§9.44.1τοῦτο μαθοῦσι τοῖς ὑπάτοις φροντὶς εἰσῄει καὶ λογισμός, ὅπως ἂν ἐν τάχει καὶ σὺν τῷ ἀσφαλεῖ τὸ παρακινοῦν καὶ στασιάζον ἐξαιρεθῇ.
これを機に、執政官たちには、扇動し騒乱を起こしている分子を、いかにして迅速かつ安全に排除すべきかという懸念と考慮が沸き起こった。
ὁ μὲν οὖν Ἄππιος ἐπὶ τὰ ὅπλα καλεῖν γνώμην ἐδίδου τοὺς βουλομένους σώζεσθαι τὴν πάτριον πολιτείαν· εἰ δέ τινες ἐνατία θήσονται σφίσι τὰ ὅπλα, τούτους ἐν πολεμίων ποιεῖσθαι μοίρᾳ.
アッピウスは、祖先伝来の国制を守ることを望む者たちに武器を手に取るよう呼びかけるべし、という意見を出し、もし自分たちに対して武器を対向して構える者がいれば、それらを敵の部類とみなすべきだと主張した。
§9.44.2ὁ δὲ Κοίντιος λόγῳ πείθειν ᾤετο δεῖν τοὺς δημοτικοὺς καὶ μεταδιδάσκειν ὡς δι’ ἄγνοιαν τοῦ συμφέροντος εἰς ὀλέθρια βουλεύματα φερομένους·
しかしクィンクティウスは、平民たちを言葉で説得し、自らの利益に対する無知のゆえに破滅的な決議へと流されているのだと教え直すべきだと考えた。
ἐσχάτης μανίας ἔργον εἶναι λέγων, ἃ παρʼ ἑκόντων ἔξεστι φέρεσθαι τῶν συμπολιτευομένων, ταῦτα παρʼ ἀκόντων βούλεσθαι λαμβάνειν.
同胞の市民たちから、彼らの自発的な同意によって得ることが可能であるものを、彼らの意志に反して奪い取ろうとすることは、極限の狂気の沙汰であると言いながら。
§9.44.3ἐπαινεσάντων δὲ καὶ τῶν ἄλλων τῶν συμπαραληφθέντων εἰς τὸ συνέδριον τὴν Κοιντίου γνώμην παρελθόντες εἰς τὴν ἀγορὰν οἱ ὕπατοι λόγον ᾐτοῦντο παρὰ τῶν δημάρχων καὶ χρόνον.
元老院に招集された他の者たちもクィンクティウスの意見を称賛したため、執政官たちは広場へと出向いて、護民官たちに発言の機会と時間の猶予を求めた。
μόλις δʼ ἀμφοῖν τυχόντες, ἐπειδὴ καθῆκεν ἣν ᾐτήσαντο παρʼ αὐτῶν ἡμέραν, ὄχλου παντοδαποῦ συνεληλυθότος εἰς τὴν ἀγοράν, ὃν ἀμφότεραι παρεσκευάσαντο σύμμαχον ἑαυταῖς ἐκ παρακλήσεως αἱ
辛うじてその両方を得たのち、彼らが護民官たちに求めていた日(期日)が到来すると、広場にはあらゆる種類の群衆が集まっていた。
§9.44.4ἀρχαί, παρῆσαν ὡς κατηγορήσοντες τοῦ νόμου.
この群衆は、双方の役職者が、それぞれ呼びかけによって自らの味方となるよう準備させていたものであったが、執政官たちは法案を非難するために臨んだ。
ὁ μὲν οὖν Κοίντιος, τά τʼ ἄλλα ἐπιεικὴς ὢν ἀνὴρ καὶ δῆμον οἰκειώσασθαι λόγῳ πιθανώτατος, πρῶτος αἰτησάμενος λόγον, ἐπιδέξιόν τινα καὶ κεχαρισμένην ἅπασι διεξῆλθε δημηγορίαν, ὥστε τοὺς ὑπὲρ τοῦ νόμου λέγοντας εἰς πολλὴν ἐλθεῖν ἀμηχανίαν, οὔτε δικαιότερα λέγειν ἔχοντας οὔτʼ ἐπιεικέστερα.
