Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.44.1-9.44.8

阿庇乌斯的强硬演说与民众的反抗

第 713 段,共 962 段 · 希腊语

内容简介

执政官阿庇乌斯与昆克蒂乌斯在如何应对新法案上产生分歧。尽管昆克蒂乌斯以温和的演说几乎说服了民众,但阿庇乌斯傲慢且具攻击性的演说激怒了平民,导致内讧进一步加剧。

§9.44.1τοῦτο μαθοῦσι τοῖς ὑπάτοις φροντὶς εἰσῄει καὶ λογισμός, ὅπως ἂν ἐν τάχει καὶ σὺν τῷ ἀσφαλεῖ τὸ παρακινοῦν καὶ στασιάζον ἐξαιρεθῇ.
得知此事后,执政官们感到忧虑并开始盘算,如何才能迅速且安全地消除那些煽动和叛乱的势力。
ὁ μὲν οὖν Ἄππιος ἐπὶ τὰ ὅπλα καλεῖν γνώμην ἐδίδου τοὺς βουλομένους σώζεσθαι τὴν πάτριον πολιτείαν· εἰ δέ τινες ἐνατία θήσονται σφίσι τὰ ὅπλα, τούτους ἐν πολεμίων ποιεῖσθαι μοίρᾳ.
于是,阿庇乌斯提出建议,号召那些希望维护祖传国制的人拿起武器;如果有人向他们刀兵相向,就应该把这些人归入敌人的行列。
§9.44.2ὁ δὲ Κοίντιος λόγῳ πείθειν ᾤετο δεῖν τοὺς δημοτικοὺς καὶ μεταδιδάσκειν ὡς δι’ ἄγνοιαν τοῦ συμφέροντος εἰς ὀλέθρια βουλεύματα φερομένους·
而昆克蒂乌斯则认为,应该用道理来劝说平民,并纠正他们的认识,指出他们是因为不了解自身的利益才被引向毁灭性的决议。
ἐσχάτης μανίας ἔργον εἶναι λέγων, ἃ παρʼ ἑκόντων ἔξεστι φέρεσθαι τῶν συμπολιτευομένων, ταῦτα παρʼ ἀκόντων βούλεσθαι λαμβάνειν.
他说,如果本来可以从同胞市民的自愿同意中获得某些东西,却企图违背他们的意愿强行夺取,这简直是极度疯狂的举动。
§9.44.3ἐπαινεσάντων δὲ καὶ τῶν ἄλλων τῶν συμπαραληφθέντων εἰς τὸ συνέδριον τὴν Κοιντίου γνώμην παρελθόντες εἰς τὴν ἀγορὰν οἱ ὕπατοι λόγον ᾐτοῦντο παρὰ τῶν δημάρχων καὶ χρόνον.
在被召集参会的其他元老院成员也赞同昆克蒂乌斯的意见后,执政官们来到广场,请求护民官给他们发言的机会和时间。
μόλις δʼ ἀμφοῖν τυχόντες, ἐπειδὴ καθῆκεν ἣν ᾐτήσαντο παρʼ αὐτῶν ἡμέραν, ὄχλου παντοδαποῦ συνεληλυθότος εἰς τὴν ἀγοράν, ὃν ἀμφότεραι παρεσκευάσαντο σύμμαχον ἑαυταῖς ἐκ παρακλήσεως αἱ §9.44.4ἀρχαί, παρῆσαν ὡς κατηγορήσοντες τοῦ νόμου.
在艰难地获得了这两项请求后,当他们所请求的期限到来时,广场上聚集了各色各样的群众。 这些群众是双方政务官通过动员准备来支持自己的盟友,而执政官们到场,准备对该法案进行指控。
