§9.57.1τῷ δʼ ἑξῆς ἔτει Τίτου Κοιντίου Καπετωλίνου καὶ Κοίντου Σερουιλίου Πρίσκου τὴν ὕπατον ἀρχὴν παρειληφότων ἥ τʼ οἰκεία δύναμις Ῥωμαίων ἅπασα ἐν τοῖς ὅπλοις ἦν, καὶ τὰ συμμαχικὰ ἑκούσια παρῆν, πρὶν ἐπαγγελθῆναι αὐτοῖς στρατείαν.
翌年、ティトゥス・クィンクティウス・カピトリヌスとクィントゥス・セルウィリウス・プリスコスが執政官の職務を引き継ぐと、ローマ人自身の全軍勢が武装を整えており、同盟軍もまた、遠征が彼らに布告される前に自発的に参集していた。
καὶ μετὰ τοῦτʼ εὐχάς τε ποιησάμενοι τοῖς θεοῖς οἱ ὕπατοι καὶ καθήραντες τὸν στρατὸν ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους.
そしてこの後、執政官たちは神々に祈りを捧げ、軍を清めた上で、敵に向かって出陣した。
§9.57.2Σαβῖνοι μὲν οὖν, ἐφʼ οὓς ὁ Σερουίλιος ἤλασεν, οὔτʼ εἰς μάχην κατέστησαν οὔτʼ ἐξῆλθον εἰς τὴν ὕπαιθρον·
セルウィリウスがその地へと進軍した相手であるサビニ人たちは、戦闘に入ることもなければ、野外へと出てくることもしなかった。
μένοντες δʼ ἐν τοῖς φρουρίοις ἠνείχοντο γῆς τʼ αὐτοῖς τεμνομένης καὶ οἰκιῶν ἐμπιμπραμένων θεραπείας τʼ αὐτομολούσης·
彼らは砦の中に留まり、自分たちの土地が荒らされ、家々が焼かれ、奴隷たちが逃亡するのを甘んじて受け入れていた。
ὥστε κατὰ πολλὴν εὐπέτειαν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν τοὺς Ῥωμαίους ὠφελείαις τε βαρεῖς καὶ αὐχήμασι λαμπρούς, καὶ ἡ μὲν Σερουιλίου στρατεία τοῦτʼ ἔσχε τὸ τέλος·
その結果、ローマ人たちは大いに容易に彼らの土地から撤退した。 戦利品で重くなり、栄えある誇りで輝きながら。 こうして、セルウィリウスの遠征はこの結末を迎えた。
§9.57.3οἱ δὲ σὺν τῷ Κοιντίῳ στρατεύσαντες ἐπί τʼ Αἰκανοὺς καὶ Οὐολούσκους — συνεληλύθεσαν γὰρ εἰς τὸν αὐτὸν τόπον ἐξ ἀμφοτέρων τῶν ἐθνῶν οἱ προαγωνιούμενοι τῶν ἄλλων, καὶ πρὸ τῆς Ἀντιατῶν πόλεως ἀντεστρατοπεδεύσαντο — θᾶττον ἢ βάδην χωροῦντες ἐπιφαίνονται αὐτοῖς·
一方、クィンクティウスとともにアイクィ人とウォルスキ人の双方に対して出陣した者たちは――というのも、両民族から、他者たちに先んじて戦おうとする者たちが同じ場所に集まり、アンティウム市の前に対峙して陣を敷いていたからである――歩くよりも速い速度で進み、彼らの前に姿を現した。
καὶ οὐ πολὺν τόπον τοῦ χάρακος αὐτῶν ἀποσχόντες, ἐν ᾧ πρῶτον ὤφθησάν τε καὶ εἶδον ἐκείνους χωρίῳ ταπεινῷ ὄντι τὰς ἀποσκευὰς ἔθεντο, τοῦ μὴ δεδοικέναι τὰ πολέμια πλήθει μακρῷ προὔχοντα δόξαν ποιῆσαι βουλόμενοι.
そして敵の陣地から遠くない場所、自分たちが最初に目撃され、また敵を目にした、低地であるその場所に荷物を置いた。 数において遥かに勝る敵軍を恐れていないという印象を与えようと望んだからである。
§9.57.4ὡς δʼ εὐτρεπῆ τὰ εἰς μάχην ἑκατέροις ἅπαντα ἦν, ἐξῄεσαν εἰς τὸ πεδίον, καὶ συμπεσόντες ἠγωνίζοντο μέχρι μεσούσης ἡμέρας οὔτʼ εἴκοντες τοῖς πολεμίοις οὔτʼ ἐπιβαίνοντες, ἀεί τε τὸ κάμνον μέρος ἀνισοῦντες τοῖς ἐπὶ ταῖς ἐφεδρείαις τεταγμένοις ἑκάτεροι.