そこで、他の点でも温厚な人物であり、言葉によって民衆を味方につけるのに最も説得力があったクィンクティウスが、最初に発言を求めて、巧みで万人にとって好ましい演説を行ったため、法案を支持して語る者たちは大きな困惑に陥り、それ以上に正当なことも、それ以上に穏当なことも語ることができなかった。
§9.44.5καὶ εἰ μηδὲν ἔτι πολυπραγμονεῖν ὁ συνύπατος αὐτοῦ προείλετο, συγγνοὺς ἂν ὁ δῆμος, ὡς οὔτε δίκαια οὔθʼ ὅσια ἀξιῶν ἔλυσε τὸν νόμον·
そして、もし彼の同僚執政官がこれ以上余計な干渉をしないことを選んでいたならば、民衆は自らの要求が正しくも敬虔でもないことを認めて、法案を自ら廃案にしたことであろう。
νῦν δʼ ἐκείνου λόγον διελθόντος ὑπερήφανον καὶ βαρὺν ἀκουσθῆναι πένησι χαλεπὸς εἰς ὀργὴν ἐγένετο καὶ ἀμείλικτος καὶ εἰς ἔριν ἦλθεν ὅσην οὔπω πρότερον.
しかし現実には、アッピウスが傲慢で貧しき人々にとって聞くに堪えぬほど不快な演説を行ったため、民衆は怒りに駆られて情け容赦のない態度を取り、かつてないほどの激しい争いに陥った。
§9.44.6οὐ γὰρ ὡς ἐλευθέροις τε καὶ πολίταις ὁ ἀνὴρ διαλεγόμενος, οἳ τοῦ θεῖναι τὸν νόμον ἢ λῦσαι κύριοι ἦσαν, ἀλλʼ ὡς ἐν ἀτίμοις ἢ ξένοις ἢ μὴ βεβαίως ἔχουσι τὴν ἐλευθερίαν ἐξουσιάζων, πικρὰς καὶ ἀνυπομονήτους ἐποιήσατο κατηγορίας, τῶν τε χρεῶν τὰς ἀποκοπὰς αὐτοῖς ὀνειδίζων καὶ τῶν ὑπάτων τὴν ἀπόστασιν προφέρων, ὅτε τὰ ἱερὰ σημεῖα ἁρπάσαντες ᾤχοντο ἐκ τοῦ στρατοπέδου φυγὴν ἐπιβάλλοντες ἑαυτοῖς ἑκούσιον·
なぜなら、その男は、法を制定するのも廃止するのもその主権を持つ自由民や市民に対して語るのではなく、不名誉を被った者や外国人、あるいは自由が不安定な立場にある者たちに対して威張り散らすかのように、辛辣で耐え難い非難を行ったからである。 彼は彼らに向かって借金の棒引きを非難し、また、かつて彼らが聖なる軍旗を奪い去り、自ら志願して亡命を図って陣営から立ち去った執政官たちからの離脱を非難した。
τούς θʼ ὅρκους ἀνακαλούμενος, οὓς ὤμοσαν τὰ ὅπλα περὶ τῆς γειναμένης αὐτοὺς γῆς ἀναλαμβάνοντες, οἷς κατʼ αὐτῆς ἐκείνης ἐχρήσαντο.
そして、彼らが自分たちを生み育ててくれた土地を守るために武器を取る際に誓った誓いを思い起こさせ、彼らがその誓いを、まさにその土地に対して用いたことを非難した。
§9.44.7τοιγάρτοι θαυμαστὸν οὐδὲν ἔφησεν αὐτοὺς ποιεῖν, εἰ θεοὺς μὲν ἐπιορκήσαντες, ἡγεμόνας δὲ καταλιπόντες, πόλιν δʼ ἔρημον τὸ καθʼ ἑαυτοὺς εἶναι μέρος ἀφέντες, ἐπὶ δὲ πίστεως συγχύσει καὶ νόμων ἀνατροπῇ καὶ πολιτεύματος πατρίου φθορᾷ ποιησάμενοι τὴν κάθοδον, οὐ μετριάζουσιν οὐδὲ χρηστοὺς δύνανται πολίτας ἑαυτοὺς παρασχεῖν, ἀλλʼ αἰεί τινος ὀρέγονται πλεονεξίας καὶ παρανομίας, τοτὲ μὲν ἀρχὰς ἐξεῖναι σφίσιν ἀξιοῦντες αὐτοὺς ἐφʼ ἑαυτῶν ἀποδεικνύναι, καὶ ταύτας ἀνυπευθύνους ποιοῦντες καὶ παναγεῖς·
