§9.56.1ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει, κατὰ τὴν ἑβδομηκοστὴν καὶ ὀγδόην ὀλυμπιάδα, ἣν ἐνίκα στάδιον Παρμενίδης Ποσειδωνιάτης Ἀθήνῃσι τὴν ἐνιαύσιον ἀρχὴν ἔχοντος Θεαγενίδου, κατεστάθησαν ὕπατοι Ῥωμαίων Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Νομίκιος Πρίσκος.
In the year after these consuls, during the seventy-eighth Olympiad, which Parmenides of Poseidonia won the stadion, while Theagenides held the annual archonship at Athens, Aulus Virginius Caelimontanus and Titus Numicius Priscus were appointed consuls of the Romans.
ἄρτι δʼ αὐτῶν τὴν ἀρχὴν παρειληφότων ἀγγέλλεται στρατιὰ Οὐολούσκων πολλὴ παροῦσα.
Hardly had they entered upon their office when news came that a large army of Volscians was at hand.
καὶ μετʼ οὐ πολὺ τῶν περιπολίων τι τῶν Ῥωμαϊκῶν ἐξ ἐφόδου καταληφθὲν ἐκαίετο· ἦν δʼ οὐ διὰ μακροῦ τῆς Ῥώμης, καὶ ὁ καπνὸς ἤγγελλε τοῖς ἐν τῇ πόλει τὸ πάθος.
And not long afterwards, one of the Roman outposts, having been taken by assault, was being burned; it was not far from Rome, and the smoke announced the disaster to those in the city.
§9.56.2τότε μὲν οὖν — καὶ γὰρ ἦν ἔτι νύξ — ἱππεῖς τινας ἀποστείλαντες ἐπὶ κατασκοπὴν οἱ ὕπατοι καὶ φυλακὰς καταστήσαντες ἐπὶ τοῖς τείχεσι καὶ αὐτοὶ ταξάμενοι τρὸ τῶν πυλῶν σὺν τοῖς εὐζωνοτάτοις, ἐξεδέχοντο τὰς παρὰ τῶν ἱππέων ἀγγελίας· ὡς δʼ ἡμέρα τʼ ἐγένετο, καὶ συνήθροιστο αὐτοῖς ἡ ἐν τῇ πόλει δύναμις, ἦγον ἐπὶ τοὺς πολεμίους.
Then, therefore—for it was still night—the consuls, having sent out some horsemen for scouting, and having stationed guards upon the walls, and themselves drawing up before the gates with the most light-armed troops, awaited the messages from the horsemen; and when day came, and the force in the city had assembled to them, they led them against the enemy.
οἱ δὲ διαρπάσαντες καὶ κατακαύσαντες τὸ φρούριον ἀπῄεσαν διὰ τάχους.
But the enemy, having plundered and burned down the fortress, departed in haste.
§9.56.3τότε μὲν οὖν οἱ ὕπατοι σβέσαντες τὰ ἔτι καιόμενα καὶ τοῦ χωρίου φυλακὴν καταλιπόντες ἀπῄεσαν εἰς τὴν πόλιν· ὀλίγαις δʼ ὕστερον ἡμέραις τάς τʼ οἰκείας ἔχοντες δυνάμεις καὶ τὰς παρὰ τῶν συμμάχων ἐξῄεσαν ἀμφότεροι, Οὐεργίνιος μὲν ἐπὶ τὴν Αἰκανῶν, Νομίκιος δʼ ἐπὶ τὴν Οὐολούσκων· καὶ αὐτοῖς ἀμφοτέροις κατὰ §9.56.4γνώμην τὰ τοῦ πολέμου ἐχώρησεν.
Then, therefore, the consuls, having extinguished what was still burning and having left a guard for the place, departed to the city; and a few days later, having both their own forces and those from the allies, they both marched out, Virginius against the Aequians' country, and Numicius against that of the Volscians; and for both of them, the events of the war proceeded according to their wish.
Οὐεργινίῳ τε γὰρ Αἰκανοὶ δῃοῦντι τὴν χώραν αὐτῶν οὐκ ἐτόλμησαν εἰς χεῖρας ἐλθεῖν, ἀλλὰ καὶ λόχον τινὰ ὑποκαθίσαντες ἐν ὕλαις ἐπιλέκτων ἀνδρῶν, οἳ ἔμελλον ἐσκεδασμένοις ἐπιθήσεσθαι τοῖς πολεμίοις, διήμαρτον τῆς ἐλπίδος ταχείας γενομένης τοῖς Ῥωμαίοις αἰσθήσεως καὶ μάχης καρτερᾶς, ἐξ ἧς πολλοὺς τῶν σφετέρων οἱ Αἰκανοὶ ἀπέβαλον· ὥστʼ οὐδʼ εἰς πεῖραν ἑτέρας μάχης ἔτʼ ἤρχοντο.
