Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.61.1-9.61.6

法比乌斯击溃埃魁人并蹂躏其境

第 730 段,共 962 段 · 希腊语

内容简介

在新任执政官的领导下,与埃魁人的战争加剧。法比乌斯击败了敌人的掠夺分队,夺回了战利品,并最终将埃魁人围困在城内,蹂躏其领土。

§9.61.1ἐπὶ δὲ τῆς ἐνάτης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα Ξενοφῶν Κορίνθιος ἄρχοντος Ἀθήνησιν Ἀρχεδημίδου, παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Κόιντος Φάβιος Οὐιβουλανός·
在第七十九届奥林匹亚运动会期间(当时科林斯的克塞诺丰在短跑比赛中获胜),雅典执政官为阿尔克德米德,提图斯·昆克蒂乌斯·卡皮托里努斯与昆图斯·法比乌斯·维布拉努斯接任执政官。
Κοίντιος μὲν τὸ τρίτον ἐπὶ τὴν ἀρχὴν ἀποδειχθεὶς ὑπὸ τοῦ δήμου, Φάβιος δὲ τὸ δεύτερον.
昆克蒂乌斯是第三次被民众任命为该职位,而法比乌斯则是第二次。
οἷς ἡ βουλὴ ἀμφοτέροις στρατιὰς μεγάλας καὶ εὖ παρεσκευασμένας παραδοῦσα ἐξέπεμψε.
元老院向他们两人交付了规模庞大且装备精良的军队,并将他们派出。
§9.61.2Κοίντιος μὲν οὖν ἐτάχθη φυλάττειν τὴν σφετέραν γῆν, ὅση τοῖς πολεμίοις ὅμορος ἦν, Φάβιος δὲ τὴν Αἰκανῶν δῃοῦν·
于是,昆克蒂乌斯被指派去防守本国与敌人接壤的所有领土,而法比乌斯则去蹂躏埃魁人的领地。
καὶ καταλαμβάνει τοὺς Αἰκανοὺς ἐπὶ τοῖς μεθορίοις ὑπομένοντας αὐτὸν σὺν δυνάμει πολλῇ.
法比乌斯发现埃魁人率领大军在边境处等待着他。
καὶ ἐπειδὴ τὰς παρεμβολὰς ἐν τοῖς κρατίστοις ἑκάτεροι χωρίοις κατεστήσαντο, προῄεσαν εἰς τὸ πεδίον Αἰκανῶν προκαλεσαμένων καὶ ἀρξάντων τῆς μάχης, καὶ διέμειναν ἐπὶ πολὺ τῆς ἡμέρας ἐκθύμως καὶ φιλοπόνως ἀγωνιζόμενοι, καὶ τὸ νικᾶν οὐ παρʼ ἄλλον τινὰ ἢ παρʼ ἑαυτὸν ἕκαστος τιθέμενος.
当双方都在最有利的地形上建立了营地后,由于埃魁人的挑衅并挑起了战斗,他们便进军平原,在一天中的大部分时间里以高昂的斗志和辛勤的努力持续战斗,每个人都把胜利的希望寄托在自己身上,而非他人。
§9.61.3ὡς δὲ τὰ ξίφη τοῖς πλείοσιν αὐτῶν διὰ τὰς συνεχεῖς πληγὰς ἄχρηστα ἐγεγόνει, σημηνάντων τὸ ἀνακλητικὸν τῶν ἡγεμόνων ἀπῆλθον ἐπὶ τοὺς χάρακας.
当他们大多数人的剑因连续不断的劈砍而无法使用时,指挥官们吹响了撤退的号角,他们便退回了营地。
καὶ μετὰ τοῦτο τὸ ἔργον ἀγὼν μὲν ἐκ παρατάξεως οὐκέτʼ αὐτῶν ἐγένετο, ἀκροβολισμοὶ δέ τινες συμπλοκαὶ ψιλῶν περί τε ὕδασι καὶ ἐν ἀγορᾶς παραπομπαῖς συνεχεῖς·
在这场战斗之后,他们之间便不再有正规阵列的战斗,但在水源周围以及护送粮草时,轻装部队之间发生了一些持续的小规模冲突和遭遇战。
κἀν τούτοις μέντοι τὰ πολλὰ §9.61.4ἦσαν ἰσόρροποι.
然而,在这些战斗中,他们大多不分胜负。
ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο χρόνῳ, μοῖρά τις ἀπὸ τῆς Αἰκανῶν στρατιᾶς παρελθοῦσα καθʼ ἑτέρας ὁδοὺς ἐνέβαλεν εἰς τὴν Ῥωμαίων γῆν, ἣ πλεῖστον ἀφειστήκει τῆς ὁμόρου καὶ διὰ τοῦτʼ ἀφύλακτος ἦν·
在这些事情发生的时候,埃魁人军队中的一个分队绕道其他路线侵入了罗马人的领地,这片土地距离边境最远,因此毫无防备。
ἐξ ἧς ἀνθρώπους τε πολλοὺς συνήρπασε καὶ χρήματα, λαθοῦσά τε τοὺς σὺν τῷ Κοιντίῳ περιπόλους τῆς σφετέρας γῆς ἀπῆλθεν ἐπὶ τὰ οἰκεῖα.
他们从那里抢走了许多人和财物,并在没有被昆克蒂乌斯手下巡逻本国领土的哨兵发现的情况下,返回了家园。
τοῦτο συνεχῶς ἐγίνετο καὶ πολλὴν παρεῖχεν αἰσχύνην τοῖς ὑπάτοις.
这种情况不断发生,给执政官们带来了极大的耻辱。
§9.61.5ἔπειτα μαθὼν διὰ κατασκόπων τε καὶ αἰχμαλώτων ὁ Φάβιος ἐξεληλυθυῖαν ἐκ τοῦ χάρακος τῶν Αἰκανῶν τὴν κρατίστην δύναμιν, ἐν τῇ παρεμβολῇ καταλιπὼν τοὺς πρεσβυτάτους αὐτὸς ἐξῆλθε νύκτωρ ἱππέων ἐπαγόμενος καὶ τοῦ πεζοῦ τὸ ἀκμαιότατον.
随后,法比乌斯通过侦察兵和俘虏得知,埃魁人营地中的最精锐部队已经出动,于是他将最年长的人留在营地,自己则在夜间率领骑兵和步兵中最强壮的精锐出发。
οἱ μὲν οὖν Αἰκανοὶ διηρπακότες τὰ χωρία, οἷς ἐνέβαλον, ἀπῄεσαν ἐπαγόμενοι πολλὰς ὠφελείας, ὁ δὲ Φάβιος οὐ πολὺ προελθοῦσιν αὐτοῖς ἐπιφαίνεται καὶ τήν τε λείαν ἀφαιρεῖται καὶ μάχῃ τοὺς ὑπομείναντας νικᾷ γενομένους ἄνδρας ἀγαθούς· οἱ δὲ λοιποὶ σποράδες ἐμπειρίᾳ ὁδῶν λαθόντες τοὺς διώκοντας κατέφυγον εἰς τὸν χάρακα.
此时,埃魁人已经洗劫了他们侵入的地区,正带着大量战利品往回走,但法比乌斯在他们还没走多远时就突然出现在他们面前,夺回了战利品,并在战斗中击败了那些留下来顽强抵抗的勇敢之人;其余的人则四散奔逃,利用对道路的熟悉避开了追击者,逃回了营地。
§9.61.6ἐπεὶ δὲ ταύτῃ ἀνεκρούσθησαν οἱ Αἰκανοὶ τῇ συμφορᾷ παρὰ δόξαν σφίσι γενομένῃ, λύσαντες τὴν παρεμβολὴν ὑπὸ νύκτα ᾤχοντο καὶ οὐκέτι τὸ λοιπὸν ἐξῄεσαν ἐκ τῆς πόλεως·
当埃魁人因这一出乎意料的灾难而遭受打击时,他们在夜幕下撤除营地离去,从此不再出城。
ἀλλʼ ἠνείχοντο σῖτόν τε, ὃς ἐν ἀκμῇ τότε ἦν, συγκομιζόμενον ὑπὸ τῶν πολεμίων καὶ ἀγέλας βοσκημάτων ἀπελαυνομένας ὁρῶντες, χρήματά τε διαρπαζόμενα καὶ αὐλὰς πυρὶ διδομένας καὶ αἰχμαλώτους πολλοὺς ἀγομένους.
相反,他们只能忍气吞声地看着当时正值成熟期的庄稼被敌人收割,畜群被赶走,财产被洗劫,农舍被付之一炬,许多俘虏被带走。
τοῦτο διαπραξάμενος ὁ Φάβιος, ἐπειδὴ παραδοῦναι τὰς ἀρχὰς ἑτέροις ἔδει, τὴν δύναμιν ἀναστήσας ἀπῆγε·
法比乌斯完成了这些事情后,由于需要将职权移交给其他人,他便率领军队撤走。
τὸ δʼ αὐτὸ καὶ Κοίντιος ἐποίει.
昆克蒂乌斯也做了同样的事情。

