Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §9.6.1-9.6.7

ローマ軍陣営への落雷とエトルリア人の攻撃計画

675 / 962 箇所 · ギリシア語

要旨

ローマ軍の陣営に雷が落ちたことを吉兆と捉えたエトルリア人は傲慢さを強め、彼らの占い師たちはローマ軍の撤退移動により神々の怒りが両陣営に等しく及ぶと解釈して総攻撃を勧める。

§9.6.1οἱ δὲ Τυρρηνοὶ ἀχθόμενοι τῇ τριβῇ τοῦ πολέμου δειλίαν τʼ ὠνείδιζον τοῖς Ῥωμαίοις, ἐπειδὴ οὐκ ἐξῄεσαν εἰς μάχην, καὶ ὡς παρακεχωρηκότων αὐτῶν σφίσι τῆς ὑπαίθρου μέγα ἐφρόνουν.
エトルリア人たちは、戦争の遅延に不満を抱き、ローマ人が戦闘に出てこないため、彼らを臆病であると非難した。 そして、ローマ人たちが自分たちに野戦の支配権を譲り渡したかのように自負した。
καὶ ἔτι μᾶλλον ἐπήρθησαν εἰς ὑπεροψίαν τοῦ ἀντιπάλου στρατοῦ καὶ καταφρόνησιν τῶν ὑπάτων δόξαντες καὶ τὸ θεῖον αὑτοῖς συμμαχεῖν.
さらに、彼らは神霊も自分たちを支援していると考えて、敵軍に対する傲慢さと、執政官たちへの軽蔑をいっそう強めた。
§9.6.2τοῦ γὰρ ἑτέρου τῶν ὑπάτων Γναΐου Μαλλίου κεραυνὸς εἰς τὸ στρατήγιον ἐμπεσὼν τήν τε σκηνὴν διέσπασε καὶ τὴν ἑστίαν ἀνέτρεψε καὶ τῶν πολεμιστηρίων ὅπλων τὰ μὲν ἐσπίλωσε, τὰ δὲ περιέκαυσε, τὰ δʼ εἰς τέλος ἠφάνισεν·
というのも、執政官の一人グナエウス・マッリオスの本営に雷が落ち、天幕を引き裂き、祭壇を覆し、戦用の武具の一部を汚し、一部を焼き焦がし、一部を完全に消滅させたからである。
ἀπέκτεινε δὲ καὶ τὸν λαμπρότατον αὐτοῦ τῶν ἵππων, ᾧ παρὰ τοὺς ἀγῶνας ἐχρῆτο, καὶ τῶν θεραπόντων τινάς.
また、それは彼の最も優れた馬、すなわち彼が戦闘の際に用いていた馬と、数人の召使いたちをも殺した。
§9.6.3λεγόντων δὲ τῶν μάντεων τοῦ τε χάρακος ἅλωσιν προσημαίνειν τοὺς θεοὺς καὶ τῶν ἐπιφανεστάτων ἀνδρῶν ἀπώλειαν, ἀναστήσας τὴν δύναμιν ὁ Μάλλιος ἀπῆγε περὶ μέσας νύκτας ἐπὶ τὸν ἕτερον χάρακα καὶ μετὰ τοῦ συνάρχοντος κατεστρατοπέδευσε.
占い師たちが、神々が陣営の陥落と最も顕著な人々の破滅をあらかじめ示していると言ったため、マッリオスは軍勢を移動させ、夜半ごろに他方の陣営へと引き揚げさせ、共同執政官とともに陣を敷いた。
§9.6.4μαθόντες οὖν οἱ Τυρρηνοὶ τὴν ἀπανάστασιν τοῦ στρατηγοῦ καί, διʼ ἃς αἰτίας ἐγένετο, παρά τινων αἰχμαλώτων ἀκούσαντες ἐπήρθησάν τε ταῖς γνώμαις ἔτι μᾶλλον, ὡς πολεμοῦντος τοῖς Ῥωμαίοις τοῦ δαιμονίου, καὶ πολλὴν εἶχον ἐλπίδα κρατήσειν αὐτῶν·
そこで、エトルリア人たちは、将軍の撤退を知り、またそれがどのような理由で起こったかを幾人かの捕虜から聞いて、神がローマ人と戦っているとして、さらにいっそう意気軒昂になった。
οἵ τε μάντεις ἀκριβέστερον τῶν ἄλλοθί που δοκοῦντες ἐξητακέναι τὰ μετάρσια, πόθεν τε αἱ τῶν κεραυνῶν γίνονται βολαὶ καὶ τίνες αὐτοὺς ὑποδέχονται μετὰ τὰς πληγὰς ἀπιόντας τόποι, θεῶν τε οἷς ἕκαστοι ἀποδίδονται καὶ τίνων ἀγαθῶν ἢ κακῶν μηνυταί, χωρεῖν ὁμόσε τοῖς πολεμίοις παρῄνουν διαιρούμενοι τὸ γενόμενον τοῖς Ῥωμαίοις σημεῖον κατὰ τάδε.
