Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.50.1-9.50.7

两位执政官的远征与阿庇乌斯的什一抽杀律

第 719 段,共 962 段 · 希腊语

内容简介

两位执政官分别率军出征埃奎人和沃尔斯奇人;深受士兵爱戴的昆克蒂乌斯顺利完成了远征,而倍受憎恨的阿庇乌斯手下的军队却拒绝作战并可耻地溃退,阿庇乌斯随后对部下处以严厉的“什一抽杀律”惩罚,随后返回罗马。

§9.50.1καὶ μετʼ οὐ πολὺ στρατιὰς ἐδόκει Ῥωμαίοις καταγράφειν καὶ τοὺς ὑπάτους ἐκπέμπειν ἀμφοτέρους ἐπί τʼ Αἰκανοὺς καὶ Οὐολούσκους.
此后不久,罗马人决定征集军队,并派两位执政官分别出征埃奎人和沃尔斯奇人。
δυνάμεις γὰρ ἐξ ἑκατέρων τῶν ἐθνῶν ἐξεληλυθέναι ἠγγέλλοντο μεγάλαι καὶ προνομεύειν τοὺς Ῥωμαίων συμμάχους.
因为据报告,这两个部族都派出了大军,正在掠夺罗马人的盟友。
παρασκευασθεισῶν δὲ τῶν δυνάμεων σὺν τάχει Κοίντιος μὲν Αἰκανοῖς πολεμήσων ᾤχετο, Ἄππιος δὲ Οὐολούσκοις, κλήρῳ διαλαχόντες τὰς ἀρχάς.
军队迅速整备完毕后,昆克蒂乌斯出发去与埃奎人作战,阿庇乌斯则去与沃尔斯奇人作战,他们通过抽签分配了各自的任务。
συνέβη δὲ τῶν ὑπάτων ἑκατέρῳ τὰ εἰκότα πάσχειν·
结果,两位执政官各自遭遇了与其性格和行为相符的境遇。
§9.50.2ἡ μὲν γὰρ τῷ Κοιντίῳ προσνεμηθεῖσα στρατιὰ τὴν ἐπιείκειάν τε καὶ μετριότητα τοῦ ἀνδρὸς ἀσπαζομένη πρόθυμος ἦν εἰς ἅπαντα τὰ ἐπιταττόμενα, καὶ τὰ πλεῖστα αὐτοκέλευστος ὑφίστατο κινδυνεύματα δόξαν τῷ ἡγεμόνι καὶ τιμὴν πράττουσα· καὶ διεξῆλθε πολλὴν τῆς Αἰκανῶν χώρας λεηλατοῦσα οὐ τολμώντων εἰς χεῖρας ἐλθεῖν τῶν πολεμίων, ἐξ ἧς λάφυρα πολλὰ καὶ ὠφελείας μεγάλας ἐκτήσατο.
因为分配给昆克蒂乌斯的军队,感念于他的温和与宽厚,对所有命令都充满热忱,并且多半是自发地承担危险,为他们的指挥官赢得名声和荣誉;他们横扫了埃奎人的大片领土并进行劫掠,而敌人不敢与他们交手,他们由此获得了丰厚的战利品和巨大的收益。
χρόνον δʼ οὐ πολὺν ἐν τῇ πολεμίᾳ διατρίψασα παρῆν εἰς τὴν πόλιν ἀπαθὴς κακῶν, λαμπρὸν ἐπὶ τοῖς ἔργοις τὸν στρατηγὸν ἄγουσα.
¦p.v.3p.361 在敌国境外未作久留,他们便安然无恙地返回了城邦,带回了因其战功而显得无比辉煌的统帅。
§9.50.3ἡ δὲ τῷ Ἀππίῳ συνεξελθοῦσα δύναμις μίσει τῷ πρὸς αὐτὸν πολλὰ ὑπερεῖδε τῶν πατρίων.
然而,与阿庇乌斯一同出征的军队,由于对他的憎恨,漠视了许多祖辈传下来的规律。