それゆえ彼は、神々への誓いを破り、指導者たちを見捨て、自分たちの側からは都市を廃墟同然のまま見放し、信義の破壊、法の転覆、そして祖先伝来の国制の破壊を目論んで帰還を果たした彼らが、中庸を保つことも、自らを善良な市民として示すこともできないのは、何ら不思議なことではないと述べた。
τοτὲ δʼ εἰς ἀγῶνας ὑπὲρ τῶν ἐσχάτων κινδύνων καθιστάντες οὓς αὐτοῖς δόξειε τῶν πατρικίων, καὶ τὰ νόμιμα δικαστήρια, οἷς περὶ θανάτου καὶ φυγῆς ἡ πόλις πρότερον ἔδωκε κρίνειν, μεταφέροντες ἐκ τῆς καθαρωτάτης φυλῆς ἐπὶ τὸν ῥυπαρώτατον ὄχλον· τοτὲ δὲ νόμους εἰσφέροντες οἱ θῆτες καὶ ἀνέστιοι κατὰ τῶν εὐπατριδῶν τυραννικοὺς καὶ ἀνίσους, καὶ οὐδὲ τοῦ προβουλεῦσαι περὶ αὐτῶν ἐξουσίαν τῇ βουλῇ καταλείποντες, ἀλλʼ ἀφαιρούμενοι καὶ ταύτην αὐτῆς τὴν τιμήν, ἣν ἐκ τοῦ παντὸς εἶχεν ἀναμφίλεκτον χρόνου, §9.44.8βασιλευομένης τε καὶ τυραννουμένης τῆς πόλεως.
そうではなく、彼らは常に何らかの貪欲と不法を熱望しており、ある時には、自分たちだけで自立して官職を任命する権限が自分たちにあると主張し、しかもそれらを問責を受けない、極めて不浄なものにし、またある時には、貴族のうち彼らの気に入らない者を極刑を伴う裁判に引きずり込み、都市がかつて死罪や追放について裁く権限を与えていた合法的な法廷を、最も清浄な部族から最も不潔な群衆へと移し、またある時には、日雇い労働者や住処のない者たちが、名門貴族に対して独裁的で不平等な法案を提出し、それらについて事前に審議する権限さえ元老院にわずかも残さず、むしろ古来より疑いなく保持してきた元老院のこの栄誉をも剥奪しようとしている、都市が王政下にあっても、また僭主政下にあっても、と。
πολλὰ δὲ καὶ ἄλλα τούτοις ὅμοια προσθεὶς καὶ οὐδενὸς οὔτε πικροῦ πράγματος οὔτε βλασφήμου ὀνόματος φεισάμενος, τελευτῶν ἐκεῖνον ἔτι προσέθηκεν τὸν λόγον, ἐφʼ ᾧ μάλιστα ἡ πληθὺς ἠγανάκτησεν, ὅτι χρόνον οὐδένα παύσεται στασιάζουσα περὶ παντὸς χρήματος ἡ πόλις, ἀλλʼ αἰεί τινα καινὴν ἐπὶ παλαιᾷ νοσήσει νόσον, ἕως ἂν ἡ τῶν δημάρχων ἐξουσία διαμένῃ·
彼はこれらに類する多くのことを付け加え、辛辣な事実も不敬な言葉も何一つ惜しむことなく浴びせかけ、最後に、群衆が最も憤慨することになったあの主張を付け加えた。 すなわち、護民官の権限が存続する限り、都市はあらゆる事柄に関して内紛を起こすことを一瞬たりともやめず、常に古い病の上に新しい病を患い続けるであろう、ということである。
διδάσκων, ὅτι πράγματος παντὸς πολιτικοῦ καὶ κοινοῦ τὰς ἀρχὰς προσήκει σκοπεῖν, ὅπως εὐσεβεῖς ἔσονται καὶ δίκαιοι.
彼は、すべての政治的・共同体的な事柄においては、その始まりが敬虔で公正なものであるよう配慮すべきだと説いた。
φιλεῖν γὰρ ἐκ μὲν τῶν ἀγαθῶν σπερμάτων χρηστοὺς γίγνεσθαι καὶ εὐτυχεῖς τοὺς καρπούς, ἐκ δὲ τῶν πονηρῶν κακοὺς καὶ ὀλεθρίους.
なぜなら、良い種からは善良で幸福な実が結ばれ、悪い種からは悪しく破滅的な実が結ばれるのが常だからである。