§9.56.1ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει, κατὰ τὴν ἑβδομηκοστὴν καὶ ὀγδόην ὀλυμπιάδα, ἣν ἐνίκα στάδιον Παρμενίδης Ποσειδωνιάτης Ἀθήνῃσι τὴν ἐνιαύσιον ἀρχὴν ἔχοντος Θεαγενίδου, κατεστάθησαν ὕπατοι Ῥωμαίων Αὖλος Οὐεργίνιος Καιλιμοντανὸς καὶ Τῖτος Νομίκιος Πρίσκος.
在这些执政官之后的次年,即第七十八届奥林匹克运动会期间,当时波塞多尼亚的巴美尼德在雅典赢得了短跑比赛,且塞阿格尼德担任年度执政官。 罗马人选出奥卢斯·维尔吉尼乌斯·凯利蒙塔努斯与提图斯·努米基乌斯·普里施库斯为执政官。
ἄρτι δʼ αὐτῶν τὴν ἀρχὴν παρειληφότων ἀγγέλλεται στρατιὰ Οὐολούσκων πολλὴ παροῦσα.
他们刚刚接任,就传来消息称沃尔斯奇人的大军已至。
καὶ μετʼ οὐ πολὺ τῶν περιπολίων τι τῶν Ῥωμαϊκῶν ἐξ ἐφόδου καταληφθὲν ἐκαίετο· ἦν δʼ οὐ διὰ μακροῦ τῆς Ῥώμης, καὶ ὁ καπνὸς ἤγγελλε τοῖς ἐν τῇ πόλει τὸ πάθος.
不久,罗马人的一个哨所遭到突袭并被纵火焚烧,该哨所距离罗马不远,浓烟向城里的人宣告了这场灾难。
§9.56.2τότε μὲν οὖν — καὶ γὰρ ἦν ἔτι νύξ — ἱππεῖς τινας ἀποστείλαντες ἐπὶ κατασκοπὴν οἱ ὕπατοι καὶ φυλακὰς καταστήσαντες ἐπὶ τοῖς τείχεσι καὶ αὐτοὶ ταξάμενοι τρὸ τῶν πυλῶν σὺν τοῖς εὐζωνοτάτοις, ἐξεδέχοντο τὰς παρὰ τῶν ἱππέων ἀγγελίας·
当时——因为还是夜里——执政官们派遣了一些骑兵前去侦察,并在城墙上部署了守卫,他们自己则与最轻装的士兵一起在城门前列队,等待骑兵的消息。
ὡς δʼ ἡμέρα τʼ ἐγένετο, καὶ συνήθροιστο αὐτοῖς ἡ ἐν τῇ πόλει δύναμις, ἦγον ἐπὶ τοὺς πολεμίους.
当黎明到来,城里的军队在他们身边集结完毕后,他们便率军迎击敌人。
οἱ δὲ διαρπάσαντες καὶ κατακαύσαντες τὸ φρούριον ἀπῄεσαν διὰ τάχους.
然而,敌人抢劫并烧毁了要塞,随即迅速撤退。
§9.56.3τότε μὲν οὖν οἱ ὕπατοι σβέσαντες τὰ ἔτι καιόμενα καὶ τοῦ χωρίου φυλακὴν καταλιπόντες ἀπῄεσαν εἰς τὴν πόλιν·
当时,执政官们铺灭了仍在燃烧的余火,留下守备队守卫该地,随后返回城内。
ὀλίγαις δʼ ὕστερον ἡμέραις τάς τʼ οἰκείας ἔχοντες δυνάμεις καὶ τὰς παρὰ τῶν συμμάχων ἐξῄεσαν ἀμφότεροι, Οὐεργίνιος μὲν ἐπὶ τὴν Αἰκανῶν, Νομίκιος δʼ ἐπὶ τὴν Οὐολούσκων·
几天后,他们两人率领各自的军队以及盟友提供的援军出征:维尔吉尼乌斯前往埃魁人领土,努米基乌斯则前往沃尔斯奇人领土。
καὶ αὐτοῖς ἀμφοτέροις κατὰ §9.56.4γνώμην τὰ τοῦ πολέμου ἐχώρησεν.