τά τε γὰρ ἄλλα ἐθελοκακοῦσα ἐν ὅλῃ τῇ στρατείᾳ καὶ ὀλιγωροῦσα τοῦ ἡγεμόνος διετέλεσε, καὶ ἐπειδὴ μάχεσθαι ἔδει τῇ Οὐολούσκων στρατιᾷ, κατασταθεῖσα ὑπὸ τῶν ἡγεμόνων εἰς τάξιν οὐκ ἠξίωσε τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι· ἀλλʼ οἵ τε λοχαγοὶ καὶ οἱ πρόμαχοι αὐτῶν, οἱ μὲν τὰ σημεῖα ῥίψαντες, οἱ δὲ τὴν τάξιν ἐγκαταλιπόντες ἐπὶ τὸν χάρακα ἔφευγον.
在整个远征期间,他们不仅在其他方面故意消极怠工,而且始终无视指挥官。 当需要与沃尔斯奇人的军队交战时,尽管他们已被指挥官们排好了阵形,却不屑于 ¦1879 与敌人交手;相反,他们的百人队长和前排士兵,有的扔掉了军旗,有的擅离职守,纷纷向营垒逃跑。
§9.50.4καὶ εἰ μὴ θαυμάσαντες τὸ παράλογον τῆς φυγῆς αὐτῶν οἱ πολέμιοι καὶ δείσαντες, μὴ ἐνέδρα τις ᾖ, τῆς ἐπὶ πλεῖον διώξεως ἀπετράποντο, τὸ πλεῖον ἂν μέρος τῶν Ῥωμαίων διέφθαρτο.
如果敌人不是因为对他们意外的逃跑感到惊讶,并担心其中有诈而放弃了进一步的追击,那么罗马军的大部分本会被歼灭。
ἐποίουν δὲ ταῦτα φθόνῳ τοῦ ἡγεμόνος, ἵνα μὴ καλὸν ἀγώνισμα ὁ ἀνὴρ διαπραξάμενος θριάμβῳ τε καὶ ταῖς ἄλλαις ἐπιλαμπρυνθῇ τιμαῖς.
他们这样做是出于对指挥官的嫉妒,为了不让这个人在立下辉煌战功后,因凯旋式和其他荣誉而增添光彩。
§9.50.5τῇ δὲ κατόπιν ἡμέρᾳ τὰ μὲν ἐπιτιμῶντος αὐτοῖς τοῦ ὑπάτου τῆς ἀδόξου φυγῆς, τὰ δὲ παρακαλοῦντος αἴσχιστον ἔργον ἀναλύσασθαι καλῷ ἀγῶνι, τὰ δʼ ἀπειλοῦντος, εἰ μὴ στήσονται παρὰ τὰ δεινά, χρήσεσθαι τοῖς νόμοις, ἀπειθείᾳ τε διεχρῶντο καὶ καταβοῇ καὶ ἀπάγειν σφᾶς ἐκέλευον ἐκ τῆς πολεμίας ὡς ἀδύνατοι ἔτι ὄντες ὑπὸ τραυμάτων ἀντέχειν·
第二天,执政官一方面指责他们可耻的逃跑,另一方面勉励他们通过一场辉煌的战斗来洗刷这最可耻的行径,同时还威胁说,如果面对危险不坚持抵抗,就要动用法纪;然而,士兵们却一味地抗命和大声喧哗,并要求他将他们带离敌境,理由是由于 ¦1880 受伤,他们已无法继续支撑。
κατεδήσαντο γὰρ αὐτῶν οἱ πολλοὶ τοὺς ὑγιεῖς χρῶτας ὡς τραυματίαι·
因为他们中的许多人把健康的肢体包扎起来,装作受伤的样子。
ὥστε ὁ Ἄππιος ἠναγκάσθη ἀπάγειν τὸν στρατὸν ἐκ τῆς πολεμίας, καὶ οἱ Οὐολοῦσκοι ἀπιοῦσιν ἑπόμενοι πολλοὺς αὐτῶν ἀπέκτειναν.
结果,阿庇乌斯 ¦p.v.3p.362 被迫将军队撤出敌境,而沃尔斯奇人尾随撤退的他们,杀死了其中许多人。
§9.50.6ὡς δʼ ἐν τῇ φιλίᾳ ἐγένοντο, συναγαγὼν εἰς ἐκκλησίαν αὐτοὺς ὁ ὕπατος καὶ πολλὰ ὀνειδίσας ἔφη χρήσεσθαι τῇ κατὰ τῶν λιποτακτῶν κολάσει.
