Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §9.56.1-9.56.6

両執政官によるウォルスキ人とアイクィ人の撃退

725 / 962 箇所 · ギリシア語

要旨

ローマの新たな執政官のもとでウォルスキ人が急襲を仕掛けるが、両執政官はそれぞれの遠征でアイクィ人とウォルスキ人を破り、領土を蹂躏して大きな戦果を挙げる。

§9.56.1ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει, κατὰ τὴν ἑβδομηκοστὴν καὶ ὀγδόην ὀλυμπιάδα, ἣν ἐνίκα στάδιον Παρμενίδης Ποσειδωνιάτης Ἀθήνῃσι τὴν ἐνιαύσιον ἀρχὴν ἔχοντος Θεαγενίδου, κατεστάθησαν ὕπατοι Ῥωμαίων Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Νομίκιος Πρίσκος.
これらの執政官の後の年に、ポセイドニアのパルメニデスがアテナイでスタディオン競走に優勝し、テアゲニデスが年次のアルコン職にあった第78回オリンピアードにおいて、アウルス・ウェルギニウス・カエリモンタヌスとティトス・ノミキウス・プリスコスがローマの執政官に任命された。
ἄρτι δʼ αὐτῶν τὴν ἀρχὴν παρειληφότων ἀγγέλλεται στρατιὰ Οὐολούσκων πολλὴ παροῦσα.
彼らが職務を引き継いだばかりのとき、ウォルスキ人の大軍が接近しているとの知らせが届いた。
καὶ μετʼ οὐ πολὺ τῶν περιπολίων τι τῶν Ῥωμαϊκῶν ἐξ ἐφόδου καταληφθὲν ἐκαίετο·
そして間もなく、ローマの警戒所の一つが急襲されて占領され、燃やされた。
ἦν δʼ οὐ διὰ μακροῦ τῆς Ῥώμης, καὶ ὁ καπνὸς ἤγγελλε τοῖς ἐν τῇ πόλει τὸ πάθος.
それはローマから遠くない場所にあり、煙が市内の人々にその惨劇を告げた。
§9.56.2τότε μὲν οὖν — καὶ γὰρ ἦν ἔτι νύξ — ἱππεῖς τινας ἀποστείλαντες ἐπὶ κατασκοπὴν οἱ ὕπατοι καὶ φυλακὰς καταστήσαντες ἐπὶ τοῖς τείχεσι καὶ αὐτοὶ ταξάμενοι τρὸ τῶν πυλῶν σὺν τοῖς εὐζωνοτάτοις, ἐξεδέχοντο τὰς παρὰ τῶν ἱππέων ἀγγελίας·
そのとき――というのは、まだ夜であったからであるが――執政官たちは、偵察のために何騎かの騎兵を派遣し、また城壁に守備兵を配置し、自らも最も身軽な兵たちとともに門の前に陣を敷いて、騎兵たちからの知らせを待った。
ὡς δʼ ἡμέρα τʼ ἐγένετο, καὶ συνήθροιστο αὐτοῖς ἡ ἐν τῇ πόλει δύναμις, ἦγον ἐπὶ τοὺς πολεμίους.
夜が明け、市内の軍勢が彼らのもとに集まると、彼らは敵に向かって進軍した。
οἱ δὲ διαρπάσαντες καὶ κατακαύσαντες τὸ φρούριον ἀπῄεσαν διὰ τάχους.
しかし、敵は砦を略奪して焼き払った後、速やかに退却していた。
§9.56.3τότε μὲν οὖν οἱ ὕπατοι σβέσαντες τὰ ἔτι καιόμενα καὶ τοῦ χωρίου φυλακὴν καταλιπόντες ἀπῄεσαν εἰς τὴν πόλιν·
そのとき、執政官たちは、まだ燃えているものを消し止め、その場所の守備隊を残して、市へと戻った。
ὀλίγαις δʼ ὕστερον ἡμέραις τάς τʼ οἰκείας ἔχοντες δυνάμεις καὶ τὰς παρὰ τῶν συμμάχων ἐξῄεσαν ἀμφότεροι, Οὐεργίνιος μὲν ἐπὶ τὴν Αἰκανῶν, Νομίκιος δʼ ἐπὶ τὴν Οὐολούσκων·
そして数日後、両執政官は自軍と同盟国からの軍勢を率いて出陣した。
καὶ αὐτοῖς ἀμφοτέροις κατὰ
ウェルギニウスはアイクィ人の地へ、ノミキウスはウォルスキ人の地へと。
§9.56.4γνώμην τὰ τοῦ πολέμου ἐχώρησεν.
そして彼ら双方にとって、戦争の成り行きは望み通りに進んだ。
Οὐεργινίῳ τε γὰρ Αἰκανοὶ δῃοῦντι τὴν χώραν αὐτῶν οὐκ ἐτόλμησαν εἰς χεῖρας ἐλθεῖν, ἀλλὰ καὶ λόχον τινὰ ὑποκαθίσαντες ἐν ὕλαις ἐπιλέκτων ἀνδρῶν, οἳ ἔμελλον ἐσκεδασμένοις ἐπιθήσεσθαι τοῖς πολεμίοις, διήμαρτον τῆς ἐλπίδος ταχείας γενομένης τοῖς Ῥωμαίοις αἰσθήσεως καὶ μάχης καρτερᾶς, ἐξ ἧς πολλοὺς τῶν σφετέρων οἱ Αἰκανοὶ ἀπέβαλον·
というのも、ウェルギニウスが彼らの土地を荒廃させていたとき、アイクィ人たちは彼と戦う勇気を持てず、それどころか、精鋭からなる伏兵を森に配置して、散開している敵を襲撃しようとしたものの、ローマ人が素早く気づき、激しい戦闘が起こったために、彼らの期待は外れた。
ὥστʼ οὐδʼ εἰς πεῖραν ἑτέρας μάχης ἔτʼ ἤρχοντο.
その戦闘でアイクィ人たちは味方の多くを失った。
§9.56.5Νομικίῳ τʼ ἄγοντι τὴν στρατιὰν ἐπὶ τὴν Ἀντιατῶν πόλιν, ἣ ἐν ταῖς πρώταις τότε τῶν Οὐολούσκων πόλεσιν ἦν, οὐδεμία ἠναντιώθη δύναμις, ἀλλʼ ἀπὸ τῶν τειχῶν ἀναγκάζοντο ἕκαστοι ἀμύνεσθαι.
その結果、彼らは二度と別の戦闘を試みることはなかった。
ἐν δὲ τούτῳ ἥ τε γῆ αὐτῶν ἡ πολλὴ ἐτμήθη, καὶ πολίχνη τις ἐπιθαλάττιος ἑάλω, ᾗ ἐπινείῳ τε καὶ ἀγορᾷ τῶν εἰς τὸν βίον ἀναγκαίων ἐχρῶντο, ἐκ θαλάττης τε καὶ διὰ λῃστηρίων τὰς πολλὰς ἐπαγόμενοι ὠφελείας.
また、ノミキウスが当時ウォルスキ人の主要都市の一つであったアンティウム市へと軍を率いた際、いかなる軍勢も彼に抵抗せず、各人が城壁の上から防御せざるを得なかった。 その間に、彼らの土地の大部分は荒廃し、ある海岸沿いの小都市が占領された。 彼らはそこを港および生活必需品の市場として利用しており、海から、また海賊行為によって多くの利益を得ていた。
ἀνδράποδα μὲν οὖν καὶ χρήματα καὶ βοσκήματα καὶ τοὺς ἐμπορικοὺς φόρτους ἡ στρατιὰ συγχωρήσει τοῦ ὑπάτου διήρπασε, τὰ δʼ ἐλεύθερα σώματα, ὁπόσα μὴ ὁ πόλεμος ἔφθη διειργασμένος, ἐπὶ τὸ λαφυροπώλιον ἀπήχθη.
そこで、軍勢は執政官の許可を得て、奴隷や財産、家畜、貿易の貨物を略奪した。 そして自由人の身の者たちは、戦争によってすでに殺されていなかった限り、戦利品競売所へと連行された。
ἐλήφθησαν δὲ καὶ νῆες τῶν Ἀντιατῶν εἴκοσι καὶ δύο μακραὶ καὶ ἄλλα νεῶν ὅπλα τε καὶ παρασκευαί.
また、アンティウム人の軍船22隻と、その他の船の艤装や備品も奪われた。
§9.56.6μετὰ ταῦτα κελεύσαντος τοῦ ὑπάτου τάς τʼ οἰκίας ἐνεπίμπρασαν οἱ Ῥωμαῖοι καὶ τοὺς νεωσοίκους κατέσκαπτον καὶ τὸ τεῖχος ἤρειπον ἐκ θεμελίων·
この後、執政官の命令によってローマ人たちは家々に火を放ち、船の格納庫を破壊し、城壁を基礎から崩した。
ὥστε μηδʼ ἀπελθόντων σφῶν χρηστὸν ἔτι τοῖς Ἀντιάταις εἶναι τὸ φρούριον.
彼らが立ち去った後も、その砦がアンティウム人にとって二度と役に立たないようにするためである。
ταῦτά τε δὴ ἐπράχθη χωρὶς ἑκατέρῳ τῶν ὑπάτων, καὶ ἀμφοτέροις ἔτι καινὴ στρατεία τοῖς ἀνδράσιν ἐπὶ τὴν Σαβίνων γῆν, ἣν δῃώσαντες ἀπῆγον ἐπʼ οἴκου τὴν δύναμιν, καὶ ὁ ἐνιαυτὸς οὗτος ἐτελεύτα.
このように、これらのことは両執政官のそれぞれによって個別に行われた。 そして両者にはさらに、サビニ人の土地に対する新たな遠征が残されていたが、そこを荒廃させた後、彼らは軍勢を率いて帰途につき、この年は終わった。

