Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.57.1-9.57.7

塞尔维利乌斯与昆克提乌斯的军功

第 726 段,共 962 段 · 希腊语

内容简介

罗马新任执政官昆克提乌斯与塞尔维利乌斯就职;塞尔维利乌斯轻松蹂躏了萨宾人的领土,而昆克提乌斯在安提乌姆前的一场苦战中,通过机智的假情报和自身的英勇战斗鼓舞了疲惫的军队,成功击退了沃尔斯奇人。

§9.57.1τῷ δʼ ἑξῆς ἔτει Τίτου Κοιντίου Καπετωλίνου καὶ Κοίντου Σερουιλίου Πρίσκου τὴν ὕπατον ἀρχὴν παρειληφότων ἥ τʼ οἰκεία δύναμις Ῥωμαίων ἅπασα ἐν τοῖς ὅπλοις ἦν, καὶ τὰ συμμαχικὰ ἑκούσια παρῆν, πρὶν ἐπαγγελθῆναι αὐτοῖς στρατείαν.
次年,提图斯·昆克提乌斯·卡皮托里努斯与昆克图斯·塞尔维利乌斯·普里施库斯接任执政官之职,当时罗马人本国的全部军队均已整装待发,盟友也未等远征的命令下达便自愿前来参集。
καὶ μετὰ τοῦτʼ εὐχάς τε ποιησάμενοι τοῖς θεοῖς οἱ ὕπατοι καὶ καθήραντες τὸν στρατὸν ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους.
在此之后,执政官们向神明作了祈祷,并对军队进行了净化,随后便率军向敌人进发。
§9.57.2Σαβῖνοι μὲν οὖν, ἐφʼ οὓς ὁ Σερουίλιος ἤλασεν, οὔτʼ εἰς μάχην κατέστησαν οὔτʼ ἐξῆλθον εἰς τὴν ὕπαιθρον· μένοντες δʼ ἐν τοῖς φρουρίοις ἠνείχοντο γῆς τʼ αὐτοῖς τεμνομένης καὶ οἰκιῶν ἐμπιμπραμένων θεραπείας τʼ αὐτομολούσης·
塞尔维利乌斯进军所针对的萨宾人既未投入战斗,也没有来到平原开阔地;他们躲在要塞中,眼睁睁地看着自己的土地被蹂躏、房屋被焚烧、奴隶逃跑。
ὥστε κατὰ πολλὴν εὐπέτειαν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν τοὺς Ῥωμαίους ὠφελείαις τε βαρεῖς καὶ αὐχήμασι λαμπρούς, καὶ ἡ μὲν Σερουιλίου στρατεία τοῦτʼ ἔσχε τὸ τέλος·
因此,罗马人极其轻松地从他们的土地上撤出,满载着战利品、带着耀眼的荣耀而归。 塞尔维利乌斯的远征便以此告终。
§9.57.3οἱ δὲ σὺν τῷ Κοιντίῳ στρατεύσαντες ἐπί τʼ Αἰκανοὺς καὶ Οὐολούσκους — συνεληλύθεσαν γὰρ εἰς τὸν αὐτὸν τόπον ἐξ ἀμφοτέρων τῶν ἐθνῶν οἱ προαγωνιούμενοι τῶν ἄλλων, καὶ πρὸ τῆς Ἀντιατῶν πόλεως ἀντεστρατοπεδεύσαντο — θᾶττον ἢ βάδην χωροῦντες ἐπιφαίνονται αὐτοῖς·
另一方面,与昆克提乌斯一起出征、对抗埃魁人和沃尔斯奇人的罗马士兵们——因为这两个民族中誓为他人先锋的精兵已在同一地点集结,并在安提乌姆城前与罗马军对峙扎营——以快于步行的速度疾行,出现在敌人面前。
καὶ οὐ πολὺν τόπον τοῦ χάρακος αὐτῶν ἀποσχόντες, ἐν ᾧ πρῶτον ὤφθησάν τε καὶ εἶδον ἐκείνους χωρίῳ ταπεινῷ ὄντι τὰς ἀποσκευὰς ἔθεντο, τοῦ μὴ δεδοικέναι τὰ πολέμια πλήθει μακρῷ προὔχοντα δόξαν ποιῆσαι βουλόμενοι.
他们将行李安置在距离敌人营地不远、他们最初被看见以及看见敌人的那片低洼地带,意图造成一种他们毫不畏惧在人数上占绝对优势之敌军的印象。
§9.57.4ὡς δʼ εὐτρεπῆ τὰ εἰς μάχην ἑκατέροις ἅπαντα ἦν, ἐξῄεσαν εἰς τὸ πεδίον, καὶ συμπεσόντες ἠγωνίζοντο μέχρι μεσούσης ἡμέρας οὔτʼ εἴκοντες τοῖς πολεμίοις οὔτʼ ἐπιβαίνοντες, ἀεί τε τὸ κάμνον μέρος ἀνισοῦντες τοῖς ἐπὶ ταῖς ἐφεδρείαις τεταγμένοις ἑκάτεροι.
当双方交战的一切准备工作就绪后,他们便进入平原,展开交锋,一直战斗到中午,既没有向敌人屈服,也未能压制对方,双方都不断用预备队中部署的人员来填补疲惫的战线。
ἐν δὲ τούτῳ μάλιστα οἱ Αἰκανοὶ καὶ Οὐολοῦσκοι πλήθει τῶν Ῥωμαίων προὔχοντες ἀνέφερον καὶ περιῆσαν, τῶν πολεμίων οὐκ ἐχόντων ἴσον τῇ προθυμίᾳ τὸ πλῆθος.