词汇与语法注释

  1. 1916ἄρχοντος Ἀθήνησιν Ἀρχεδημίδου — 属格独立结构,通过指明雅典的同名执政官(阿尔克德米德)来确定年份。
  2. 1916τὸ νικᾶν οὐ παρʼ ἄλλον τινὰ ἢ παρʼ ἑαυτὸν ἕκαστος τιθέμενος — 一种句法不一致(不协和)结构,其中分词 τιθέμενος 与单数主格 ἕκαστος 一致,而主句动词的主语为复数,旨在单独描绘每个士兵的心态。
  3. 1917σημηνάντων τὸ ἀνακλητικὸν τῶν ἡγεμόνων — 属格独立结构。名词化的中性形容词 τὸ ἀνακλητικόν 意为“撤退(信号)”,省略了名词 σημεῖον。
  4. p.v.3p.385μαθὼν ... ἐξεληλυθυῖαν ... τὴν κρατίστην δύναμιν — 感官动词 μαθὼν 后的间接陈述结构,带有名词/代词宾格(τὴν κρατίστην δύναμιν)和分词(ἐξεληλυθυῖαν)。
  5. 1918οὐ πολὺ προελθοῦσιν αὐτοῖς ἐπιφαίνεται — 与格短语 οὐ πολὺ προελθοῦσιν αὐτοῖς 取决于动词 ἐπιφαίνεται,描述在他们尚未走远时突然出现在他们面前的动作。
  6. p.v.3p.386ἠνείχοντο σῖτόν τε ... συγκομιζόμενον ... ὁρῶντες — 双重分词支配结构:主句动词 ἠνείχοντο 支配分词 ὁρῶντες,而 ὁρῶντες 又以数个“宾格+分词”从句(如 σῖτόν ... συγκομιζόμενον)作为其直接宾语。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.61.1-9.61.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.61.1-9.61.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。