπρὰν γενέσθαι, Τῖτον μὲν Κοίντιον τὸν ὑπατεύσαντα τὸ τρίτον, ἔχοντα τοὺς ἀκμαιοτάτους τῶν νέων πεζούς τε καὶ ἱππεῖς, ἀρχῇ κοσμηθέντα ἀνθυπάτῳ χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐξ ἐφόδου· Αὖλον δὲ Ποστόμιον τὸν ἕτερον τῶν ὑπάτων τὰς λοιπὰς δυνάμεις συναγαγόντα, ἃς ἔδει χρονιώτερον συνελθεῖν, ὡς ἂν αὐτῷ τάχους ἐγγένηται βοηθεῖν.
在天亮之前,元老院便通过了一项决议:曾三次担任执政官的提图斯·昆克蒂乌斯,率领最精壮的青年步兵和骑兵,被授予前执政官职权,立即出发迎击敌人;而另一位执政官奥卢斯·波斯图米乌斯则负责集结其余需要更多时间才能集合的军队,以便尽可能迅速地前去救援。
ἡμέρα δʼ ἤδη. §9.63.3διέφωσκε, καὶ ὁ Κοίντιος συνήγαγε τοὺς ἐθελοντὰς πεντακισχιλίους μάλιστʼ ἄνδρας· καὶ οὐ πολὺ ἐπισχὼν ἐξῆγεν ἐκ τῆς πόλεως.
此时天已经大亮,昆克蒂乌斯召集了大约五千名志愿兵,没过多久便带他们出城。
τοῦθʼ ὑποπτεύσαντες ἔμενον οἱ Αἰκανοὶ καὶ πρὶν ἐλθεῖν ἐπικουρίαν τοῖς Ῥωμαίοις προσβάλλειν τῷ χάρακι αὐτῶν καὶ διανοηθέντες ὡς βίᾳ καὶ πλήθει ἁλωσόμενον ἐξῆλθον ἀθρόοι διχῇ νείμαντες αὑτούς.
预料到这一点的埃魁人一直在等待,企图在罗马人的增援抵达之前进攻他们的营地,并且他们认为凭借武力和人数优势必能攻克营地,于是将自己分成两路,全体出动。
§9.63.4γίνεταί τε μέγας ἀγὼν διʼ ὅλης τῆς ἡμέρας ἰταμῶς αὐτῶν ἐπιβαινόντων τοῖς προτειχίσμασι κατὰ πολλὰ μέρη, καὶ οὔτε παλτῶν οὔτε βελῶν ὑπὸ τοξοτῶν οὔτε χερμάδων ἀπὸ σφενδόνης ἀφιεμένων ἀδιαλείπτοις βολαῖς ἀνειργομένων.
由于敌人在多处果敢地攀登外围防壁,且在投枪、弓箭手的箭矢以及投石器射出的石块的不断齐射下也未被阻挡,整整一天都发生着激烈的战斗。
ἔνθα δὴ παρακελευσάμενοι ἀλλήλοις ὅ τε ὕπατος καὶ ὁ πρεσβευτὴς ὑφʼ ἕνα καιρὸν ἀναπετάσαντες τὰς πύλας, ἅμα τοῖς ἀκμαιοτάτοις ἐκτρέχουσιν ἐπὶ τοὺς πολεμίους, κατʼ ἄμφω τε τὰ μέρη τῆς προσβολῆς συρράξαντες αὐτοῖς ἀποτρέπουσι τοὺς ἐπιβαίνοντας τῷ χάρακι.
于是,执政官和副将互相勉励,在同一时刻打开了城门,率领最精壮的士兵向敌人冲去。 他们在交战的两处地点与敌人激战,击退了那些企图攀登营垒的人。
τροπῆς δὲ γενομένης ὁ μὲν ὕπατος ἐπʼ ὀλίγον διώξας τοὺς καθʼ ἑαυτὸν ἀνέστρεψεν·
当敌人溃败时,执政官在追击了自己面对的敌人一小段距离后便退了回来。
§9.63.5ὁ δʼ ἀδελφὸς αὐτοῦ καὶ πρεσβευτὴς Πόπλιος Φούριος ὑπὸ λήματός τε καὶ προθυμίας φερόμενος ἄχρι τῆς παρεμβολῆς τῶν πολεμίων ἤλασε διώκων τε καὶ κτείνων.