また、他のどの場所よりも正確に天空の現象、すなわち、雷の投射がどこから生じるか、雷撃の後にそれらが退いてどこに収まるか、それぞれの雷がどの神に帰属し、どのような幸運や災厄を告げるものであるかを調査していると見なされていた占い師たちは、ローマ人に起こった兆候を次のように解釈して、敵に立ち向かうよう勧めた。
§9.6.5ἐπειδὴ τὸ βέλος εἰς ὑπάτου σκηνὴν κατέσκηψεν, ἐν ᾗ τὸ στρατήγιον ἐνῆν, καὶ πᾶσαν αὐτὴν ἄχρι τῆς ἑστίας ἠφάνισεν, ὅλῃ προσημαίνειν τὸ δαιμόνιον τῇ στρατιᾷ τοῦ χάρακος ἔκλειψιν βίᾳ κρατηθέντος καὶ τῶν ἐπιφανεστάτων ὄλεθρον.
「雷の矢が、本営の置かれていた執政官の天幕に落ち、それを祭壇に至るまで完全に消し去ったからには、神霊は軍勢全体に対して、力ずくで奪われることによる陣営の消失と、最も顕著な人々の破滅をあらかじめ示しているのである。
§9.6.6εἰ μὲν οὖν, ἔφασαν, ἔμειναν ἐν ᾧ κατέσκηψε χωρίῳ τὸ βέλος οἱ κατέχοντες αὐτό, καὶ μὴ μετηνέγκαντο τὰ σημεῖα ὡς τοὺς ἑτέρους, μιᾶς τε παρεμβολῆς ἁλώσει καὶ ἑνὸς ὀλέθρῳ στρατοῦ τὸ νεμεσῶν αὐτοῖς δαιμόνιον ἀπεπλήρωσεν ἂν τὸν χόλον·
それゆえ、もしあの雷撃が落ちた場所に、そこを保持していた者たちが留まり、他方の者たちのところへ軍旗を移動させなかったなら、神の怒りは、一つの陣営の陥落と一つの軍勢の破滅によって、彼らに対する憤りを満たしたであろう。
ἐπειδὴ δὲ σοφώτεροι τῶν θεῶν εἶναι ζητοῦντες εἰς τὸν ἕτερον χάρακα μετεστρατοπεδεύσαντο, καταλιπόντες ἔρημον τὸν τόπον, ὡς οὐ τοῖς ἀνθρώποις τοῦ θεοῦ προδηλοῦντος τὰς συμφοράς, ἀλλὰ τοῖς τόποις, κοινὸς ἅπασιν αὐτοῖς ὁ παρὰ τοῦ δαίμονος ἥξει χόλος, τοῖς τʼ ἀπαναστᾶσι καὶ τοῖς ὑποδεξαμένοις.
しかし、彼らは神々よりも賢くなろうとして、その場所を空けて他方の陣営へと移動したため、――あたかも神が人間にではなく、場所に災厄をあらかじめ示しているかのように――神霊からの怒りは、立ち退いた者たちにも、彼らを受け入れた者たちにも、彼ら全員に共通して及ぶであろう。
§9.6.7καὶ ἐπειδὴ ἁλῶναι σφῶν τὸν ἕτερον χάρακα βίᾳ θείας ἐπιθεσπιζούσης ἀνάγκης οὐ περιέμειναν τὸ χρεών, ἀλλʼ αὐτοὶ παρέδοσαν τοῖς ἐχθροῖς, ἐκεῖνος ὁ χάραξ ὁ τὸν ἐκλειφθέντα ὑποδεξάμενος ἀντὶ τοῦ καταλειφθέντος ἁλώσεται βίᾳ κρατηθείς.
そして、一方の陣営が神聖な必然性の神託によって力ずくで奪われるべきであったのに、彼らは運命を待たずに自ら敵に明け渡してしまったため、立ち退かれた陣営を受け入れた方のあの陣営が、取り残された陣営の代わりに、力ずくで奪われることになるだろう。 」

語釈・文法注

  1. §9.6.1ὡς παρακεχωρηκότων αὐτῶν — 接頭辞 `ὡς` が属格独立分詞 `παρακεχωρηκότων αὐτῶν`(先行詞はローマ人)に付くことで、主節の主語(エトルリア人)の主観的な判断や思い込みを表している。
  2. §9.6.6εἰ μὲν οὖν ... ἀπεπλήρωσεν ἂν — 過去の事実に反する仮定(反実仮想)を表す条件文。条件節(`εἰ` + 直説法過去 `ἔμειναν`)と帰結節(直説法過去 `ἀπεπλήρωσεν` + `ἄν`)の構成をとる。
  3. §9.6.7ὁ τὸν ἐκλειφθέντα ὑποδεξάμενος — `τὸν ἐκλειφθέντα` は男性単数のアオリスト受動分詞であり、文脈上「立ち退かれた、放棄された[陣営 `χάραξ`]」を指す。冠詞 `ὁ` を伴う分詞 `ὑποδεξάμενος` は主語 `ἐκεῖνος ὁ χάραξ`(もう一方の陣営)を修飾する形容詞用法として機能している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §9.6.1-9.6.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.6.1-9.6.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。