当他们进入友好领土后,执政官召集他们开会,在严厉斥责之后,表示将采用针对逃兵的刑罚。
καὶ πολλὰ δεομένων τῶν πρεσβευτῶν καὶ τῶν ἄλλων τῶν ἐν τέλει μετριάσαι, καὶ μὴ συμφορὰν ἐπὶ συμφορᾷ προσθεῖναι τῇ πόλει, λόγον οὐδενὸς αὐτῶν ποιησάμενος ἐκύρωσε τὴν κόλασιν.
尽管副官和其他官员极力请求他宽大处理,不要给城邦灾难上加灾难,但他完全不理会他们,批准了这项处罚。
§9.50.7καὶ μετὰ τοῦθʼ οἱ λοχαγοί τε, ὧν οἱ λόχοι ἔφυγον, καὶ οἱ πρόμαχοι τῶν σημείων, ὅσοι τὰ σημεῖα ἀπολωλέκεσαν, οἱ μὲν πελέκει τοὺς αὐχένας ἀπεκόπησαν, οἱ δὲ ξύλοις παιόμενοι διεφθάρησαν· ἐκ δὲ τοῦ ἄλλου πλήθους ἀπὸ δεκάδος ἑκάστης εἷς ἀνὴρ ὁ λαχὼν κλήρῳ πρὸ τῶν ἄλλων ἀπέθνησκεν.
此后,凡是士兵逃跑的百人队百人队长,以及丢失了军旗的军旗护卫兵,有的被用斧头斩首,有的被乱棍打死;而从其余的人群中,每十个人里抽签抽出一人,在其他人面前被处死。
αὕτη Ῥωμαίοις πάτριός ἐστι κατὰ τῶν λιπόντων τὰς τάξεις ἢ προεμένων τὰς σημαίας ἡ κόλασις.
¦1881 这是罗马人对于擅离职守或丢弃军旗者的祖传刑罚。
καὶ μετὰ ταῦτʼ αὐτός τε μισούμενος ὁ στρατηγὸς καὶ τῆς στρατιᾶς ὅσον ἔτι περιῆν κατηφὲς καὶ ἄτιμον ἐπαγόμενος, τῶν ἀρχαιρεσίων καθηκόντων ἀνέστρεψεν εἰς τὴν πατρίδα.
此后,这位将军本人深受憎恨,带着残存的、垂头丧气且蒙受耻辱的军队,因选举期近,返回了祖国。

词汇与语法注释

  1. 1878κλήρῳ διαλαχόντες — 意义一致(constructio ad sensum)。虽然主句动词(ᾤχετο)是单数形式以与个别的主语(Quinctius 和 Appius)一致,但分词 διαλαχόντες 采用了主格复数形式,以与语义上的复数主语(两位执政官)相呼应。
  2. 1880τὰ μὲν ... τὰ δὲ ... τὰ δʼ ... — 副词性宾格的用法。意为“一方面……另一方面……再者……”,用来并列引导后面的三个属格独立分词结构(ἐπιτιμῶντος、παρακαλοῦντος 和 ἀπειλοῦντος)。
  3. 1881τοὺς αὐχένας ἀπεκόπησαν — 被动语态中的限制宾格(或保留宾格)。主动语态“砍掉某人的脖子”中的直接宾语 τοὺς αὐχένας 在动词变为被动语态(ἀπεκόπησαν)时依然保留了宾格形式。
  4. 1881τῶν ἀρχαιρεσίων καθηκόντων — 时间的属格独立结构。由名词 ἀρχαιρέσια(选举)与动词 καθήκω(临近、到来)的现在分词构成,表示时间背景(“因选举期临近”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.50.1-9.50.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.50.1-9.50.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。