ὁ μὲν οὖν Κοίντιος, τά τʼ ἄλλα ἐπιεικὴς ὢν ἀνὴρ καὶ δῆμον οἰκειώσασθαι λόγῳ πιθανώτατος, πρῶτος αἰτησάμενος λόγον, ἐπιδέξιόν τινα καὶ κεχαρισμένην ἅπασι διεξῆλθε δημηγορίαν, ὥστε τοὺς ὑπὲρ τοῦ νόμου λέγοντας εἰς πολλὴν ἐλθεῖν ἀμηχανίαν, οὔτε δικαιότερα λέγειν ἔχοντας οὔτʼ ἐπιεικέστερα.
于是,昆克蒂乌斯——他是个在其他方面都很温和,且最擅长用语言争取民心、极具说服力的人——首先请求发言,发表了一番巧妙且令所有人悦服的演说,以至于那些支持法案的发言者陷入了极大的窘境,无法说出比这更公正或更温和的话来。
§9.44.5καὶ εἰ μηδὲν ἔτι πολυπραγμονεῖν ὁ συνύπατος αὐτοῦ προείλετο, συγγνοὺς ἂν ὁ δῆμος, ὡς οὔτε δίκαια οὔθʼ ὅσια ἀξιῶν ἔλυσε τὸν νόμον·
而且,如果他的同僚执政官选择不再多事干涉,民众承认自己的诉求既不公正也不神圣,就会自行撤销这一法案。
νῦν δʼ ἐκείνου λόγον διελθόντος ὑπερήφανον καὶ βαρὺν ἀκουσθῆναι πένησι χαλεπὸς εἰς ὀργὴν ἐγένετο καὶ ἀμείλικτος καὶ εἰς ἔριν ἦλθεν ὅσην οὔπω πρότερον.
然而事实是,由于那个人发表了一番傲慢且对穷人而言难以忍受的刺耳演说,民众勃然大怒,变得无法劝解,并陷入了前所未有的激烈争执之中。
§9.44.6οὐ γὰρ ὡς ἐλευθέροις τε καὶ πολίταις ὁ ἀνὴρ διαλεγόμενος, οἳ τοῦ θεῖναι τὸν νόμον ἢ λῦσαι κύριοι ἦσαν, ἀλλʼ ὡς ἐν ἀτίμοις ἢ ξένοις ἢ μὴ βεβαίως ἔχουσι τὴν ἐλευθερίαν ἐξουσιάζων, πικρὰς καὶ ἀνυπομονήτους ἐποιήσατο κατηγορίας, τῶν τε χρεῶν τὰς ἀποκοπὰς αὐτοῖς ὀνειδίζων καὶ τῶν ὑπάτων τὴν ἀπόστασιν προφέρων, ὅτε τὰ ἱερὰ σημεῖα ἁρπάσαντες ᾤχοντο ἐκ τοῦ στρατοπέδου φυγὴν ἐπιβάλλοντες ἑαυτοῖς ἑκούσιον· τούς θʼ ὅρκους ἀνακαλούμενος, οὓς ὤμοσαν τὰ ὅπλα περὶ τῆς γειναμένης αὐτοὺς γῆς ἀναλαμβάνοντες, οἷς κατʼ αὐτῆς ἐκείνης ἐχρήσαντο.
因为此人并非在向那些有权制定或废除法律的自由人和公民讲话,而是像对待蒙受耻辱者、外邦人或自由身份尚不稳固的人那样指手画脚,发表了辛辣且令人无法容忍的指控。 他数落他们免除债务的行为,并提及他们背叛执政官、夺走神圣军旗离开军营、自愿流亡的往事;他还唤起他们为了生养自己的土地拿起武器时所立下的誓言,而他们却将这些武器和誓言用在了这片土地本身。
§9.44.7τοιγάρτοι θαυμαστὸν οὐδὲν ἔφησεν αὐτοὺς ποιεῖν, εἰ θεοὺς μὲν ἐπιορκήσαντες, ἡγεμόνας δὲ καταλιπόντες, πόλιν δʼ ἔρημον τὸ καθʼ ἑαυτοὺς εἶναι μέρος ἀφέντες, ἐπὶ δὲ πίστεως συγχύσει καὶ νόμων ἀνατροπῇ καὶ πολιτεύματος πατρίου φθορᾷ ποιησάμενοι τὴν κάθοδον, οὐ μετριάζουσιν οὐδὲ χρηστοὺς δύνανται πολίτας ἑαυτοὺς