§9.61.1ἐπὶ δὲ τῆς ἐνάτης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα Ξενοφῶν Κορίνθιος ἄρχοντος Ἀθήνησιν Ἀρχεδημίδου, παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Κόιντος Φάβιος Οὐιβουλανός·
アテナイでアルケデミデスがアルコンであり、コリントスのクセノポンが優勝した第七十九回オリンピア期に、ティトゥス・クィンティウス・カピトリヌスとクィントゥス・ファビウス・ウィブラヌスが執政官職を引き継いだ。
Κοίντιος μὲν τὸ τρίτον ἐπὶ τὴν ἀρχὴν ἀποδειχθεὶς ὑπὸ τοῦ δήμου, Φάβιος δὲ τὸ δεύτερον.
クィンティウスは民衆によって三度目にその職に任命され、ファビウスは二度目であった。
οἷς ἡ βουλὴ ἀμφοτέροις στρατιὰς μεγάλας καὶ εὖ παρεσκευασμένας παραδοῦσα ἐξέπεμψε.
元老院は彼ら両者に、大規模でよく準備された軍隊を委ねて送り出した。
§9.61.2Κοίντιος μὲν οὖν ἐτάχθη φυλάττειν τὴν σφετέραν γῆν, ὅση τοῖς πολεμίοις ὅμορος ἦν, Φάβιος δὲ τὴν Αἰκανῶν δῃοῦν·
そこで、クィンティウスは敵国と接する自国の全領土を防衛することに任じられ、ファビウスはアイクィ人の領土を荒らすことに任じられた。
καὶ καταλαμβάνει τοὺς Αἰκανοὺς ἐπὶ τοῖς μεθορίοις ὑπομένοντας αὐτὸν σὺν δυνάμει πολλῇ.
そしてファビウスは、アイクィ人たちが多くの軍勢とともに国境で自分を待ち構えているのを見出した。
καὶ ἐπειδὴ τὰς παρεμβολὰς ἐν τοῖς κρατίστοις ἑκάτεροι χωρίοις κατεστήσαντο, προῄεσαν εἰς τὸ πεδίον Αἰκανῶν προκαλεσαμένων καὶ ἀρξάντων τῆς μάχης, καὶ διέμειναν ἐπὶ πολὺ τῆς ἡμέρας ἐκθύμως καὶ φιλοπόνως ἀγωνιζόμενοι, καὶ τὸ νικᾶν οὐ παρʼ ἄλλον τινὰ ἢ παρʼ ἑαυτὸν ἕκαστος τιθέμενος.
両者が最も有利な場所に陣営を設けると、アイクィ人たちが挑発して戦いを始めたので、彼らは平野に進み出て、一日の大半にわたり、勝利は他ならぬ自分自身にかかっていると各自が考えながら、熱心かつ精力的に戦い続けた。
§9.61.3ὡς δὲ τὰ ξίφη τοῖς πλείοσιν αὐτῶν διὰ τὰς συνεχεῖς πληγὰς ἄχρηστα ἐγεγόνει, σημηνάντων τὸ ἀνακλητικὸν τῶν ἡγεμόνων ἀπῆλθον ἐπὶ τοὺς χάρακας.
絶え間ない打撃によって彼らの大半の剣が使い物にならなくなったとき、指揮官たちが退却の信号を鳴らしたので、彼らは陣営へと退却した。
καὶ μετὰ τοῦτο τὸ ἔργον ἀγὼν μὲν ἐκ παρατάξεως οὐκέτʼ αὐτῶν ἐγένετο, ἀκροβολισμοὶ δέ τινες συμπλοκαὶ ψιλῶν περί τε ὕδασι καὶ ἐν ἀγορᾶς παραπομπαῖς συνεχεῖς·
この戦闘の後、彼らの間で整列しての本格的な戦闘はもはや行われなかったが、水場や食糧調達の護衛をめぐる、軽装歩兵たちによるいくつかの小競り合いや衝突が絶え間なく行われた。
κἀν τούτοις μέντοι τὰ πολλὰ
そしてこれらの戦闘においても、大抵の場合、互角であった。
§9.61.4ἦσαν ἰσόρροποι. ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο χρόνῳ, μοῖρά τις ἀπὸ τῆς Αἰκανῶν στρατιᾶς παρελθοῦσα καθʼ ἑτέρας ὁδοὺς ἐνέβαλεν εἰς τὴν Ῥωμαίων γῆν, ἣ πλεῖστον ἀφειστήκει τῆς ὁμόρου καὶ διὰ τοῦτʼ ἀφύλακτος ἦν·
これらが起こっていた間に、アイクィ人の軍勢からの一分隊が別の道を通って進み、ローマ人の領土に侵入した。 その土地は国境から最も遠く離れており、そのため無防備であった。
ἐξ ἧς ἀνθρώπους τε πολλοὺς συνήρπασε καὶ χρήματα, λαθοῦσά τε τοὺς σὺν τῷ Κοιντίῳ περιπόλους τῆς σφετέρας γῆς ἀπῆλθεν ἐπὶ τὰ οἰκεῖα.