对他们双方而言,战争的进展都符合他们的愿望。
Οὐεργινίῳ τε γὰρ Αἰκανοὶ δῃοῦντι τὴν χώραν αὐτῶν οὐκ ἐτόλμησαν εἰς χεῖρας ἐλθεῖν, ἀλλὰ καὶ λόχον τινὰ ὑποκαθίσαντες ἐν ὕλαις ἐπιλέκτων ἀνδρῶν, οἳ ἔμελλον ἐσκεδασμένοις ἐπιθήσεσθαι τοῖς πολεμίοις, διήμαρτον τῆς ἐλπίδος ταχείας γενομένης τοῖς Ῥωμαίοις αἰσθήσεως καὶ μάχης καρτερᾶς, ἐξ ἧς πολλοὺς τῶν σφετέρων οἱ Αἰκανοὶ ἀπέβαλον· ὥστʼ οὐδʼ εἰς πεῖραν ἑτέρας μάχης ἔτʼ ἤρχοντο.
因为,当维尔吉尼乌斯蹂躏埃魁人的土地时,他们不敢与他交战,甚至还在森林中设下了一支由精兵组成的伏兵,企图在敌人分散时发起进攻。 但他们的企图落空了,因为罗马人迅速察觉并爆发了激烈的战斗,埃魁人在战斗中失去了许多自己人,以至于他们不再尝试进行另一场战斗。
§9.56.5Νομικίῳ τʼ ἄγοντι τὴν στρατιὰν ἐπὶ τὴν Ἀντιατῶν πόλιν, ἣ ἐν ταῖς πρώταις τότε τῶν Οὐολούσκων πόλεσιν ἦν, οὐδεμία ἠναντιώθη δύναμις, ἀλλʼ ἀπὸ τῶν τειχῶν ἀναγκάζοντο ἕκαστοι ἀμύνεσθαι.
当努米基乌斯率军前往当时属于沃尔斯奇人首要城市之一的安提乌姆城时,没有遇到任何军队的抵抗,城里的人全都被迫在城墙上防守。
ἐν δὲ τούτῳ ἥ τε γῆ αὐτῶν ἡ πολλὴ ἐτμήθη, καὶ πολίχνη τις ἐπιθαλάττιος ἑάλω, ᾗ ἐπινείῳ τε καὶ ἀγορᾷ τῶν εἰς τὸν βίον ἀναγκαίων ἐχρῶντο, ἐκ θαλάττης τε καὶ διὰ λῃστηρίων τὰς πολλὰς ἐπαγόμενοι ὠφελείας.
在此期间,他们的大部分土地被摧毁,一座沿海的小镇被攻占,他们曾将该镇作为港口和生活必需品的市场,以此从海上及通过海盗活动获取大量利益。
ἀνδράποδα μὲν οὖν καὶ χρήματα καὶ βοσκήματα καὶ τοὺς ἐμπορικοὺς φόρτους ἡ στρατιὰ συγχωρήσει τοῦ ὑπάτου διήρπασε, τὰ δʼ ἐλεύθερα σώματα, ὁπόσα μὴ ὁ πόλεμος ἔφθη διειργασμένος, ἐπὶ τὸ λαφυροπώλιον ἀπήχθη.
因此,在执政官的许可下,军队掠夺了奴隶、财物、牲畜和商船货物,而未被战争杀害的自由人则被带往战利品拍卖处。
ἐλήφθησαν δὲ καὶ νῆες τῶν Ἀντιατῶν εἴκοσι καὶ δύο μακραὶ καὶ ἄλλα νεῶν ὅπλα τε καὶ παρασκευαί.
此外,还俘获了安提乌姆人的二十二艘战船以及其他船只的属具和装备。
§9.56.6μετὰ ταῦτα κελεύσαντος τοῦ ὑπάτου τάς τʼ οἰκίας ἐνεπίμπρασαν οἱ Ῥωμαῖοι καὶ τοὺς νεωσοίκους κατέσκαπτον καὶ τὸ τεῖχος ἤρειπον ἐκ θεμελίων· ὥστε μηδʼ ἀπελθόντων σφῶν χρηστὸν ἔτι τοῖς Ἀντιάταις εἶναι τὸ φρούριον.
在此之后,根据执政官的命令,罗马人纵火焚烧了房屋,摧毁了船坞,并从地基上拆毁了城墙,以至于即使在他们离开后,这座要塞对安提乌姆人来说也不再有用。
ταῦτά τε δὴ ἐπράχθη χωρὶς ἑκατέρῳ τῶν ὑπάτων, καὶ ἀμφοτέροις ἔτι καινὴ στρατεία τοῖς ἀνδράσιν ἐπὶ τὴν Σαβίνων γῆν, ἣν δῃώσαντες ἀπῆγον ἐπʼ οἴκου τὴν δύναμιν, καὶ ὁ ἐνιαυτὸς οὗτος ἐτελεύτα.
这些事是由两位执政官各自独立完成的,随后两人又对萨宾人的土地进行了一次新的远征,在蹂躏该地后,他们率领军队返回家园,这一年便结束了。