§9.5.1οἱ δὲ μετὰ τούτους ἀποδειχθέντες ὕπατοι, Γνάϊος Μάλλιος καὶ Μάρκος Φάβιος τὸ δεύτερον ἄρχειν αἱρεθείς, ψήφισμα τῆς βουλῆς ποιησαμένης στρατὸν ἐξάγειν ἐπὶ τὴν Οὐιεντανῶν πόλιν, ὅσον ἂν πλεῖστον δυνηθῶσι, προὔθηκαν ἡμέραν, ἐν ᾗ τὸν κατάλογον ἔμελλον ποιήσεσθαι τῆς στρατιᾶς.
そして彼らの後に任命された執政官たち、すなわちグナエウス・マッリオスと、二度目の執政を行うべく選出されたマルコス・ファビオスは、元老院が、ウェーイ人の市に対してできる限り多くの軍勢を派遣することを議決したため、軍の徴兵を行うべき日を告示した。
γινομένου δʼ αὐτοῖς ἐμποδὼν ἐπὶ κωλύσει τῆς καταγραφῆς ἑνὸς τῶν δημάρχων, Τεβερίου Ποντοφικίου καὶ τὸ περὶ τῆς κληρουχίας ψήφισμα ἀνακαλουμένου, θεραπεύσαντες τῶν συναρχόντων αὐτοῦ τινας, ὥσπερ ἐποίησαν οἱ πρὸ αὐτῶν ὕπατοι, διέστησαν τὸ ἀρχεῖον·
しかし、護民官の一人であるティベリウス・ポントフィキウスが、徴兵を阻止するために彼らの障害となり、土地分配に関する決議を再び要求したため、彼らは、前任の執政官たちがしたように、彼の同僚たちの幾人かを懐柔して、護民官団を分裂させた。
καὶ μετὰ τοῦτʼ ἔπραττον ἐπὶ πολλῆς ἐξουσίας τὰ δόξαντα τῇ βουλῇ.
その後は、元老院の決定した事柄を大きな権能をもって実行した。
§9.5.2γενομένης δὲ τῆς καταγραφῆς ἐν ὀλίγαις ἡμέραις ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους, δύο μὲν ἑκάτερος ἄγων Ῥωμαίων τάγματα τῶν ἐξ αὐτῆς καταγραφέντων τῆς πόλεως, οὐκ ἐλάττω δὲ ταύτης χεῖρα τὴν ὑπὸ τῶν ἀποίκων τε καὶ ὑπηκόων ἀποσταλεῖσαν.
数日のうちに徴兵が行われると、彼らは敵に向かって出陣した。 それぞれが、市自体から徴募されたローマ人の兵団二個を率い、また、植民市や臣民たちから送られた、これに劣らない数の軍勢を率いていた。
ἀφίκετο δʼ αὐτοῖς παρὰ τοῦ Λατίνων τε καὶ Ἑρνίκων ἔθνους διπλάσιον τοῦ κληθέντος ἐπικουρικόν.
また、ラティウム人およびヘルニキ人の部族からは、要請されたものの二倍の支援軍が彼らのもとに到着した。
οὐ μὴν ἐχρήσαντό γε παντί·
しかし、彼らはそのすべてを用いることはしなかった。
πολλὴν δὲ χάριν αὐτοῖς εἰδέναι φήσαντες τῆς προθυμίας ἀπέλυσαν τῆς ἀποσταλείσης δυνάμεως τὴν ἡμίσειαν.
彼らの熱意に対して深い感謝を表明した上で、送られてきた軍勢の半分を帰らせた。
§9.5.3ἔταξαν δὲ καὶ πρὸ τῆς πόλεως τρίτον ἐκ δυεῖν ταγμάτων τῶν ἐν ἀκμῇ στρατόν, φύλακα τῆς χώρας ἐσόμενον, εἴ τις ἑτέρα δύναμις πολεμίων ἐκ τοῦ ἀδοκήτου φανείη·
彼らはまた、市の前方に、壮年期の者たちからなる二個軍団による第三の軍勢を配置した。 これは、もし敵の別の軍勢が不意に現れた場合に、国土を守備するためのものであった。
τοὺς δʼ ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον, οἷς ἔτι δύναμις ἦν ὅπλων χρήσεως, ἐν τῇ πόλει κατέλιπον ἄκρας τε καὶ τείχη φυλάξοντας.
一方、軍の徴兵名簿を超えているものの、なお武器を扱う力がある者たちを、城塞や城壁を守備させるために市内に残した。
§9.5.4ἀγαγόντες δὲ πλησίον τῆς Οὐιεντανῶν πόλεως τὰς δυνάμεις κατεστρατοπέδευσαν ἐπὶ λόφοις δυσὶν οὐ μακρὰν ἀφεστηκόσιν ἀπʼ ἀλλήλων.
彼らは軍勢をウェーイの市の近くまで進め、互いにそれほど離れていない二つの丘の上に陣を敷いた。
ἦν δὲ καὶ ἡ τῶν πολεμίων δύναμις ἐξεστρατευμένη πρὸ τῆς πόλεως πολλή τε καὶ ἀγαθή.
また、敵の軍勢もまた、市の前方に陣を出しており、それは多数で精強なものであった。
συνεληλύθεσαν γὰρ ἐξ ἁπάσης Τυρρηνίας οἱ δυνατώτατοι τοὺς ἑαυτῶν πενέστας ἐπαγόμενοι, καὶ ἐγένετο τοῦ Ῥωμαικοῦ στρατοῦ §9.5.5μεῖζον τὸ Τυρρηνικὸν οὐκ ὀλίγῳ.
というのも、エトルリア全土から最も有力な者たちが、彼らの隷属農民を伴って集まっていたからであり、エトルリア人の軍勢は、ローマ人の軍勢よりも、少なからず大きくなった。
τοῖς δʼ ὑπάτοις τό τε πλῆθος ὁρῶσι τῶν πολεμίων καὶ τὴν λαμπρότητα τῶν ὅπλων πολὺ δέος ἐνέπεσε, μή ποτʼ οὐχ ἱκανοὶ γένωνται στασιαζούσῃ δυνάμει τῇ σφετέρᾳ πρὸς ὁμονοοῦσαν τὴν τῶν πολεμίων ἀντιταξάμενοι ὑπερβαλέσθαι·
執政官たちは、敵の多さとその武器のきらびやかさを見て、大きな恐怖に襲われた。 分裂している自軍の軍勢を、一致団結している敵の軍勢に対抗させて勝利するには、力不足ではないかと恐れたのである。
ἐδόκει τʼ αὐτοῖς ὀχυρωσαμένοις τὰ στρατόπεδα τρίβειν τὸν πόλεμον ἐκδεχομένοις, εἴ τινα δώσει πλεονεξίας ἀφορμὴν αὐτοῖς τὸ τῶν πολεμίων θράσος ἀλογίστῳ καταφρονήσει ἐπαρθέν.
そして、陣地を堅固にし、敵の大胆さが無分別な軽蔑によって高慢になり、自分たちに有利な機会を与えてくれるかどうかを待ちながら、持久戦に持ち込むのがよいと思われた。
ἀκροβολισμοὶ δὴ μετὰ τοῦτο συνεχεῖς ἐγίνοντο καὶ ψιλῶν συμπλοκαὶ βραχεῖαι, μέγα δʼ ἢ λαμπρὸν ἔργον οὐδέν.
そのため、この後は小競り合いが相次ぎ、軽装兵同士の短い交戦はあったものの、大きくて輝かしい戦果は何も起こらなかった。