Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.48.1-9.48.5

逮捕阿庇乌斯的企图与广场冲突

第 717 段,共 962 段 · 希腊语

内容简介

护民官莱托里乌斯下令逮捕执政官阿庇乌斯,导致广场上爆发两派的暴力冲突。另一位执政官昆克蒂乌斯介入调停,但城市依然分裂,平民占领并看守卡皮托尔山,元老院则在焦虑中商讨对策。

§9.48.1ταῦτʼ εἰπὼν ὅρκον, ὅσπερ μέγιστος αὐτοῖς ἦν, διομοσάμενος ἢ τὸν νόμον ἐπικυρώσειν ἢ τοῦ ζῆν μεθήσεσθαι, σιωπῆς γενομένης ἐκ τοῦ πλήθους καὶ ἐναγωνίου προσδοκίας, ἐφʼ ᾧ μέλλει δρᾶν, ἐκέλευσε μεταχωρεῖν ἐκ τῆς ἐκκλησίας τὸν Ἄππιον.
说完了这些话,并立下了在他们之中最庄重的誓言——要么使法律获得批准,要么放弃生命——在群众陷入沉默和对他将要采取的行动的焦急期待中,莱托里乌斯命令阿庇乌斯退出公民大会。
ὡς δʼ οὐκ ἐπείθετο, ἀλλὰ τοὺς ῥαβδούχους παραστησάμενος καὶ τὸν ὄχλον, ὃν ἦγε παρασκευασάμενος οἴκοθεν, ἀπεμάχετο μὴ παραχωρῆσαι τῆς ἀγορᾶς, σιωπὴν ὑποκηρυξάμενος ὁ Λαιτώριος ἀνεῖπεν, ὅτι τὸν ὕπατον εἰς φυλακὴν κελεύουσιν ἀπάγειν οἱ δήμαρχοι.
但由于阿庇乌斯拒不服从,反而部署了他的随从和自己从家里准备并带来的人群,极力抵抗而不愿退出广场,莱托里乌斯遂命令传令官宣布安静,并大声宣告:护民官们下令将执政官押送入狱。
§9.48.2καὶ ὁ μὲν ὑπηρέτης κελευσθεὶς ὑπʼ αὐτοῦ προσῆγεν ὡς τοῦ σώματος ἐπιληψόμενος· τῶν δὲ ῥαβδούχων ὁ πρῶτος ἐπιτυχὼν παίων αὐτὸν ἀπήλασε.
奉他之命的侍从上前,企图拘捕阿庇乌斯;但迎面而来的第一个随从痛打并赶走了他。
κραυγῆς δʼ ἐκ τῶν παρόντων γενομένης μεγάλης καὶ ἀγανακτήσεως ἵεται αὐτὸς ὁ Λαιτώριος παρακελευσάμενος τοῖς ὄχλοις ἀμύνειν, καὶ οἱ περὶ τὸν Ἄππιον στῖφος ἔχοντες νέων πολὺ καὶ καρτερὸν ὑφίστανται.
在场的人群中爆发出了巨大的呼喊和愤怒,莱托里乌斯亲自冲上前去,呼吁群众协助,而阿庇乌斯周围的人拥有一大群强壮的年轻人,负隅顽抗。
καὶ μετὰ τοῦτο λόγοι τʼ ἀσχήμονες ἐγένοντο εἰς ἀλλήλους καὶ καταβοαὶ καὶ σωμάτων ὠθισμοί· καὶ τελευτῶσα εἰς χεῖρας ἀπέσκηψεν ἡ ἔρις, καὶ εἰς λίθων ἤρξατο προβαίνειν βολάς.
此后,双方开始互相辱骂、喧哗,并发生了肢体冲突;最终冲突演变成了互殴,并开始发展到投掷石块。
§9.48.3ἐπέσχε δὲ ταῦτα καὶ τοῦ μὴ προσωτέρω χωρῆσαι τὰ δεινὰ Κοίντιος ἅτερος τῶν ὑπάτων αἴτιος ἐγένετο, δεόμενός τε πάντων καὶ λιπαρῶν σὺν τοῖς πρεσβυτάτοις τῶν ἐκ τοῦ συνεδρίου καὶ εἰς μέσους τοὺς ἁψιμαχοῦντας ὠθούμενος.
而另一位执政官昆克蒂乌斯,则成为了制止这些冲突并防止危险局势进一步恶化的主要功臣。 他和元老院中最年长的议员们一起恳求并哀求着所有人,强行挤进正在冲突的人群中间。
ἦν δὲ καὶ τῆς ἡμέρας τὸ λειπόμενον βραχὺ §9.48.4μέρος, ὥστʼ ἀκούσιοι ἀπʼ ἀλλήλων διελύθησαν.
由于白天的剩余时间已经不多,他们违心地各自散去。
ταῖς δʼ ἑξῆς ἡμέραις αἵ τʼ ἀρχαὶ ἀλλήλαις ἐνεκάλουν, ὁ μὲν ὕπατος τοῖς δημάρχοις, ὅτι καταλύειν αὐτοῦ τὴν ἀρχὴν ἠξίουν ἐς τὸ δεσμωτήριον τὸν ὕπατον ἀπάγειν κελεύσαντες, τῷ δʼ ὑπάτῳ οἱ δήμαρχοι, ὡς ἐμβεβληκότι πληγὰς σώμασιν ἱεροῖς καὶ καθωσιωμένοις ὑπὸ τοῦ νόμου — καὶ ὁ Λαιτώριος τὰ ἴχνη τῶν πληγῶν εἶχεν ἐπὶ τῆς ὄψεως ἔτι φανερά — ἥ τε πόλις ὅλη διοιδοῦσα καὶ ἀγριαινομένη διειστήκει.
在接下来的几天里,官员们互相指责,执政官指责护民官,认为他们通过下令将执政官押送入狱来企图废除他的权力;护民官则指责执政官,因为他击打了受到法律保护的、神圣而不可侵犯的身体——而莱托里乌斯脸上依然留有明显的伤痕——整个城市都在愤怒中膨胀并变得狂野,处于分裂状态。
§9.48.5ἔπειτα ὁ μὲν δῆμος ἐφρούρει τὸ Καπιτώλιον ἅμα τοῖς δημάρχοις, οὔθʼ ἡμέρας οὔτε νυκτὸς ἐκλείπων τὴν φυλακήν· ἡ δὲ βουλὴ συνιοῦσα πολλὴν καὶ ἐπίπονον ἐποιεῖτο ζήτησιν, ὅπως χρὴ παῦσαι τὴν διχοστασίαν, τοῦ τε κινδύνου τὸ μέγεθος ἐνθυμουμένη, καὶ ὅτι οὐδὲ τοῖς ὑπάτοις τὰ αὐτὰ παρειστήκει φρονεῖν.
随后,平民与护民官一起防守卡皮托尔山,日夜不懈地进行看守;而元老院则聚集在一起,考虑着危险的严重性,并且由于执政官们的意见也并不一致,元老院进行了一场漫长而艰难的讨论,商讨该如何平息这场分裂。
ὁ μὲν γὰρ Κοίντιος εἴκειν τῷ δήμῳ τὰ μέτρια ἠξίου, ὁ δʼ Ἄππιος μέχρι θανάτου ἀντέχειν.
因为昆克蒂乌斯认为应当对平民做出适度的让步,而阿庇乌斯则认为应当坚持抵抗,直至死亡。