語釈・文法注

  1. 9.56.1Ἀθήνῃσι τὴν ἐνιαύσιον ἀρχὴν ἔχοντος Θεαγενίδου — 属格独立構文(Genitive Absolute)であり、アテナイにおけるテアゲニデスのアルコン在任期を時間的背景として示している。Ἀθήνῃσι は場所を表す副詞。
  2. 9.56.4ταχείας γενομένης τοῖς Ῥωμαίοις αἰσθήσεως καὶ μάχης — ταχείας γενομένης ... αἰσθήσεως καὶ μάχης は属格独立。主語は αἰσθήσεως と μάχης、分詞は γενομένης であり、主節の動詞 διήμαρτον(彼らは外れた)の原因を表す。
  3. 9.56.5ἔφθη διειργασμένος — 動詞 φθάνω と補足分詞 διειργασμένος(διαεργάζομαι の完了受動分詞)の組み合わせ。「戦争が(彼らを)滅ぼすのが先でなかった限り」すなわち「戦争によってすでに殺されていなかった限り」を意味する。
  4. 9.56.6ἀπελθόντων σφῶν — 属格独立構文で、「彼ら(ローマ人)が立ち去った後でも」を意味する。人称代名詞 σφῶν は、ὥστε 節の中で主節の主語を指している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §9.56.1-9.56.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.56.1-9.56.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。