§9.58.1καὶ μετὰ τοῦτʼ οὐδὲν ἔτι διέμενε τῶν πολεμίων, ἀλλὰ πάντες εἰς τὸν χάρακα ξυνέφευγον.
そしてこの後、敵はもう誰も留まらず、全員が陣地へと逃げ込んだ。
οὐ μέντοι δίωξίς γʼ αὐτῶν ἐπὶ πολὺ ἐγένετο, ἀλλʼ εὐθὺς οἱ Ῥωμαῖοι ἀπετράποντο, ὑπὸ κόπου τὰ σώματα παρειμένοι καὶ οὐδὲ τὰ ὅπλα ἔτι ὅμοια ἔχοντες.
しかし、彼らに対する追撃は長続きせず、ローマ人たちはすぐに引き揚げた。 彼らの身体は疲労のために動かなくなっており、武器ももはや以前のようには使えなくなっていたからである。
ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ἃς ἐσπείσαντο ταφῆς τε τῶν οἰκείων νεκρῶν καὶ θεραπείας τῶν κεκμηκότων ἕνεκα, παρεσκευασμένοι τὰ εἰς τὸν πόλεμον ἐλλείποντα, ἑτέραν ἠγωνίσαντο μάχην περὶ τῷ Ῥωμαίων χάρακι.
しかし、彼らが味方の死者の埋葬と疲弊した者たちの手当てのために休戦した数日が過ぎ去ると、彼らは戦争に必要な欠乏しているものを準備し、ローマ人の陣地の周りで第二の戦いに及んだ。
§9.58.2προσελθούσης γὰρ ἄλλης δυνάμεως τοῖς Οὐολούσκοις τε καὶ Αἰκανοῖς ἐκ τῶν πέριξ χωρίων οὐ διὰ μακροῦ ὄντων, ἐπαρθεὶς ὁ στρατηγὸς αὐτῶν, ὅτι καὶ πενταπλάσιοι τῶν πολεμίων ἦσαν οἱ σφέτεροι, τήν τε παρεμβολὴν τῶν Ῥωμαίων οὐκ ἐν ἐχυρῷ οὖσαν ὁρῶν κράτιστον ὑπέλαβεν εἶναι καιρὸν ἐπιχειρεῖν αὐτοῖς.
というのも、あまり遠くない周辺の地域から、ウォルスキ人とアイクィ人のもとに別の軍勢が到着したため、彼らの将軍は、己の軍勢が敵の五倍にも達していること、またローマ人の陣営が守りに適していない場所にあるのを見て、彼らを攻撃するのに最大の好機であると考えたのである。
ἐνθυμηθεὶς δὲ ταῦτα περὶ μέσας νύκτας ἦγε τὴν δύναμιν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, καὶ κύκλῳ περιστήσας ἐφρούρει, μὴ λάθοιεν ἀπιόντες.
彼はこれらを考慮して、夜中頃に軍勢をローマ人の陣地へと率いて行き、包囲して監視し、彼らが気づかれずに立ち去ることがないようにした。
§9.58.3ὁ δὲ Κοίντιος, ὡς ἔμαθε τῶν πολεμίων τὸ πλῆθος, ἀγαπητῶς ἐδέξατο καὶ περιμείνας, ἕως ἡμέρα τʼ ἐγένετο καὶ ὥρα πληθυούσης μάλιστʼ ἀγορᾶς, κάμνοντας ἤδη τοὺς πολεμίους αἰσθόμενος ὑπό τʼ ἀγρυπνίας καὶ ἀκροβολισμῶν, καὶ οὐ κατὰ λόχους οὐδὲ ἐν τάξει προσάγοντας, ἀλλὰ πολλαχῇ κεχυμένους καὶ σποράδας, ἀνοίξας τὰς πύλας τοῦ χάρακος ἐξέδραμεν ἅμα τοῖς ἐπιλέκτοις τῶν ἱππέων·
しかしクィンクティウスは、敵の多さを知ると、喜んでこれを迎え入れ、夜が明けて広場が最も賑わう時間になるまで待ち合わせた。 敵が不眠と小競り合いによってすでに疲弊しており、また中隊ごとでも整列しても進軍しておらず、多くの場所に散らばり散在しているのに気づくと、陣地の門を開いて精鋭の騎兵たちとともに突撃した。
καὶ οἱ πεζοὶ πυκνώσαντες τοὺς λόχους ἠκολούθουν.
