Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §9.50.1-9.50.7

対照的な二人の執政官の遠征とアッピウスの十軍刑

719 / 962 箇所 · ギリシア語

要旨

二人の執政官がそれぞれ軍を率いてアエクイ族とウォルスキ族へ出征するが、兵士から慕われるクィンクティウスが順調に遠征を終えたのに対し、憎まれたアッピウスの軍は敗走し、アッピウスは自軍に厳しいデキマティオ(十分の一刑)の処罰を下してローマへ帰還する。

§9.50.1καὶ μετʼ οὐ πολὺ στρατιὰς ἐδόκει Ῥωμαίοις καταγράφειν καὶ τοὺς ὑπάτους ἐκπέμπειν ἀμφοτέρους ἐπί τʼ Αἰκανοὺς καὶ Οὐολούσκους.
それから間もなく、ローマ人たちは軍を徴募し、アエクイ族とウォルスキ族の両方に対して、二人の執政官をともに出征させることを決定した。
δυνάμεις γὰρ ἐξ ἑκατέρων τῶν ἐθνῶν ἐξεληλυθέναι ἠγγέλλοντο μεγάλαι καὶ προνομεύειν τοὺς Ῥωμαίων συμμάχους.
というのも、双方の部族から大軍が出撃し、ローマ人の同盟者たちの領地を略奪していると報告されたからである。
παρασκευασθεισῶν δὲ τῶν δυνάμεων σὺν τάχει Κοίντιος μὲν Αἰκανοῖς πολεμήσων ᾤχετο, Ἄππιος δὲ Οὐολούσκοις, κλήρῳ διαλαχόντες τὰς ἀρχάς.
急ぎ軍備が整えられると、クィンクティウスはアエクイ族と戦うために出発し、アッピウスはウォルスキ族のもとへと出発した。 彼らはくじ引きによってそれぞれの任務を分担していた。
συνέβη δὲ τῶν ὑπάτων ἑκατέρῳ τὰ εἰκότα πάσχειν·
そして、執政官たちのそれぞれに、その性格や行動にふさわしい結果が降りかかることとなった。
§9.50.2ἡ μὲν γὰρ τῷ Κοιντίῳ προσνεμηθεῖσα στρατιὰ τὴν ἐπιείκειάν τε καὶ μετριότητα τοῦ ἀνδρὸς ἀσπαζομένη πρόθυμος ἦν εἰς ἅπαντα τὰ ἐπιταττόμενα, καὶ τὰ πλεῖστα αὐτοκέλευστος ὑφίστατο κινδυνεύματα δόξαν τῷ ἡγεμόνι καὶ τιμὴν πράττουσα·
すなわち、クィンクティウスに割り当てられた軍隊は、彼の寛大さと穏健さを慕い、命じられたすべての事柄に対して熱意を示し、そのほとんどを自発的に引き受けて危険に身をさらし、指揮官のために名声と名誉をもたらした。
καὶ διεξῆλθε πολλὴν τῆς Αἰκανῶν χώρας λεηλατοῦσα οὐ τολμώντων εἰς χεῖρας ἐλθεῖν τῶν πολεμίων, ἐξ ἧς λάφυρα πολλὰ καὶ ὠφελείας μεγάλας ἐκτήσατο.
そして、彼らはアエクイ族の領地の多くを略奪しながら進軍したが、敵は交戦する勇気を持たなかった。 そこから彼らは多くの戦利品と莫大な利益を手に入れた。
χρόνον δʼ οὐ πολὺν ἐν τῇ πολεμίᾳ διατρίψασα παρῆν εἰς τὴν πόλιν ἀπαθὴς κακῶν, λαμπρὸν ἐπὶ τοῖς ἔργοις τὸν στρατηγὸν ἄγουσα.
敵地には長居することなく、何ら被害を受けることもなく都市に帰還し、輝かしい功績を立てた指揮官を連れ帰った。
§9.50.3ἡ δὲ τῷ Ἀππίῳ συνεξελθοῦσα δύναμις μίσει τῷ πρὸς αὐτὸν πολλὰ ὑπερεῖδε τῶν πατρίων.
これに対して、アッピウスとともに出征した軍勢は、彼に対する憎しみから、祖先伝来の規律の多くを軽視した。
τά τε γὰρ ἄλλα ἐθελοκακοῦσα ἐν ὅλῃ τῇ στρατείᾳ καὶ ὀλιγωροῦσα τοῦ ἡγεμόνος διετέλεσε, καὶ ἐπειδὴ μάχεσθαι ἔδει τῇ Οὐολούσκων στρατιᾷ, κατασταθεῖσα ὑπὸ τῶν ἡγεμόνων εἰς τάξιν οὐκ ἠξίωσε τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι·
彼らは全遠征期間を通じて、他の点でも故意に職務を怠り、指揮官を無視し続けた。 そして、ウォルスキ族の軍勢と戦うべき時が来ると、指揮官たちによって陣形を整えられたにもかかわらず、彼らは敵と交戦することを拒んだ。
ἀλλʼ οἵ τε λοχαγοὶ καὶ οἱ πρόμαχοι αὐτῶν, οἱ μὲν τὰ σημεῖα ῥίψαντες, οἱ δὲ τὴν τάξιν ἐγκαταλιπόντες ἐπὶ τὸν χάρακα ἔφευγον.
それどころか、百人隊長たちも前列の兵士たちも、ある者は軍旗を投げ捨て、ある者は陣形を放棄して、陣営に向かって逃亡した。