そこから彼らは多くの人々や財産を強奪し、クィンティウスに伴う自国領土の巡邏兵たちに気づかれることなく、自分たちの土地へ立ち去った。
τοῦτο συνεχῶς ἐγίνετο καὶ πολλὴν παρεῖχεν αἰσχύνην τοῖς ὑπάτοις.
このことが絶えず繰り返され、執政官たちに多大なる不名誉をもたらした。
§9.61.5ἔπειτα μαθὼν διὰ κατασκόπων τε καὶ αἰχμαλώτων ὁ Φάβιος ἐξεληλυθυῖαν ἐκ τοῦ χάρακος τῶν Αἰκανῶν τὴν κρατίστην δύναμιν, ἐν τῇ παρεμβολῇ καταλιπὼν τοὺς πρεσβυτάτους αὐτὸς ἐξῆλθε νύκτωρ ἱππέων ἐπαγόμενος καὶ τοῦ πεζοῦ τὸ ἀκμαιότατον.
その後、ファビウスは偵察兵や捕虜を通じて、アイクィ人の陣営から最精鋭の部隊が出撃したことを知ると、陣営に最年長者たちを残し、自ら夜間に騎兵と歩兵の最精鋭を率いて出撃した。
οἱ μὲν οὖν Αἰκανοὶ διηρπακότες τὰ χωρία, οἷς ἐνέβαλον, ἀπῄεσαν ἐπαγόμενοι πολλὰς ὠφελείας, ὁ δὲ Φάβιος οὐ πολὺ προελθοῦσιν αὐτοῖς ἐπιφαίνεται καὶ τήν τε λείαν ἀφαιρεῖται καὶ μάχῃ τοὺς ὑπομείναντας νικᾷ γενομένους ἄνδρας ἀγαθούς·
さて、アイクィ人たちは、侵入した地域を略奪し終えて、多くの戦利品を伴って帰還の途についていたが、ファビウスは、まだそれほど進んでいない彼らの前に突如姿を現し、獲物を取り戻し、踏みとどまって勇敢に戦った者たちを戦闘で破った。
οἱ δὲ λοιποὶ σποράδες ἐμπειρίᾳ ὁδῶν λαθόντες τοὺς διώκοντας κατέφυγον εἰς τὸν χάρακα.
他方、残りの者たちは散り散りになり、道の地理に明るいことを利用して追撃者たちの目を逃れ、陣営へと逃げ帰った。
§9.61.6ἐπεὶ δὲ ταύτῃ ἀνεκρούσθησαν οἱ Αἰκανοὶ τῇ συμφορᾷ παρὰ δόξαν σφίσι γενομένῃ, λύσαντες τὴν παρεμβολὴν ὑπὸ νύκτα ᾤχοντο καὶ οὐκέτι τὸ λοιπὸν ἐξῄεσαν ἐκ τῆς πόλεως·
アイクィ人たちが彼らにとって予期せぬものとなったこの敗北によって打撃を受けると、夜のうちに陣営を撤収して去り、もはやその後は都市から出てこなかった。
ἀλλʼ ἠνείχοντο σῖτόν τε, ὃς ἐν ἀκμῇ τότε ἦν, συγκομιζόμενον ὑπὸ τῶν πολεμίων καὶ ἀγέλας βοσκημάτων ἀπελαυνομένας ὁρῶντες, χρήματά τε διαρπαζόμενα καὶ αὐλὰς πυρὶ διδομένας καὶ αἰχμαλώτους πολλοὺς ἀγομένους.
代わりに彼らは、ちょうどそのとき実っていた小麦が敵によって収穫され、家畜の群れが連れ去られ、財産が略奪され、農家が火にかけられ、多くの捕虜が連行されるのを、見るに甘んじていた。
τοῦτο διαπραξάμενος ὁ Φάβιος, ἐπειδὴ παραδοῦναι τὰς ἀρχὰς ἑτέροις ἔδει, τὴν δύναμιν ἀναστήσας ἀπῆγε·
これを成し遂げると、ファビウスは職を後継者に引き渡す必要があったため、軍を引き連れて立ち去った。
τὸ δʼ αὐτὸ καὶ Κοίντιος ἐποίει.
クィンティウスも同じことをした。