双方にとって戦闘の準備がすべて整うと、彼らは平原へと進み出た。 そして激突して、正午まで戦った。 敵に屈することもなければ、押し入ることもなく、双方が常に、予備の隊に配置されていた者たちによって、疲弊した箇所を対等に補い合っていた。
ἐν δὲ τούτῳ μάλιστα οἱ Αἰκανοὶ καὶ Οὐολοῦσκοι πλήθει τῶν Ῥωμαίων προὔχοντες ἀνέφερον καὶ περιῆσαν, τῶν πολεμίων οὐκ ἐχόντων ἴσον τῇ προθυμίᾳ τὸ πλῆθος.
この際、数においてローマ人を凌駕するアイクィ人とウォルスキ人が、特に気力を回復して優勢に立った。 敵は、その熱意に匹敵するだけの数を持っていなかったからである。
§9.57.5ὁ δὲ Κοίντιος ὁρῶν νεκρούς τε πολλοὺς τῶν σφετέρων καὶ τῶν περιόντων τοὺς πλείους τραυματίας ἐμέλλησε μὲν ἀνακαλεῖσθαι τὴν δύναμιν, δείσας δέ, μὴ δόξαν παράσχῃ τοῖς πολεμίοις φυγῆς, παρακινδυνευτέον σφίσιν εἶναι ἔγνω.
しかしクィンクティウスは、味方の多くが死に、生き残った者の大半も負傷しているのを見て、軍を引き揚げさせようとした。 しかし、敵に敗走の印象を与えることを恐れ、自ら危険を冒さねばならないと決意した。
ἐπιλεξάμενος δὲ τῶν ἱππέων τοὺς κρατίστους κατὰ τὸ δεξιόν, ὃ μάλιστα ἔκαμνεν, τοῖς σφετέροις παρεβοήθει.
そして騎兵の中から最も優れた者たちを選び出し、最も疲弊していた右翼の味方に救援に赴いた。
§9.57.6καὶ τὰ μὲν ἐπιτιμῶν τοῖς ἡγεμόσιν αὐτοῖς τῆς ἀνανδρίας, τὰ δʼ ὑπομιμνήσκων τῶν προτέρων ἀγώνων, τὰ δὲ τὴν αἰσχύνην ἐπιλεγόμενος καὶ τὸν κίνδυνον, ὃς καταλήψεσθαι αὐτοὺς ἔμελλεν ἐν τῇ φυγῇ, τελευτῶν εἶπεν οὐκ ἀληθές, ὃ μάλιστα μὲν τοῖς σφετέροις θάρσος παρέστησε, τοῖς δὲ πολεμίοις δέος.
そして、一方では指揮官自身の不甲斐なさを咎め、他方ではかつての戦いを思い出させ、さらに他方では、不名誉と、敗走の際にかかるであろう危険を考慮し、最後には、味方に大いなる勇気を与え、敵に恐怖をもたらすような、事実ではないことを告げた。
ἔφη γάρ, ὅτι θάτερον αὐτῶν ἤδη κέρας ἐξέωσε τοὺς πολεμίους καὶ ἐγγὺς ἤδη ἐστὶ τοῦ ἐκείνων χάρακος.
彼は、自分たちのもう一方の翼がすでに敵を撃退し、すでに彼らの陣地の近くまで迫っている、と言ったのである。
§9.57.7ταῦτʼ εἰπὼν ἐνσείει τοῖς πολεμίοις, καὶ καταβὰς ἀπὸ τοῦ ἵππου σὺν τοῖς ἀμφʼ αὐτὸν ἐπιλέκτοις τῶν ἱππέων συστάδην ἐμάχετο.
こう語ると、彼は敵に突撃し、馬から降りて、自身の周囲の精鋭の騎兵たちとともに白兵戦を展開した。
ἐκ δὲ τούτου τόλμα τις ἐμπίπτει τοῖς κάμνουσι τέως, καὶ ὠθοῦνται ἅπαντες ὥσπερ ἕτεροί τινες γεγονότες·
これにより、それまで疲弊していた者たちに一種の勇気がみなぎり、誰もがまるで別人に生まれ変わったかのように敵を押し戻した。
καὶ οἱ Οὐολοῦσκοι — τῇδε γὰρ ἐκεῖνοι ἐτάξαντο — μέχρι πολλοῦ διακαρτερήσαντες ἐνέκλιναν.
そしてウォルスキ人たちは――彼らはこの側に配置されていたのであるが――長い間耐え抜いた末に退却した。
ὡς δὲ τούτους ὁ Κοίντιος ἀπεώσατο, ἀναβὰς ἐπὶ τὸν ἵππον παρήλαυνεν ἐπὶ τὴν ἑτέραν τάξιν, καὶ ἐδείκνυε τοῖς ἐκεῖ πεζοῖς τὸ ἡττώμενον τῶν πολεμίων μέρος, καὶ παρεκελεύετο μὴ λείπεσθαι ἀρετῇ τῶν ἑτέρων.
クィンクティウスが彼らを撃退すると、再び馬に乗り、もう一方の戦列へと駆け、そこにいた歩兵たちに、敗北しつつある敵の姿を示し、もう一方の味方の勇気に後れを取るなと激励した。