但他的兄弟兼副将普布利乌斯·富里乌斯在气魄与热忱的驱使下,一路追击并斩杀敌人,直冲到敌人的营地。
ἦσαν δὲ δύο σπεῖραι περὶ αὐτὸν οὐ πλείους ἀνδρῶν ἔχουσαι χιλίων.
他的身边只有两个大队,人数不超过一千人。
τοῦτο μαθόντες οἱ πολέμιοι περὶ πεντακισχιλίους μάλιστα γενόμενοι, χωροῦσιν ἐπʼ αὐτὸν ἐκ τοῦ χάρακος·
得知这一情况的敌人集结了约五千人,从营地出来向他逼近。
καὶ οὗτοι μὲν ἐξ ἐναντίας προσῄεσαν, ἱππεῖς δʼ αὐτῶν κύκλῳ περιελάσαντες κατὰ §9.63.6νώτου τοῖς Ῥωμαίοις ἐφίστανται.
这些人正面迎击,而他们的骑兵则绕到罗马人的后方进行合围。
τούτῳ δὴ τῷ τρόπῳ κυκλωθέντες ὑπʼ αὐτῶν οἱ σὺν τῷ Ποπλίῳ καὶ δίχα τῶν σφετέρων ἀποληφθέντες, ἐξὸν αὐτοῖς σώζεσθαι παραδοῦσι τὰ ὅπλα· προὐκαλοῦντο γὰρ αὐτοὺς εἰς τοῦτο οἱ πολέμιοι καὶ περὶ πολλοῦ ἐποιοῦντο χιλίους Ῥωμαίων τοὺς ἀρίστους αἰχμαλώτους λαβεῖν, ὡς διὰ τούτων διαλύσεις εὑρησόμενοι καλὰς τοῦ πολέμου· καταφρονήσαντες αὐτῶν καὶ παρακελευσάμενοι ἀλλήλοις μηδὲν ἀνάξιον πρᾶξαι τῆς πόλεως, μαχόμενοι καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων ἅπαντες ἀποθνήσκουσιν.
被敌人以此种方式包围并与友军隔绝的普布利乌斯部下,虽然本可以通过缴械投降来保全性命——因为敌人正劝诱他们这样做,并且非常希望将这一千名最优秀的罗马人俘虏,企图通过他们获得体面的停战协定——但他们鄙视敌人,并互相勉励绝不做任何有辱城邦的事,在战斗并斩杀了许多敌人后,全部壮烈牺牲。

词汇与语法注释

  1. 9.63.1ὡς κινδυνευούσης — 带有连词 `ὡς` 和现在分词阴性单数属格 `κινδυνευούσης`(与名词 `στρατιᾶς` 一致)的属格独立结构,表示主观原因(“理由是……”、“认为……发生危险”)。
  2. 9.63.2Αὖλον δὲ Ποστόμιον — 紧接在 `δόγμα βουλῆς`(元老院决议)之后的第二个不定式句。对于带分词 `συναγαγόντα` 的宾格主语 `Αὖλον δὲ Ποστόμιον`,省略了主要动词(不定式),上下文可补出如前文的 `χωρεῖν`(进军)或 `βοηθεῖν`(救援)之意。
  3. 9.63.3ὡς βίᾳ καὶ πλήθει ἁλωσόμενον — 带有 `ὡς` 和将来被动分词中性单数 `ἁλωσόμενον` 的宾格独立结构,作无人称使用(“认为营地凭借武力和人数必被攻克”)。
  4. 9.63.4οὔτε παλτῶν οὔτε βελῶν ... ἀνειργομένων — 属格复数现在被动分词 `ἀνειργομένων`(源自 `ἀνείργω`,“阻挡/抑制”)与句首属格独立结构的主语 `αὐτῶν`(指敌人)一致,表示“(即使受到这些攻击)也未被阻挡”的否定被动意义。
  5. 9.63.6ἐξὸν αὐτοῖς σώζεσθαι — 源自无人称动词 `ἔξεστι` 的中性现在分词 `ἐξόν` 的宾格独立结构,表示让步(“尽管他们本可以……”)。分词 `παραδοῦσι` 与与格代词 `αὐτοῖς` 一致。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.63.1-9.63.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.63.1-9.63.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。