§9.50.4καὶ εἰ μὴ θαυμάσαντες τὸ παράλογον τῆς φυγῆς αὐτῶν οἱ πολέμιοι καὶ δείσαντες, μὴ ἐνέδρα τις ᾖ, τῆς ἐπὶ πλεῖον διώξεως ἀπετράποντο, τὸ πλεῖον ἂν μέρος τῶν Ῥωμαίων διέφθαρτο.
そして、敵が彼らの予想外の逃亡に驚き、何か罠があるのではないかと恐れて、それ以上の追撃を思いとどまらなかったならば、ローマ軍の大半は破滅していたことであろう。
ἐποίουν δὲ ταῦτα φθόνῳ τοῦ ἡγεμόνος, ἵνα μὴ καλὸν ἀγώνισμα ὁ ἀνὴρ διαπραξάμενος θριάμβῳ τε καὶ ταῖς ἄλλαις ἐπιλαμπρυνθῇ τιμαῖς.
彼らがこのような行動をとったのは、指揮官への嫉妬からであり、彼が輝かしい軍功を立てて、凱旋式やその他の栄誉によって身を飾ることがないようにするためであった。
§9.50.5τῇ δὲ κατόπιν ἡμέρᾳ τὰ μὲν ἐπιτιμῶντος αὐτοῖς τοῦ ὑπάτου τῆς ἀδόξου φυγῆς, τὰ δὲ παρακαλοῦντος αἴσχιστον ἔργον ἀναλύσασθαι καλῷ ἀγῶνι, τὰ δʼ ἀπειλοῦντος, εἰ μὴ στήσονται παρὰ τὰ δεινά, χρήσεσθαι τοῖς νόμοις, ἀπειθείᾳ τε διεχρῶντο καὶ καταβοῇ καὶ ἀπάγειν σφᾶς ἐκέλευον ἐκ τῆς πολεμίας ὡς ἀδύνατοι ἔτι ὄντες ὑπὸ τραυμάτων ἀντέχειν·
翌日、執政官が、一方では彼らの不名誉な逃亡を非難し、他方ではこの最も恥ずべき行為を輝かしい戦いによって雪ぐよう促し、また他方では、もし危険に直面して踏みとどまらないならば法を適用すると脅したものの、彼らは従おうとせず、大声で抗議し、傷のためにもはや持ちこたえることができないとして、敵地から撤退させるよう彼に要求した。
κατεδήσαντο γὰρ αὐτῶν οἱ πολλοὶ τοὺς ὑγιεῖς χρῶτας ὡς τραυματίαι·
実際、彼らの多くは、傷を負ったかのように見せかけて、健康な体を包帯で縛っていた。
ὥστε ὁ Ἄππιος ἠναγκάσθη ἀπάγειν τὸν στρατὸν ἐκ τῆς πολεμίας, καὶ οἱ Οὐολοῦσκοι ἀπιοῦσιν ἑπόμενοι πολλοὺς αὐτῶν ἀπέκτειναν.
そのため、アッピウスは軍を敵地から撤退させることを余儀なくされ、ウォルスキ族は退却する彼らを追撃して、多くの者を殺害した。
§9.50.6ὡς δʼ ἐν τῇ φιλίᾳ ἐγένοντο, συναγαγὼν εἰς ἐκκλησίαν αὐτοὺς ὁ ὕπατος καὶ πολλὰ ὀνειδίσας ἔφη χρήσεσθαι τῇ κατὰ τῶν λιποτακτῶν κολάσει.
彼らが同盟者の領地に入ると、執政官は彼らを民会に招集し、激しく非難した上で、脱走兵に対する処罰を適用すると宣言した。
καὶ πολλὰ δεομένων τῶν πρεσβευτῶν καὶ τῶν ἄλλων τῶν ἐν τέλει μετριάσαι, καὶ μὴ συμφορὰν ἐπὶ συμφορᾷ προσθεῖναι τῇ πόλει, λόγον οὐδενὸς αὐτῶν ποιησάμενος ἐκύρωσε τὴν κόλασιν.
そして、副官たちや他の役人たちが、寛大な処置を求め、都市にこれ以上の災難を重ねないよう懇願したにもかかわらず、彼は彼らの訴えを一切顧みることなく、処罰を決定した。
§9.50.7καὶ μετὰ τοῦθʼ οἱ λοχαγοί τε, ὧν οἱ λόχοι ἔφυγον, καὶ οἱ πρόμαχοι τῶν σημείων, ὅσοι τὰ σημεῖα ἀπολωλέκεσαν, οἱ μὲν πελέκει τοὺς αὐχένας ἀπεκόπησαν, οἱ δὲ ξύλοις παιόμενοι διεφθάρησαν·
その後、部隊が逃亡した百人隊長たちと、軍旗を失った軍旗衛兵たちは、ある者は斧で首をはねられ、ある者は棍棒で打たれて殺された。
ἐκ δὲ τοῦ ἄλλου πλήθους ἀπὸ δεκάδος ἑκάστης εἷς ἀνὴρ ὁ λαχὼν κλήρῳ πρὸ τῶν ἄλλων ἀπέθνησκεν.
また、残りの大勢の兵士たちからは、十人ごとにくじで選ばれた一人が、皆の前で死刑に処された。
αὕτη Ῥωμαίοις πάτριός ἐστι κατὰ τῶν λιπόντων τὰς τάξεις ἢ προεμένων τὰς σημαίας ἡ κόλασις.
これが、戦列を放棄した者や、軍旗を失った者に対するローマの祖先伝来の処罰である。
καὶ μετὰ ταῦτʼ αὐτός τε μισούμενος ὁ στρατηγὸς καὶ τῆς στρατιᾶς ὅσον ἔτι περιῆν κατηφὲς καὶ ἄτιμον ἐπαγόμενος, τῶν ἀρχαιρεσίων καθηκόντων ἀνέστρεψεν εἰς τὴν πατρίδα.
この後、将軍自身は憎まれ、軍の生き残りである気落ちし不名誉を被った者たちを率いて、選挙の時期が近づいたため、祖国へと帰還した。

