Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.5.1-9.5.5

新执政官顺利征兵与对维爱军的持重策略

第 674 段,共 962 段 · 希腊语

内容简介

新任执政官马利乌斯和法比乌斯排除保民官的阻挠完成征兵,并进军至维爱城附近。面对数量庞大且团结的敌军,罗马军队选择加固营垒并采取持久战策略。

§9.5.1οἱ δὲ μετὰ τούτους ἀποδειχθέντες ὕπατοι, Γνάϊος Μάλλιος καὶ Μάρκος Φάβιος τὸ δεύτερον ἄρχειν αἱρεθείς, ψήφισμα τῆς βουλῆς ποιησαμένης στρατὸν ἐξάγειν ἐπὶ τὴν Οὐιεντανῶν πόλιν, ὅσον ἂν πλεῖστον δυνηθῶσι, προὔθηκαν ἡμέραν, ἐν ᾗ τὸν κατάλογον ἔμελλον ποιήσεσθαι τῆς στρατιᾶς.
此后被任命的执政官格奈乌斯·马利乌斯和第二次当选执政的马尔库斯·法比乌斯,在元老院通过决议要求向维爱人的城市派出尽可能多的军队后,宣布了进行军队征兵的日期。
γινομένου δʼ αὐτοῖς ἐμποδὼν ἐπὶ κωλύσει τῆς καταγραφῆς ἑνὸς τῶν δημάρχων, Τεβερίου Ποντοφικίου καὶ τὸ περὶ τῆς κληρουχίας ψήφισμα ἀνακαλουμένου, θεραπεύσαντες τῶν συναρχόντων αὐτοῦ τινας, ὥσπερ ἐποίησαν οἱ πρὸ αὐτῶν ὕπατοι, διέστησαν τὸ ἀρχεῖον· καὶ μετὰ τοῦτʼ ἔπραττον ἐπὶ πολλῆς ἐξουσίας τὰ δόξαντα τῇ βουλῇ.
但由于平民保民官之一的提贝里乌斯·蓬托菲基乌斯站出来阻挠征兵,并要求重新履行关于土地分配的决议,他们便效仿前任执政官的做法,拉拢了其几位同僚,从而分裂了保民官署;在此之后,他们以极大的权力执行了元老院的决议。
§9.5.2γενομένης δὲ τῆς καταγραφῆς ἐν ὀλίγαις ἡμέραις ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους, δύο μὲν ἑκάτερος ἄγων Ῥωμαίων τάγματα τῶν ἐξ αὐτῆς καταγραφέντων τῆς πόλεως, οὐκ ἐλάττω δὲ ταύτης χεῖρα τὴν ὑπὸ τῶν ἀποίκων τε καὶ ὑπηκόων ἀποσταλεῖσαν.
征兵在几天内完成后,他们便向敌人进军,两人各率领两个从城市本身征募的罗马军团,以及由殖民地和臣属派遣的、人数不少于此的军势。
ἀφίκετο δʼ αὐτοῖς παρὰ τοῦ Λατίνων τε καὶ Ἑρνίκων ἔθνους διπλάσιον τοῦ κληθέντος ἐπικουρικόν.
此外,拉丁人和赫尔尼基人部落还送来了相当于所征召人数两倍的辅助部队。
οὐ μὴν ἐχρήσαντό γε παντί· πολλὴν δὲ χάριν αὐτοῖς εἰδέναι φήσαντες τῆς προθυμίας ἀπέλυσαν τῆς ἀποσταλείσης δυνάμεως τὴν ἡμίσειαν.
然而,他们并没有全部使用这些部队;他们声称对他们的热诚深表感谢,便遣散了所派军队的一半。
§9.5.3ἔταξαν δὲ καὶ πρὸ τῆς πόλεως τρίτον ἐκ δυεῖν ταγμάτων τῶν ἐν ἀκμῇ στρατόν, φύλακα τῆς χώρας ἐσόμενον, εἴ τις ἑτέρα δύναμις πολεμίων ἐκ τοῦ ἀδοκήτου φανείη· τοὺς δʼ ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον, οἷς ἔτι δύναμις ἦν ὅπλων χρήσεως, ἐν τῇ πόλει κατέλιπον ἄκρας τε καὶ τείχη φυλάξοντας.
他们还在城市前方部署了由两个处于壮年时期的军团组成的第三支军队,以作为国土的卫士,防备敌人的其他军队出其不意地出现;至于那些超出兵籍年龄、但仍有能力使用武器的人,则留守在城内,以防守要塞和城墙。
§9.5.4ἀγαγόντες δὲ πλησίον τῆς Οὐιεντανῶν πόλεως τὰς δυνάμεις κατεστρατοπέδευσαν ἐπὶ λόφοις δυσὶν οὐ μακρὰν ἀφεστηκόσιν ἀπʼ ἀλλήλων.
他们将军队带到维爱人的城市附近,在相距不远的两座山丘上扎下营盘。
ἦν δὲ καὶ ἡ τῶν πολεμίων δύναμις ἐξεστρατευμένη πρὸ τῆς πόλεως πολλή τε καὶ ἀγαθή.
而敌人的军队也已在城市前方出征,人数众多且精锐。
συνεληλύθεσαν γὰρ ἐξ ἁπάσης Τυρρηνίας οἱ δυνατώτατοι τοὺς ἑαυτῶν πενέστας ἐπαγόμενοι, καὶ ἐγένετο τοῦ Ῥωμαικοῦ στρατοῦ §9.5.5μεῖζον τὸ Τυρρηνικὸν οὐκ ὀλίγῳ.
因为最强大的势力已从整个伊特鲁里亚聚集而来,并带来了他们自己的隶农,使得伊特鲁里亚人的军队比罗马人的军队大了很多。
τοῖς δʼ ὑπάτοις τό τε πλῆθος ὁρῶσι τῶν πολεμίων καὶ τὴν λαμπρότητα τῶν ὅπλων πολὺ δέος ἐνέπεσε, μή ποτʼ οὐχ ἱκανοὶ γένωνται στασιαζούσῃ δυνάμει τῇ σφετέρᾳ πρὸς ὁμονοοῦσαν τὴν τῶν πολεμίων ἀντιταξάμενοι ὑπερβαλέσθαι· ἐδόκει τʼ αὐτοῖς ὀχυρωσαμένοις τὰ στρατόπεδα τρίβειν τὸν πόλεμον ἐκδεχομένοις, εἴ τινα δώσει πλεονεξίας ἀφορμὴν αὐτοῖς τὸ τῶν πολεμίων θράσος ἀλογίστῳ καταφρονήσει ἐπαρθέν.
执政官们看到敌人的众多和武器的华丽,心中产生了极大的恐惧,担心用自己这支处于内讧中的军队去对抗团结一致的敌军,恐怕不足以战胜他们;在他们看来,最好是加固营垒,拖延战争,等待敌人的放肆因无理的轻蔑而膨胀,从而给他们提供某种占优势的机会。
ἀκροβολισμοὶ δὴ μετὰ τοῦτο συνεχεῖς ἐγίνοντο καὶ ψιλῶν συμπλοκαὶ βραχεῖαι, μέγα δʼ ἢ λαμπρὸν ἔργον οὐδέν.
因此,在这之后,连续不断的冲突和轻装步兵的短暂交火时有发生,但并没有什么重大或辉煌的战果。

