§9.61.1ἐπὶ δὲ τῆς ἐνάτης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα Ξενοφῶν Κορίνθιος ἄρχοντος Ἀθήνησιν Ἀρχεδημίδου, παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Κόιντος Φάβιος Οὐιβουλανός·
During the seventy-ninth Olympiad, in which Xenophon of Corinth won the foot-race, when Archedemides was archon in Athens, Titus Quinctius Capitolinus and Quintus Fabius Vibulanus assumed the consulship.
Κοίντιος μὲν τὸ τρίτον ἐπὶ τὴν ἀρχὴν ἀποδειχθεὶς ὑπὸ τοῦ δήμου, Φάβιος δὲ τὸ δεύτερον.
Quinctius was appointed to this office by the people for the third time, and Fabius for the second time.
οἷς ἡ βουλὴ ἀμφοτέροις στρατιὰς μεγάλας καὶ εὖ παρεσκευασμένας παραδοῦσα ἐξέπεμψε.
The senate, having delivered to both of them large and well-prepared armies, sent them out.
§9.61.2Κοίντιος μὲν οὖν ἐτάχθη φυλάττειν τὴν σφετέραν γῆν, ὅση τοῖς πολεμίοις ὅμορος ἦν, Φάβιος δὲ τὴν Αἰκανῶν δῃοῦν·
Quinctius, then, was assigned to guard their own land, as much of it as bordered on the enemy, and Fabius to ravage the territory of the Aequians.
καὶ καταλαμβάνει τοὺς Αἰκανοὺς ἐπὶ τοῖς μεθορίοις ὑπομένοντας αὐτὸν σὺν δυνάμει πολλῇ.
And Fabius found the Aequians waiting for him with a large force on the borders.
καὶ ἐπειδὴ τὰς παρεμβολὰς ἐν τοῖς κρατίστοις ἑκάτεροι χωρίοις κατεστήσαντο, προῄεσαν εἰς τὸ πεδίον Αἰκανῶν προκαλεσαμένων καὶ ἀρξάντων τῆς μάχης, καὶ διέμειναν ἐπὶ πολὺ τῆς ἡμέρας ἐκθύμως καὶ φιλοπόνως ἀγωνιζόμενοι, καὶ τὸ νικᾶν οὐ παρʼ ἄλλον τινὰ ἢ παρʼ ἑαυτὸν ἕκαστος τιθέμενος.
And when both of them had established their camps in the strongest positions, they advanced into the plain, the Aequians having provoked them and begun the battle; and they continued fighting with great spirit and exertion during most of the day, each man placing the victory on no other than himself.
§9.61.3ὡς δὲ τὰ ξίφη τοῖς πλείοσιν αὐτῶν διὰ τὰς συνεχεῖς πληγὰς ἄχρηστα ἐγεγόνει, σημηνάντων τὸ ἀνακλητικὸν τῶν ἡγεμόνων ἀπῆλθον ἐπὶ τοὺς χάρακας.
When the swords of most of them had become useless because of the continuous blows, the commanders having sounded the retreat, they withdrew to their camps.
καὶ μετὰ τοῦτο τὸ ἔργον ἀγὼν μὲν ἐκ παρατάξεως οὐκέτʼ αὐτῶν ἐγένετο, ἀκροβολισμοὶ δέ τινες συμπλοκαὶ ψιλῶν περί τε ὕδασι καὶ ἐν ἀγορᾶς παραπομπαῖς συνεχεῖς· κἀν τούτοις μέντοι τὰ πολλὰ §9.61.4ἦσαν ἰσόρροποι.
After this engagement, no further battle in regular formation took place between them, but there were some continuous skirmishes and encounters of light-armed troops around water and in the convoying of provisions; and in these indeed, for the most part, they were equally matched.
ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο χρόνῳ, μοῖρά τις ἀπὸ τῆς Αἰκανῶν στρατιᾶς παρελθοῦσα καθʼ ἑτέρας ὁδοὺς ἐνέβαλεν εἰς τὴν Ῥωμαίων γῆν, ἣ πλεῖστον ἀφειστήκει τῆς ὁμόρου καὶ διὰ τοῦτʼ ἀφύλακτος ἦν·
During the time when these things were happening, a certain division from the army of the Aequians, having passed by other ways, invaded the territory of the Romans, which was furthest removed from the border and therefore unguarded.