そして歩兵たちも中隊を密集させてこれに続いた。
§9.58.4οἱ δὲ Οὐολοῦσκοι καταπλαγέντες αὐτῶν τὸ θράσος καὶ τὸ μανικὸν τῆς ἐφόδου βραχὺν ἀνασχόμενοι χρόνον ἀνακρούονταί τε καὶ ἅμα ὑποχωροῦσιν ἀπὸ τοῦ χάρακος καί — ἦν γάρ τις οὐ πρόσω τοῦ στρατοπέδου λόφος ὑψηλὸς ἐπιεικῶς — εἰς τοῦτον οὖν ἀνατρέχουσιν ὡς ἀναπαυσόμενοί τε καὶ αὖθις εἰς τάξιν καταστησόμενοι.
ウォルスキ人たちは、彼らの大胆さと突撃の凄まじさに驚愕し、わずかな時間持ちこたえただけで押し戻され、同時に陣地から後退した。 そして――陣営から遠くない場所に、適度に高いある丘があったのだが――彼らは、休息を取り、再び隊列を整えるつもりで、この丘へと駆け登った。
ἀλλʼ οὐ γὰρ αὐτοῖς ἐξεγένετο καταστῆναί τε καὶ ἑαυτοὺς ἀναλαβεῖν, ἀλλʼ ἐκ ποδὸς ἠκολούθησαν αὐτοῖς οἱ πολέμιοι πιλήσαντες, ὡς μάλιστʼ ἦν δυνατὸν τοὺς λόχους, ἵνα μὴ καταραχθῶσι πρὸς ἄναντες χωρίον βιαζόμενοι.
しかし、隊列を整えたり体制を立て直したりすることは彼らには許されず、敵が、登り坂の地形を強行突破する際に圧倒されないよう、中隊をできる限り密集させて、彼らの足元にぴったりと付き従った。
§9.58.5καὶ γίνεται μέγας ἀγὼν ἐπὶ πολὺ μέρος τῆς ἡμέρας, νεκροί τε πίπτουσι πολλοὶ ἀφʼ ἑκατέρων.
そして、一日の大部分にわたって大きな戦いが行われ、双方から多くの死者が倒れた。
καὶ Οὐολοῦσκοι πλήθει τε ὑπερέχοντες καὶ τὸ ἐκ τοῦ τόπου προσειληφότες ἀσφαλές, οὐδετέρου τούτων οὐδὲν ἀγαθὸν ἀπήλαυσαν, ἀλλʼ ὑπὸ τῆς Ῥωμαίων προθυμίας καὶ ἀρετῆς ἐκβιασθέντες τόν τε λόφον ἐξέλιπον καὶ
ウォルスキ人たちは、数において勝り、その場所から得られる安全さを味方につけていたにもかかわらず、これらの恩恵を何一つ享受できず、かえってローマ人の熱意と勇気によって押し出され、丘を放棄して、陣地へと逃げ込むうちに、多くの者が死んでいった。
§9.58.6ἐπὶ τὸν χάρακα φεύγοντες οἱ πολλοὶ ἀπέθνησκον. οὐ γὰρ εἴασαν αὐτοὺς οἱ Ῥωμαῖοι διώκοντες, ἀλλʼ ἐκ ποδὸς ἠκολούθησαν καὶ οὐ πρότερον ἀπετράποντο, ἢ τὴν παρεμβολὴν αὐτῶν ἑλεῖν κατὰ κράτος.