词汇与语法注释

  1. 1749ψήφισμα τῆς βουλῆς ποιησαμένης — 由名词 `βουλῆς` 和分词 `ποιησαμένης` 构成的独立属格结构(genitive absolute),解释了主句主语执政官们采取行动的背景或原因。
  2. 1749διέστησαν τὸ ἀρχεῖον — 意为“分裂了官署”。此处的 `τὸ ἀρχεῖον` 并非指官职本身,而是指“官吏团(同僚团体,collegium)”,具体指保民官团。这表示执政官拉拢了其中一部分人,从而打破了他们在行使否决权上的一致性。
  3. p.v.3p.279μή ποτʼ οὐχ ἱκανοὶ γένωνται — 由表示恐惧的名词 `δέος` 引导的惧怕从句。`μή ... οὐ` 结构表示否定性的担忧(“恐怕不能……”)。不定式 `ὑπερβαλέσθαι` 依附于形容词 `ἱκανοὶ`,构成了担忧的具体内容:“恐怕不足以战胜”。
  4. p.v.3p.279εἴ τινα δώσει — 连词 `εἰ` 引导依赖于分词 `ἐκδεχομένοις`(等待着)的间接疑问句,意为“是否”。后接将来时直说语气 `δώσει`,表现出关注不确定的未来事态发展的态度。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.5.1-9.5.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.5.1-9.5.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。