Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.6.1-9.6.7

罗马军营遭雷击与伊特鲁里亚人策划进攻

第 675 段,共 962 段 · 希腊语

内容简介

伊特鲁里亚人将罗马营地遭遇雷击视为吉兆,变得愈发傲慢;其占卜师将罗马军队的撤退解释为神怒将波及双方营地,并怂恿发起进攻。

§9.6.1οἱ δὲ Τυρρηνοὶ ἀχθόμενοι τῇ τριβῇ τοῦ πολέμου δειλίαν τʼ ὠνείδιζον τοῖς Ῥωμαίοις, ἐπειδὴ οὐκ ἐξῄεσαν εἰς μάχην, καὶ ὡς παρακεχωρηκότων αὐτῶν σφίσι τῆς ὑπαίθρου μέγα ἐφρόνουν.
伊特鲁里亚人对战争的拖延感到厌烦,责备罗马人胆怯,因为他们不肯出阵交战;伊特鲁里亚人神气十足,仿佛罗马人已经把野战的支配权让给了他们。
καὶ ἔτι μᾶλλον ἐπήρθησαν εἰς ὑπεροψίαν τοῦ ἀντιπάλου στρατοῦ καὶ καταφρόνησιν τῶν ὑπάτων δόξαντες καὶ τὸ θεῖον αὑτοῖς συμμαχεῖν.
他们由于认为神明也在协助自己,便对敌军更加傲慢,对执政官们也更加轻蔑。
§9.6.2τοῦ γὰρ ἑτέρου τῶν ὑπάτων Γναΐου Μαλλίου κεραυνὸς εἰς τὸ στρατήγιον ἐμπεσὼν τήν τε σκηνὴν διέσπασε καὶ τὴν ἑστίαν ἀνέτρεψε καὶ τῶν πολεμιστηρίων ὅπλων τὰ μὲν ἐσπίλωσε, τὰ δὲ περιέκαυσε, τὰ δʼ εἰς τέλος ἠφάνισεν· ἀπέκτεινε δὲ καὶ τὸν λαμπρότατον αὐτοῦ τῶν ἵππων, ᾧ παρὰ τοὺς ἀγῶνας ἐχρῆτο, καὶ τῶν θεραπόντων τινάς.
因为雷电落在了两位执政官之一的格奈乌斯·马利乌斯的司令部,撕裂了天幕,推倒了祭坛,对于他的战用武器,有的弄脏了,有的烧焦了,有的则彻底毁灭了;雷电还击死了他最壮丽的、在战斗中使用的战马,以及几名仆人。
§9.6.3λεγόντων δὲ τῶν μάντεων τοῦ τε χάρακος ἅλωσιν προσημαίνειν τοὺς θεοὺς καὶ τῶν ἐπιφανεστάτων ἀνδρῶν ἀπώλειαν, ἀναστήσας τὴν δύναμιν ὁ Μάλλιος ἀπῆγε περὶ μέσας νύκτας ἐπὶ τὸν ἕτερον χάρακα καὶ μετὰ τοῦ συνάρχοντος κατεστρατοπέδευσε.
当占卜师们宣称神明预示着营垒的沦陷和最显赫人物的灭亡时,马利乌斯便调动了军队,在半夜时分将他们带到另一个营垒,与他的同僚一起扎营。
§9.6.4μαθόντες οὖν οἱ Τυρρηνοὶ τὴν ἀπανάστασιν τοῦ στρατηγοῦ καί, διʼ ἃς αἰτίας ἐγένετο, παρά τινων αἰχμαλώτων ἀκούσαντες ἐπήρθησάν τε ταῖς γνώμαις ἔτι μᾶλλον, ὡς πολεμοῦντος τοῖς Ῥωμαίοις τοῦ δαιμονίου, καὶ πολλὴν εἶχον ἐλπίδα κρατήσειν αὐτῶν·
因此,伊特鲁里亚人得知了将军的撤离,并从一些俘虏那里听说了其发生的原因,在心志上更加高涨,认为神明正在与罗马人作战,并抱有战胜他们的极大希望。
οἵ τε μάντεις ἀκριβέστερον τῶν ἄλλοθί που δοκοῦντες ἐξητακέναι τὰ μετάρσια, πόθεν τε αἱ τῶν κεραυνῶν γίνονται βολαὶ καὶ τίνες αὐτοὺς ὑποδέχονται μετὰ τὰς πληγὰς ἀπιόντας τόποι, θεῶν τε οἷς ἕκαστοι ἀποδίδονται καὶ τίνων ἀγαθῶν ἢ κακῶν μηνυταί, χωρεῖν ὁμόσε τοῖς πολεμίοις παρῄνουν διαιρούμενοι τὸ γενόμενον τοῖς Ῥωμαίοις σημεῖον κατὰ τάδε.
