§9.5.1οἱ δὲ μετὰ τούτους ἀποδειχθέντες ὕπατοι, Γνάϊος Μάλλιος καὶ Μάρκος Φάβιος τὸ δεύτερον ἄρχειν αἱρεθείς, ψήφισμα τῆς βουλῆς ποιησαμένης στρατὸν ἐξάγειν ἐπὶ τὴν Οὐιεντανῶν πόλιν, ὅσον ἂν πλεῖστον δυνηθῶσι, προὔθηκαν ἡμέραν, ἐν ᾗ τὸν κατάλογον ἔμελλον ποιήσεσθαι τῆς στρατιᾶς.
The consuls appointed after them, Gnaeus Manlius and Marcus Fabius, elected to hold office for the second time, when the senate had passed a decree to lead out an army against the city of the Veientes, as large as they possibly could, appointed a day on which they were to make the enlistment of the army.
γινομένου δʼ αὐτοῖς ἐμποδὼν ἐπὶ κωλύσει τῆς καταγραφῆς ἑνὸς τῶν δημάρχων, Τεβερίου Ποντοφικίου καὶ τὸ περὶ τῆς κληρουχίας ψήφισμα ἀνακαλουμένου, θεραπεύσαντες τῶν συναρχόντων αὐτοῦ τινας, ὥσπερ ἐποίησαν οἱ πρὸ αὐτῶν ὕπατοι, διέστησαν τὸ ἀρχεῖον· καὶ μετὰ τοῦτʼ ἔπραττον ἐπὶ πολλῆς ἐξουσίας τὰ δόξαντα τῇ βουλῇ.
But since one of the tribunes, Tiberius Pontificius, stood in their way to prevent the enrollment and demanded again the decree concerning the distribution of land, having courted some of his colleagues, as the consuls before them had done, they divided the college of tribunes; and after this they executed the decrees of the senate with great authority.
§9.5.2γενομένης δὲ τῆς καταγραφῆς ἐν ὀλίγαις ἡμέραις ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους, δύο μὲν ἑκάτερος ἄγων Ῥωμαίων τάγματα τῶν ἐξ αὐτῆς καταγραφέντων τῆς πόλεως, οὐκ ἐλάττω δὲ ταύτης χεῖρα τὴν ὑπὸ τῶν ἀποίκων τε καὶ ὑπηκόων ἀποσταλεῖσαν.
The enlistment having been made within a few days, they marched out against the enemy, each leading two Roman legions of those enrolled from the city itself, and a force no smaller than this sent by the colonists and subjects.
ἀφίκετο δʼ αὐτοῖς παρὰ τοῦ Λατίνων τε καὶ Ἑρνίκων ἔθνους διπλάσιον τοῦ κληθέντος ἐπικουρικόν.
And there arrived for them from the nation of the Latins and Hernicians an allied force double what had been summoned.
οὐ μὴν ἐχρήσαντό γε παντί· πολλὴν δὲ χάριν αὐτοῖς εἰδέναι φήσαντες τῆς προθυμίας ἀπέλυσαν τῆς ἀποσταλείσης δυνάμεως τὴν ἡμίσειαν.
However, they did not indeed use all of it; but saying that they felt great gratitude to them for their eagerness, they dismissed half of the sent force.
§9.5.3ἔταξαν δὲ καὶ πρὸ τῆς πόλεως τρίτον ἐκ δυεῖν ταγμάτων τῶν ἐν ἀκμῇ στρατόν, φύλακα τῆς χώρας ἐσόμενον, εἴ τις ἑτέρα δύναμις πολεμίων ἐκ τοῦ ἀδοκήτου φανείη· τοὺς δʼ ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον, οἷς ἔτι δύναμις ἦν ὅπλων χρήσεως, ἐν τῇ πόλει κατέλιπον ἄκρας τε καὶ τείχη φυλάξοντας.
And they also stationed in front of the city a third army consisting of two legions of men in their prime, to be a guard of the country, in case any other force of the enemy should appear unexpectedly; but those who were beyond the military register, who still had the strength to use arms, they left in the city to guard the citadels and walls.
§9.5.4ἀγαγόντες δὲ πλησίον τῆς Οὐιεντανῶν πόλεως τὰς δυνάμεις κατεστρατοπέδευσαν ἐπὶ λόφοις δυσὶν οὐ μακρὰν ἀφεστηκόσιν ἀπʼ ἀλλήλων.
And having led their forces near the city of the Veientes, they encamped on two hills not far distant from each other.
ἦν δὲ καὶ ἡ τῶν πολεμίων δύναμις ἐξεστρατευμένη πρὸ τῆς πόλεως πολλή τε καὶ ἀγαθή.
And the force of the enemy was also encamped in front of the city, both numerous and excellent.
συνεληλύθεσαν γὰρ ἐξ ἁπάσης Τυρρηνίας οἱ δυνατώτατοι τοὺς ἑαυτῶν πενέστας ἐπαγόμενοι, καὶ ἐγένετο τοῦ Ῥωμαικοῦ στρατοῦ §9.5.5μεῖζον τὸ Τυρρηνικὸν οὐκ ὀλίγῳ.
For the most powerful men had assembled from all Etruria, bringing with them their own clients, and the Etruscan army became not a little larger than the Roman one.
τοῖς δʼ ὑπάτοις τό τε πλῆθος ὁρῶσι τῶν πολεμίων καὶ τὴν λαμπρότητα τῶν ὅπλων πολὺ δέος ἐνέπεσε, μή ποτʼ οὐχ ἱκανοὶ γένωνται στασιαζούσῃ δυνάμει τῇ σφετέρᾳ πρὸς ὁμονοοῦσαν τὴν τῶν πολεμίων ἀντιταξάμενοι ὑπερβαλέσθαι· ἐδόκει τʼ αὐτοῖς ὀχυρωσαμένοις τὰ στρατόπεδα τρίβειν τὸν πόλεμον ἐκδεχομένοις, εἴ τινα δώσει πλεονεξίας ἀφορμὴν αὐτοῖς τὸ τῶν πολεμίων θράσος ἀλογίστῳ καταφρονήσει ἐπαρθέν.
And upon the consuls, seeing both the multitude of the enemy and the splendor of their arms, great fear fell, lest they might not be sufficient, by drawing up their own discordant force against the harmonious one of the enemy, to overcome them; and it seemed best to them, having fortified their camps, to drag out the war, waiting to see if the audacity of the enemy, raised high by senseless contempt, would give them some opportunity for advantage.
ἀκροβολισμοὶ δὴ μετὰ τοῦτο συνεχεῖς ἐγίνοντο καὶ ψιλῶν συμπλοκαὶ βραχεῖαι, μέγα δʼ ἢ λαμπρὸν ἔργον οὐδέν.
Accordingly, after this, continuous skirmishes occurred and brief encounters of light-armed troops, but no great or brilliant deed.