語釈・文法注

  1. 1878κλήρῳ διαλαχόντες — 単数名詞の並置(QuinctiusとAppius)を主語とし、主節の動詞は単数形(ᾤχετο)であるのに対し、分詞 διαλαχόντες は複数主格となっており、文脈上の「二人」という複数概念に一致させる意味上の主語の一致(constructio ad sensum)が見られる。
  2. 1880τὰ μὲν ... τὰ δὲ ... τὰ δʼ ... — 副詞的対格の用法。「一方では…他方では…さらに他方では…」という意味で、後ろに続く3つの属格独立分詞節(ἐπιτιμῶντος, παρακαλοῦντος, ἀπειλοῦντος)を並置して導いている。
  3. 1881τοὺς αὐχένας ἀπεκόπησαν — 受動態動詞と共に用いられる制限の対格(または保持された対格)。能動態「〜の首を切り落とす」における目的語の対格(τοὺς αὐχένας)が、動詞が受動態(ἀπεκόπησαν)に変化してもそのまま対格として保持されている。
  4. 1881τῶν ἀρχαιρεσίων καθηκόντων — 属格独立。名詞 ἀρχαιρέσια(選挙)と動詞 καθήκω(近づく、到来する)の現在分詞から成り、時(「選挙の時期が近づいたので」)を表す副詞的節を構成している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §9.50.1-9.50.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.50.1-9.50.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。