§9.49.1ὡς δʼ οὐδὲν ἐγίνετο πέρας, χωρὶς ἑκάστους ἀπολαμβάνων ὁ Κοίντιος, τούς τε δημάρχους καὶ τὸν Ἄππιον, ἐδεῖτο καὶ ἐλιπάρει καὶ τὰ κοινὰ τῶν ἰδίων ἀναγκαιότερα ἡγεῖσθαι ἠξίου.
しかし何らの解決にも至らなかったため、クィンクティウスは護民官たちとアッピウスを個別に呼び出し、懇願し、懇請するとともに、私的な利益よりも公の利益をより重要とみなすよう求めた。
ὁρῶν δὲ τοὺς μὲν ἤδη πεπειροτέρους γεγονότας, τὸν δὲ συνάρχοντα ἐπὶ τῆς αὐτῆς αὐθαδείας μένοντα πείθει τοὺς ἀμφὶ Λαιτώριον, ὑπὲρ ἁπάντων τῶν τʼ ἰδίων ἐγκλημάτων καὶ §9.49.2τῶν δημοσίων τὴν βουλὴν ποιῆσαι κυρίαν.
そして、一方(護民官たち)はすでに説得に応じやすくなっているのを見たが、同僚の執政官は相変わらず頑迷なままであるのを見て、ライトリウスの周囲の者たち(護民官たち)を説得し、私的な非難や公的な事柄のすべてについて、元老院に決定権を委ねるようにさせた。
ἐπεὶ δὲ τοῦτο διεπράξατο, συνεκάλει τὴν βουλὴν καὶ τοὺς δημάρχους πολλὰ ἐπαινέσας καὶ τοῦ συνάρχοντος δεηθεὶς μὴ ἀντιπράττειν τῇ σωτηρίᾳ τῆς πόλεως ἐκάλει τοὺς εἰωθότας ἀποφαίνεσθαι γνώμας.
そして彼がこれを成し遂げると、元老院を招集し、護民官たちを大いに称賛し、同僚の執政官に国家の救済を妨害しないよう懇願した上で、通常意見を述べることになっている者たちを指名した。
§9.49.3πρῶτος δὲ κληθεὶς Πόπλιος Οὐαλέριος Ποπλικόλας γνώμην ἀπεφήνατο τήνδε·
最初に指名されたプブリウス・ウァレリウス・プブリコラは、次のような意見を表明した。
ὅσα μὲν ἀλλήλοις ἐγκαλοῦσιν οἵ τε δήμαρχοι καὶ ὁ ὕπατος, ὑπὲρ ὧν ἔπαθον ἢ ἔδρασαν ἐν τῇ ταραχῇ, ἐπειδὴ οὐκ ἐξ ἐπιβουλῆς οὐδʼ οἰκείας πλεονεξίας ἕνεκεν εἰς αὐτὰ κατέστησαν, ἀλλʼ ὑπὸ τῆς εἰς τὰ κοινὰ φιλοτιμίας, ἀφεῖσθαι δημοσίᾳ καὶ μηδεμίαν ὑπὲρ αὐτῶν εἶναι δίκην·
「護民官たちと執政官が、あの騒乱の中で被ったことや行ったことについて互いに非難し合っているすべての事柄については、彼らが悪意や私的な利欲からそうした事態に至ったのではなく、公に対する熱意からであったのであるから、公に不問に付されるべきであり、それらについてのいかなる裁判も行われるべきではない。
περὶ δὲ τοῦ νόμου, ἐπειδὴ ὁ ὕπατος οὐκ ἐᾷ νόμον ἀπροβούλευτον εἰς τὴν ἐκκλησίαν ἐκφέρειν, προβουλεῦσαι μὲν περὶ τούτου τὸ συνέδριον·
また法案については、執政官が、元老院の予備決議を経ていない法案を民会に提出することを認めていないのであるから、元老院がこれについて事前に決議すべきである。
τοὺς δὲ δημάρχους ἅμα τοῖς ὑπάτοις ἐπιμέλειαν ποιήσασθαι τῆς θʼ ὁμονοίας τῶν πολιτῶν, ὅταν ἡ ψῆφος περὶ αὐτοῦ διαφέρηται, καὶ τῆς εὐκοσμίας.
そして、護民官たちは執政官たちとともに、その法案に関する投票が行われる際に、市民の融和と秩序が保たれるよう配慮すべきである。
§9.49.4ἐπαινεσάντων δὲ τὴν γνώμην ἁπάντων εὐθὺς ἀνέδωκε τὴν ὑπὲρ τοῦ νόμου ψῆφον ὁ Κοίντιος τῷ συνεδρίῳ, καὶ πολλὰ μὲν Ἀππίου κατηγορήσαντος, πολλὰ δὲ τῶν δημάρχων ἀντιλεξάντων, ἐνίκα παρὰ πολλὰς ψήφους ἡ τὸν νόμον εἰσφέρειν ἀξιοῦσα γνώμη.
」全員がこの意見を支持すると、クィンクティウスは直ちにその法案に関する投票を元老院に求めた。 そして、アッピウスが多くの非難を述べ、また護民官たちも多く反論したものの、法案を提出することを求める意見が、大差の票をもって勝利した。
ἐπικυρωθέντος δὲ τοῦ προβουλεύματος αἵ τε ἴδιαι τῶν ἀρχόντων διαφοραὶ διελύθησαν, καὶ ὁ δῆμος ἀγαπητῶς δεξάμενος τὸ συγχώρημα τῆς βουλῆς ἐπεψήφισε τὸν νόμον.
そして予備決議が承認されると、官職者たちの私的な対立は解消され、民衆は元老院の譲歩を喜んで受け入れてその法案を可決した。
ἀπʼ ἐκείνου τοῦ χρόνου τὰ τῶν δημάρχων καὶ ἀγορανόμων ἀρχαιρέσια μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου δίχα οἰωνῶν τε καὶ τῆς ἄλλης ὀττείας ἀπάσης αἱ φυλετικαὶ ψηφοφοροῦσιν ἐκκλησίαι.
その時から、護民官と按察官の選挙は、私たちの時代に至るまで、鳥占やその他のいかなる前兆の観察も伴うことなく、部族民会が投票を行っている。
αὕτη λύσις ἐγένετο τῆς τότε κατασχούσης ταραχῆς τὴν πόλιν.
これが、当時都市を覆っていた騒乱の解決であった。