§9.48.1ταῦτʼ εἰπὼν ὅρκον, ὅσπερ μέγιστος αὐτοῖς ἦν, διομοσάμενος ἢ τὸν νόμον ἐπικυρώσειν ἢ τοῦ ζῆν μεθήσεσθαι, σιωπῆς γενομένης ἐκ τοῦ πλήθους καὶ ἐναγωνίου προσδοκίας, ἐφʼ ᾧ μέλλει δρᾶν, ἐκέλευσε μεταχωρεῖν ἐκ τῆς ἐκκλησίας τὸν Ἄππιον.
これらのことを語り、彼らにとって最も重い誓いである、法案を承認させるか、さもなくば命を捨てるという誓いを立てると、ライトリウスは、群衆の間に沈黙と、彼が何をなそうとしているかについての不安に満ちた期待が広がる中で、アッピウスに民会から立ち去るよう命じた。
ὡς δʼ οὐκ ἐπείθετο, ἀλλὰ τοὺς ῥαβδούχους παραστησάμενος καὶ τὸν ὄχλον, ὃν ἦγε παρασκευασάμενος οἴκοθεν, ἀπεμάχετο μὴ παραχωρῆσαι τῆς ἀγορᾶς, σιωπὴν ὑποκηρυξάμενος ὁ Λαιτώριος ἀνεῖπεν, ὅτι τὸν ὕπατον εἰς φυλακὴν κελεύουσιν ἀπάγειν οἱ δήμαρχοι.
しかし彼が従わず、むしろ護衛兵たちと、自宅から用意して連れてきた群衆を従えて、広場から立ち去るまいと抵抗したため、ライトリウスは(伝令に)沈黙を告げさせた上で、護民官たちは執政官を牢獄に連行することを命じる、と高らかに宣言した。
§9.48.2καὶ ὁ μὲν ὑπηρέτης κελευσθεὶς ὑπʼ αὐτοῦ προσῆγεν ὡς τοῦ σώματος ἐπιληψόμενος·
そして、彼に命じられた部下が、その身柄を拘束しようと近づいた。
τῶν δὲ ῥαβδούχων ὁ πρῶτος ἐπιτυχὼν παίων αὐτὸν ἀπήλασε.
しかし、護衛兵の一番近くにいた者が、彼を殴って追い払った。
κραυγῆς δʼ ἐκ τῶν παρόντων γενομένης μεγάλης καὶ ἀγανακτήσεως ἵεται αὐτὸς ὁ Λαιτώριος παρακελευσάμενος τοῖς ὄχλοις ἀμύνειν, καὶ οἱ περὶ τὸν Ἄππιον στῖφος ἔχοντες νέων πολὺ καὶ καρτερὸν ὑφίστανται.
同席していた者たちから大声と憤りの声が沸き起こると、ライトリウス自身が群衆に救援するよう呼びかけながら突進し、アッピウスの周囲の者たちは、若者たちからなる多数の強力な一団を擁して立ちふさがった。
καὶ μετὰ τοῦτο λόγοι τʼ ἀσχήμονες ἐγένοντο εἰς ἀλλήλους καὶ καταβοαὶ καὶ σωμάτων ὠθισμοί· καὶ τελευτῶσα εἰς χεῖρας ἀπέσκηψεν ἡ ἔρις, καὶ εἰς λίθων ἤρξατο προβαίνειν βολάς.
そしてこの後、互いに対する見苦しい暴言や叫び声、体と体の押し合いが生じ、最終的に争いは乱闘へと発展し、石の投げ合いにまで至り始めた。
§9.48.3ἐπέσχε δὲ ταῦτα καὶ τοῦ μὴ προσωτέρω χωρῆσαι τὰ δεινὰ Κοίντιος ἅτερος τῶν ὑπάτων αἴτιος ἐγένετο, δεόμενός τε πάντων καὶ λιπαρῶν σὺν τοῖς πρεσβυτάτοις τῶν ἐκ τοῦ συνεδρίου καὶ εἰς μέσους τοὺς ἁψιμαχοῦντας ὠθούμενος.
これらを制止し、事態がそれ以上悪化しないようにしたのは、もう一人の執政官であるクィンクティウスであった。 彼は元老院の最長老たちとともに、すべての人に懇願し懇請しながら、小競り合いをしている者たちの真ん中へと押し入っていった。
ἦν δὲ καὶ τῆς ἡμέρας τὸ λειπόμενον βραχὺ §9.48.4μέρος, ὥστʼ ἀκούσιοι ἀπʼ ἀλλήλων διελύθησαν.
また日の残り時間もわずかであったため、彼らは不本意ながらも互いに解散した。
ταῖς δʼ ἑξῆς ἡμέραις αἵ τʼ ἀρχαὶ ἀλλήλαις ἐνεκάλουν, ὁ μὲν ὕπατος τοῖς δημάρχοις, ὅτι καταλύειν αὐτοῦ τὴν ἀρχὴν ἠξίουν ἐς τὸ δεσμωτήριον τὸν ὕπατον ἀπάγειν κελεύσαντες, τῷ δʼ ὑπάτῳ οἱ δήμαρχοι, ὡς ἐμβεβληκότι πληγὰς σώμασιν ἱεροῖς καὶ καθωσιωμένοις ὑπὸ τοῦ νόμου — καὶ ὁ Λαιτώριος τὰ ἴχνη τῶν πληγῶν εἶχεν ἐπὶ τῆς ὄψεως ἔτι φανερά — ἥ τε πόλις ὅλη διοιδοῦσα καὶ ἀγριαινομένη διειστήκει.
続く数日間、官職者たちは互いを非難し合った。 執政官は護民官たちに対し、執政官を牢獄に連行するよう命じることによって自らの官職権限を覆そうとしたとして非難し、護民官たちは執政官に対し、法によって神聖にして侵すべからざるものとされた身体に暴行を加えたとして非難した。 そしてライトリウスの顔には、打撃の痕跡がなおもはっきりと残っていた。 都市全体が怒りに膨れ上がり、荒れ狂って分裂していた。
§9.48.5ἔπειτα ὁ μὲν δῆμος ἐφρούρει τὸ Καπιτώλιον ἅμα τοῖς δημάρχοις, οὔθʼ ἡμέρας οὔτε νυκτὸς ἐκλείπων τὴν φυλακήν·
その後、民衆は護民官たちとともにカピトリウムの丘を警備し、昼も夜もその見張りを怠らなかった。
ἡ δὲ βουλὴ συνιοῦσα πολλὴν καὶ ἐπίπονον ἐποιεῖτο ζήτησιν, ὅπως χρὴ παῦσαι τὴν διχοστασίαν, τοῦ τε κινδύνου τὸ μέγεθος ἐνθυμουμένη, καὶ ὅτι οὐδὲ τοῖς ὑπάτοις τὰ αὐτὰ παρειστήκει φρονεῖν.
一方、元老院は集まって、危険の大きさを考慮し、また執政官たちの意見が一致していないことも考慮して、どのようにしてこの不和を終わらせべきかについて、長時間の苦心に満ちた討議を行った。
ὁ μὲν γὰρ Κοίντιος εἴκειν τῷ δήμῳ τὰ μέτρια ἠξίου, ὁ δʼ Ἄππιος μέχρι θανάτου ἀντέχειν.
なぜなら、クィンクティウスは民衆に適度な譲歩をすべきだと考えていたのに対し、アッピウスは死ぬまで抵抗すべきだと考えていたからである。