在此过程中,埃魁人和沃尔斯奇人凭借人数上多于罗马人的优势,特别能够重整旗鼓并占据上风,而敌人则没有与他们的热忱相匹配的人数。
§9.57.5ὁ δὲ Κοίντιος ὁρῶν νεκρούς τε πολλοὺς τῶν σφετέρων καὶ τῶν περιόντων τοὺς πλείους τραυματίας ἐμέλλησε μὲν ἀνακαλεῖσθαι τὴν δύναμιν, δείσας δέ, μὴ δόξαν παράσχῃ τοῖς πολεμίοις φυγῆς, παρακινδυνευτέον σφίσιν εἶναι ἔγνω.
昆克提乌斯看到自己的许多士兵战死,幸存者中大多数也已负伤,本想下令收兵,但由于担心给敌人造成败退的印象,他认定他们必须铤而一险。
ἐπιλεξάμενος δὲ τῶν ἱππέων τοὺς κρατίστους κατὰ τὸ δεξιόν, ὃ μάλιστα ἔκαμνεν, τοῖς σφετέροις παρεβοήθει.
于是,他在最疲惫的右翼挑选了最优秀的骑兵,前去支援自己的士兵。
§9.57.6καὶ τὰ μὲν ἐπιτιμῶν τοῖς ἡγεμόσιν αὐτοῖς τῆς ἀνανδρίας, τὰ δʼ ὑπομιμνήσκων τῶν προτέρων ἀγώνων, τὰ δὲ τὴν αἰσχύνην ἐπιλεγόμενος καὶ τὸν κίνδυνον, ὃς καταλήψεσθαι αὐτοὺς ἔμελλεν ἐν τῇ φυγῇ, τελευτῶν εἶπεν οὐκ ἀληθές, ὃ μάλιστα μὲν τοῖς σφετέροις θάρσος παρέστησε, τοῖς δὲ πολεμίοις δέος.
他一方面指责那些指挥官自身的懦弱,另一方面让他们回想起过去的战斗,此外还考虑到了他们若败逃所将面临的耻辱与危险,最后他说了一句谎话,这极大地鼓舞了己方的士气,同时也给敌人带来了恐惧。
ἔφη γάρ, ὅτι θάτερον αὐτῶν ἤδη κέρας ἐξέωσε τοὺς πολεμίους καὶ ἐγγὺς ἤδη ἐστὶ τοῦ ἐκείνων χάρακος.
他声称,他们的另一翼已经击退了敌人,并且已经逼近了对方的营地。
§9.57.7ταῦτʼ εἰπὼν ἐνσείει τοῖς πολεμίοις, καὶ καταβὰς ἀπὸ τοῦ ἵππου σὺν τοῖς ἀμφʼ αὐτὸν ἐπιλέκτοις τῶν ἱππέων συστάδην ἐμάχετο.
说完这些,他便向敌人冲去,并与身边的精锐骑兵一同下马进行肉搏战。
ἐκ δὲ τούτου τόλμα τις ἐμπίπτει τοῖς κάμνουσι τέως, καὶ ὠθοῦνται ἅπαντες ὥσπερ ἕτεροί τινες γεγονότες· καὶ οἱ Οὐολοῦσκοι — τῇδε γὰρ ἐκεῖνοι ἐτάξαντο — μέχρι πολλοῦ διακαρτερήσαντες ἐνέκλιναν.
由此,一种勇气注入了那些先前疲惫不堪的士兵,所有人都像脱胎换骨一般向前推进;而沃尔斯奇人——因为他们被部署在这一侧——在坚持了很久之后终于退缩了。
ὡς δὲ τούτους ὁ Κοίντιος ἀπεώσατο, ἀναβὰς ἐπὶ τὸν ἵππον παρήλαυνεν ἐπὶ τὴν ἑτέραν τάξιν, καὶ ἐδείκνυε τοῖς ἐκεῖ πεζοῖς τὸ ἡττώμενον τῶν πολεμίων μέρος, καὶ παρεκελεύετο μὴ λείπεσθαι ἀρετῇ τῶν ἑτέρων.
当昆克提乌斯击退这些人后,他骑上马,奔向另一侧的战线,向那里的步兵展示了正在溃败的敌军,并激励他们不要在英勇上输给另一侧的同伴。

词汇与语法注释

  1. 9.57.2ἠνείχοντο γῆς τʼ αὐτοῖς τεμνομένης — 意为“容忍/甘愿承受”的动词 ἀνέχομαι 伴随分词,表示“容忍某事发生”。在此处,属格的主语与被动分词的结合(γῆς... τεμνομένης 等)作为该动词的宾语(补足语)发挥作用。
  2. 9.57.3τοῦ μὴ δεδοικέναι — 表示目的或原因的带冠词不定式属格。修饰随后的短语 `δόξαν ποιῆσαι βουλόμενοι`(“意图造成……的印象”),解释了他们想要表现出毫不畏惧这一印象的意图。
  3. 9.57.5παρακινδυνευτέον σφίσιν εἶναι ἔγνω — 不及物动词 παρακινδυνεύω 的动形容词中性非人称用法,表示必要或义务(“必须冒险”)。动作的发出者由与格 σφίσιν 表示。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.57.1-9.57.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.57.1-9.57.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。