ローマ人たちは追撃の手を緩めず、足元にぴったりと付き従い、彼らの陣営を力尽くで占領するまで引き揚げなかったからである。
γενόμενοι δὲ σωμάτων τʼ ἐγκρατεῖς καὶ ὅσα ἐγκατελήφθη τῷ χάρακι καὶ ἵππων καὶ ὅπλων καὶ χρημάτων παμπόλλων κύριοι, τὴν μὲν νύκτα ἐκείνην αὐτόθι κατεστρατοπέδευσαν, τῇ δʼ ἐπιούσῃ ἡμέρᾳ τὰ εἰς πολιορκίαν ἐπιτήδεια παρεσκευασμένος ὁ ὕπατος ἐπὶ τὴν Ἀντιατῶν πόλιν οὐ πλείω ἀπέχουσαν τριάκοντα σταδίων ἦγε τὴν δύναμιν.
そして、捕虜を確保し、陣地に残されていたすべての馬、武器、莫大な財産を手に入れると、その夜はそこに陣を敷き、翌日、執政官は包囲戦に必要な道具を準備した上で、三十スタディオンと離れていないアンティウム市へと軍勢を率いた。
§9.58.7ἔτυχον δὲ φυλακῆς ἕνεκα τοῖς Ἀντιάταις Αἰκανῶν τινες ἐπίκουροι παρόντες καὶ φυλάττοντες τὰ τείχη·
そのとき、アンティウム人のもとに守備のためにアイクィ人の救援隊が何人か滞在しており、城壁を守っていた。
οἳ τότε δείσαντες τὸ Ῥωμαίων τολμηρὸν δρασμὸν ἐκ τῆς πόλεως ἐπεχείρουν ποιεῖσθαι.
彼らはそのときローマ人の果敢さを恐れ、市からの逃亡を試みた。
γενομένης δὲ τοῖς Ἀντιάταις γνώσεως κωλυόμενοι πρὸς αὐτῶν ἀπιέναι γνώμην ἐποιοῦντο παραδοῦναι Ῥωμαίοις ἐπιοῦσι τὴν πόλιν.
しかしアンティウム人たちに知られ、彼らによって立ち去るのを妨げられると、進撃してくるローマ人に市を引き渡す決意をした。
§9.58.8τοῦτο μαθόντες ἐκ μηνύσεως οἱ Ἀντιᾶται τῷ τε καιρῷ εἴκουσι, καὶ κοινῇ μετʼ ἐκείνων βουλευσάμενοι παραδιδόασι τῷ Κοιντίῳ τὴν πόλιν, ἐφʼ ᾧ Αἰκανοὺς μὲν ὑποσπόνδους ἀπελθεῖν, Ἀντιάτας δὲ φρουρὰν δέξασθαι καὶ τὰ κελευόμενα ὑπὸ Ῥωμαίων ποιεῖν.
これを密告によって知ったアンティウム人たちも時勢に屈し、彼らと共同で協議した末に、市をクィンクティウスに引き渡した。 ただし、アイクィ人たちは休戦条約のもとで撤退し、アンティウム人たちは守備隊を受け入れてローマ人から命じられることを行うという条件であった。
ἐπὶ τούτοις κύριος γενόμενος τῆς πόλεως ὁ ὕπατος, καὶ λαβὼν ὀψώνιά τε καὶ τἆλλα, ὅσων ἔδει τῇ στρατιᾷ, καὶ φρουρὰν ἐγκαταστήσας, ἀπῆγε τὴν δύναμιν·
これらの条件のもとで市を手に入れた執政官は、軍隊に必要な食糧とその他の物資を受け取り、守備隊を配置した上で、軍勢を引き揚げさせた。
ἀνθʼ ὧν αὐτὸν ἡ βουλὴ ὑπαντήσει τε φιλανθρώπῳ ἐδέξατο, καὶ θριάμβου πομπῇ ἐτίμησεν.
これらの功績に対して、元老院は彼を温かい出迎えで迎え入れ、凱旋式の挙行によって称えた。