For, as Virginius was laying waste their territory, the Aequians did not dare to come to close quarters with him, but even after placing an ambush of chosen men in the woods, who were to attack the enemy when they were dispersed, they were disappointed in their hope, since the Romans quickly perceived them and a fierce battle ensued, from which the Aequians lost many of their own men; so that they did not even attempt another battle.
§9.56.5Νομικίῳ τʼ ἄγοντι τὴν στρατιὰν ἐπὶ τὴν Ἀντιατῶν πόλιν, ἣ ἐν ταῖς πρώταις τότε τῶν Οὐολούσκων πόλεσιν ἦν, οὐδεμία ἠναντιώθη δύναμις, ἀλλʼ ἀπὸ τῶν τειχῶν ἀναγκάζοντο ἕκαστοι ἀμύνεσθαι.
And to Numicius, as he led his army against the city of Antium, which was then among the primary cities of the Volscians, no force opposed him, but they were all forced to defend themselves from the walls.
ἐν δὲ τούτῳ ἥ τε γῆ αὐτῶν ἡ πολλὴ ἐτμήθη, καὶ πολίχνη τις ἐπιθαλάττιος ἑάλω, ᾗ ἐπινείῳ τε καὶ ἀγορᾷ τῶν εἰς τὸν βίον ἀναγκαίων ἐχρῶντο, ἐκ θαλάττης τε καὶ διὰ λῃστηρίων τὰς πολλὰς ἐπαγόμενοι ὠφελείας.
In the meantime, a large part of their land was ravaged, and a certain coastal small town was captured, which they used both as a seaport and as a market for the necessities of life, and from which they derived many of their benefits from the sea and through piracy.
ἀνδράποδα μὲν οὖν καὶ χρήματα καὶ βοσκήματα καὶ τοὺς ἐμπορικοὺς φόρτους ἡ στρατιὰ συγχωρήσει τοῦ ὑπάτου διήρπασε, τὰ δʼ ἐλεύθερα σώματα, ὁπόσα μὴ ὁ πόλεμος ἔφθη διειργασμένος, ἐπὶ τὸ λαφυροπώλιον ἀπήχθη.
Therefore, the army, by permission of the consul, plundered the slaves, goods, cattle, and merchant cargoes, and the free persons, as many as the war had not already destroyed, were led away to the slave-market.
ἐλήφθησαν δὲ καὶ νῆες τῶν Ἀντιατῶν εἴκοσι καὶ δύο μακραὶ καὶ ἄλλα νεῶν ὅπλα τε καὶ παρασκευαί.
And twenty-two warships of the Antiatans were also captured, along with other naval tackle and equipment.
§9.56.6μετὰ ταῦτα κελεύσαντος τοῦ ὑπάτου τάς τʼ οἰκίας ἐνεπίμπρασαν οἱ Ῥωμαῖοι καὶ τοὺς νεωσοίκους κατέσκαπτον καὶ τὸ τεῖχος ἤρειπον ἐκ θεμελίων· ὥστε μηδʼ ἀπελθόντων σφῶν χρηστὸν ἔτι τοῖς Ἀντιάταις εἶναι τὸ φρούριον.
After these things, at the command of the consul, the Romans set fire to the houses, and tore down the ship-sheds, and threw down the wall from its foundations; so that even after they had departed, the fortress would no longer be of any use to the Antiatans.
ταῦτά τε δὴ ἐπράχθη χωρὶς ἑκατέρῳ τῶν ὑπάτων, καὶ ἀμφοτέροις ἔτι καινὴ στρατεία τοῖς ἀνδράσιν ἐπὶ τὴν Σαβίνων γῆν, ἣν δῃώσαντες ἀπῆγον ἐπʼ οἴκου τὴν δύναμιν, καὶ ὁ ἐνιαυτὸς οὗτος ἐτελεύτα.
These things, then, were performed by each of the consuls separately, and there was still a new campaign for both men against the country of the Sabines, which having laid waste, they led their forces back home, and this year came to an end.