词汇与语法注释

  1. §9.48.1ἐφʼ ᾧ μέλλει δρᾶν — 关系代词 ᾧ 由前置词 ἐπί 引导(ἐφʼ ᾧ),用于规定名词 προσδοκίας 的内容,即“对于他将要采取的行动的期待”。
  2. §9.48.1ἀπεμάχετο μὴ παραχωρῆσαι — 动词 ἀπεμάχετο(抵抗、反对)后面跟随着带有冗余否定词 μὴ 的不定式。这是希腊语在表示“阻止”或“抵抗”的动词后的常见语法现象,在翻译中不应将 μὴ 译为双重否定。
  3. §9.48.2παρακελευσάμενος τοῖς ὄχλοις ἀμύνειν — 动词 ἀμύνω 支配与格(τοῖς ὄχλοις)时表示“协助、为某人防守”,若支配宾格则表示“防御、抵御”。此处使用与格,因此意为“呼吁群众协助”或“为群众提供援助”。
  4. §9.48.3ἐπέσχε δὲ ταῦτα καὶ τοῦ μὴ προσωτέρω χωρῆσαι τὰ δεινὰ Κοίντιος ... αἴτιος ἐγένετο — 该句为主语昆克蒂乌斯(Κοίντιος)并列了两个谓语部分:一是限定动词部分 ἐπέσχε δὲ ταῦτα(制止了这些事),二是 αἴτιος ἐγένετο(成为了……的原因),后者支配了属格冠词性不定式短语 τοῦ μὴ προσωτέρω χωρῆσαι τὰ δ意为为“使危险事态不再进一步发展”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.48.1-9.48.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.48.1-9.48.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。