而那些被认为比其他任何地方都更准确地研究过天象的占卜师们(即:雷电的投射从何处产生、雷击后它们退去并收于何处、各自归属于哪些神明,以及它们预示着什么好事或坏事),将发生在罗马人身上的这一征兆解释如下,并劝告军队与敌人交锋。
§9.6.5ἐπειδὴ τὸ βέλος εἰς ὑπάτου σκηνὴν κατέσκηψεν, ἐν ᾗ τὸ στρατήγιον ἐνῆν, καὶ πᾶσαν αὐτὴν ἄχρι τῆς ἑστίας ἠφάνισεν, ὅλῃ προσημαίνειν τὸ δαιμόνιον τῇ στρατιᾷ τοῦ χάρακος ἔκλειψιν βίᾳ κρατηθέντος καὶ τῶν ἐπιφανεστάτων ὄλεθρον.
“既然雷电降在了设有司令部的执政官天幕上,并将其直到祭坛的所有一切都毁灭了,神明便是向整支军队预示,营垒将被暴力攻占而消失,以及最显赫人物的毁灭。
§9.6.6εἰ μὲν οὖν, ἔφασαν, ἔμειναν ἐν ᾧ κατέσκηψε χωρίῳ τὸ βέλος οἱ κατέχοντες αὐτό, καὶ μὴ μετηνέγκαντο τὰ σημεῖα ὡς τοὺς ἑτέρους, μιᾶς τε παρεμβολῆς ἁλώσει καὶ ἑνὸς ὀλέθρῳ στρατοῦ τὸ νεμεσῶν αὐτοῖς δαιμόνιον ἀπεπλήρωσεν ἂν τὸν χόλον· ἐπειδὴ δὲ σοφώτεροι τῶν θεῶν εἶναι ζητοῦντες εἰς τὸν ἕτερον χάρακα μετεστρατοπεδεύσαντο, καταλιπόντες ἔρημον τὸν τόπον, ὡς οὐ τοῖς ἀνθρώποις τοῦ θεοῦ προδηλοῦντος τὰς συμφοράς, ἀλλὰ τοῖς τόποις, κοινὸς ἅπασιν αὐτοῖς ὁ παρὰ τοῦ δαίμονος ἥξει χόλος, τοῖς τʼ ἀπαναστᾶσι καὶ τοῖς ὑποδεξαμένοις.
因此,”他们说,“如果占据那里的那些人留在雷电降临的地方,而没有将他们的军旗转移到另一方那里,那么对他们发怒的神明本可以通过攻占一个营垒和毁灭一支军队来消除其怒火;但既然他们企图比神明更聪明,转移了营地到另一个营垒,留下了空无一人的地方,仿佛神预示灾难不是针对人而是针对地点一样,来自神明的怒火将共同降临在他们所有人身上,既降临在撤离的人身上,也降临在接纳他们的人身上。
§9.6.7καὶ ἐπειδὴ ἁλῶναι σφῶν τὸν ἕτερον χάρακα βίᾳ θείας ἐπιθεσπιζούσης ἀνάγκης οὐ περιέμειναν τὸ χρεών, ἀλλʼ αὐτοὶ παρέδοσαν τοῖς ἐχθροῖς, ἐκεῖνος ὁ χάραξ ὁ τὸν ἐκλειφθέντα ὑποδεξάμενος ἀντὶ τοῦ καταλειφθέντος ἁλώσεται βίᾳ κρατηθείς.
并且,既然在神圣的必然性预言他们的一处营垒将被暴力攻占时,他们没有等待命运,而是自己将其交给了敌人,那么那个接纳了撤离者的营垒,将代替那个被放弃的营垒,被暴力攻占并夺取。 ”

词汇与语法注释

  1. §9.6.1ὡς παρακεχωρηκότων αὐτῶν — 前置词 `ὡς` 加上属格独立分词 `παρακεχωρηκότων αὐτῶν`(指代罗马人),表示主句主语(伊特鲁里亚人)的主观判断或想法。
  2. §9.6.6εἰ μὲν οὖν ... ἀπεπλήρωσεν ἂν — 这是一个表示与过去事实相反的虚拟条件句(过去反事实条件)。条件从句使用 `εἰ` 加上直陈式过去时(`ἔμειναν`),主句使用直陈式过去时(`ἀπεπλήρωσεν`)加上 `ἄν`。
  3. §9.6.7ὁ τὸν ἐκλειφθέντα ὑποδεξάμενος — `τὸν ἐκλειφθέντα` 是阳性单数不定过去时被动分词,在语境中指代“被撤离、被放弃的[营垒 `χάραξ`]”。带有冠词 `ὁ` 的分词 `ὑποδεξάμενος` 作为定语修饰主语 `ἐκεῖνος ὁ χά率`(另一个营垒)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.6.1-9.6.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.6.1-9.6.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。