ἐξ ἧς ἀνθρώπους τε πολλοὺς συνήρπασε καὶ χρήματα, λαθοῦσά τε τοὺς σὺν τῷ Κοιντίῳ περιπόλους τῆς σφετέρας γῆς ἀπῆλθεν ἐπὶ τὰ οἰκεῖα.
From this land they carried off many people and goods, and having escaped the notice of the patrols of their own country under Quinctius, they departed to their homes.
τοῦτο συνεχῶς ἐγίνετο καὶ πολλὴν παρεῖχεν αἰσχύνην τοῖς ὑπάτοις.
This happened continuously and brought much disgrace upon the consuls.
§9.61.5ἔπειτα μαθὼν διὰ κατασκόπων τε καὶ αἰχμαλώτων ὁ Φάβιος ἐξεληλυθυῖαν ἐκ τοῦ χάρακος τῶν Αἰκανῶν τὴν κρατίστην δύναμιν, ἐν τῇ παρεμβολῇ καταλιπὼν τοὺς πρεσβυτάτους αὐτὸς ἐξῆλθε νύκτωρ ἱππέων ἐπαγόμενος καὶ τοῦ πεζοῦ τὸ ἀκμαιότατον.
Then Fabius, having learned through scouts and prisoners that the strongest force had gone out of the camp of the Aequians, left the oldest men in the camp and himself went out by night, taking with him the cavalry and the most active of the infantry.
οἱ μὲν οὖν Αἰκανοὶ διηρπακότες τὰ χωρία, οἷς ἐνέβαλον, ἀπῄεσαν ἐπαγόμενοι πολλὰς ὠφελείας, ὁ δὲ Φάβιος οὐ πολὺ προελθοῦσιν αὐτοῖς ἐπιφαίνεται καὶ τήν τε λείαν ἀφαιρεῖται καὶ μάχῃ τοὺς ὑπομείναντας νικᾷ γενομένους ἄνδρας ἀγαθούς· οἱ δὲ λοιποὶ σποράδες ἐμπειρίᾳ ὁδῶν λαθόντες τοὺς διώκοντας κατέφυγον εἰς τὸν χάρακα.
Now the Aequians, having plundered the regions which they had invaded, were returning home carrying off much booty, but Fabius appeared before them when they had not proceeded far, and took away the plunder, and in battle defeated those who stood their ground, who showed themselves brave men; while the rest, being scattered, escaped the pursuers through their knowledge of the roads and fled to their camp.
§9.61.6ἐπεὶ δὲ ταύτῃ ἀνεκρούσθησαν οἱ Αἰκανοὶ τῇ συμφορᾷ παρὰ δόξαν σφίσι γενομένῃ, λύσαντες τὴν παρεμβολὴν ὑπὸ νύκτα ᾤχοντο καὶ οὐκέτι τὸ λοιπὸν ἐξῄεσαν ἐκ τῆς πόλεως· ἀλλʼ ἠνείχοντο σῖτόν τε, ὃς ἐν ἀκμῇ τότε ἦν, συγκομιζόμενον ὑπὸ τῶν πολεμίων καὶ ἀγέλας βοσκημάτων ἀπελαυνομένας ὁρῶντες, χρήματά τε διαρπαζόμενα καὶ αὐλὰς πυρὶ διδομένας καὶ αἰχμαλώτους πολλοὺς ἀγομένους.
When the Aequians were repulsed by this disaster, which had happened to them contrary to expectation, having broken up their camp under cover of night they departed, and for the future they no longer went out of the city, but endured seeing the corn, which was then ripe, gathered in by the enemy, and the herds of cattle driven off, their property plundered, their homesteads set on fire, and many prisoners carried away.
τοῦτο διαπραξάμενος ὁ Φάβιος, ἐπειδὴ παραδοῦναι τὰς ἀρχὰς ἑτέροις ἔδει, τὴν δύναμιν ἀναστήσας ἀπῆγε· τὸ δʼ αὐτὸ καὶ Κοίντιος ἐποίει.
Fabius, having accomplished this, when it was necessary to hand over the office to others, broke camp and led his army away; and Quinctius did the same.