παρασχεῖν, ἀλλʼ αἰεί τινος ὀρέγονται πλεονεξίας καὶ παρανομίας, τοτὲ μὲν ἀρχὰς ἐξεῖναι σφίσιν ἀξιοῦντες αὐτοὺς ἐφʼ ἑαυτῶν ἀποδεικνύναι, καὶ ταύτας ἀνυπευθύνους ποιοῦντες καὶ παναγεῖς· τοτὲ δʼ εἰς ἀγῶνας ὑπὲρ τῶν ἐσχάτων κινδύνων καθιστάντες οὓς αὐτοῖς δόξειε τῶν πατρικίων, καὶ τὰ νόμιμα δικαστήρια, οἷς περὶ θανάτου καὶ φυγῆς ἡ πόλις πρότερον ἔδωκε κρίνειν, μεταφέροντες ἐκ τῆς καθαρωτάτης φυλῆς ἐπὶ τὸν ῥυπαρώτατον ὄχλον· τοτὲ δὲ νόμους εἰσφέροντες οἱ θῆτες καὶ ἀνέστιοι κατὰ τῶν εὐπατριδῶν τυραννικοὺς καὶ ἀνίσους, καὶ οὐδὲ τοῦ προβουλεῦσαι περὶ αὐτῶν ἐξουσίαν τῇ βουλῇ καταλείποντες, ἀλλʼ ἀφαιρούμενοι καὶ ταύτην αὐτῆς τὴν τιμήν, ἣν ἐκ τοῦ παντὸς εἶχεν ἀναμφίλεκτον χρόνου, §9.44.8βασιλευομένης τε καὶ τυραννουμένης τῆς πόλεως.
因此,他说,这毫不足奇:他们背弃了对神明的誓言,抛弃了领袖,尽其所能让城市沦为空城,并在破坏信用、颠覆法律、毁灭祖传国制的前提下实现重返,这样的人既不守分寸,也无法让自己表现为优秀的公民;相反,他们总是渴望着某种贪欲和不法,有时要求允许他们自己任命官职,并使这些官职免受追责且极为不洁;有时又将他们看不过眼的贵族置于面临极刑危险的审判之中,并将城市此前赋予裁决死刑和流放权力的合法法庭,从最纯洁的部族转移到最肮脏的乌合之众手中;有时,那些日雇工和无家可归之人,针对贵族们提出专制且不平等的法案,甚至不给元老院留有对这些法案进行预先审议的权力,反而剥夺了元老院的这项荣誉,而这项荣誉是元老院自古以来就毫无争议地拥有的,无论是在城市处于王政统治下,还是在僭主统治下。
πολλὰ δὲ καὶ ἄλλα τούτοις ὅμοια προσθεὶς καὶ οὐδενὸς οὔτε πικροῦ πράγματος οὔτε βλασφήμου ὀνόματος φεισάμενος, τελευτῶν ἐκεῖνον ἔτι προσέθηκεν τὸν λόγον, ἐφʼ ᾧ μάλιστα ἡ πληθὺς ἠγανάκτησεν, ὅτι χρόνον οὐδένα παύσεται στασιάζουσα περὶ παντὸς χρήματος ἡ πόλις, ἀλλʼ αἰεί τινα καινὴν ἐπὶ παλαιᾷ νοσήσει νόσον, ἕως ἂν ἡ τῶν δημάρχων ἐξουσία διαμένῃ·
他补充了许多诸如此类的话,既没有省去任何辛辣的事实,也没有省去任何侮辱性的词汇,最后,他还加上了那个最令群众愤怒的论点,即:只要护民官的权力继续存在,这座城市就绝不会停止在所有事情上进行内讧,而只会在旧疾之上不断染上新病。
διδάσκων, ὅτι πράγματος παντὸς πολιτικοῦ καὶ κοινοῦ τὰς ἀρχὰς προσήκει σκοπεῖν, ὅπως εὐσεβεῖς ἔσονται καὶ δίκαιοι.
他阐明道,对于一切政治和公共事务,应当审视其源头,确保其虔敬且公正。
φιλεῖν γὰρ ἐκ μὲν τῶν ἀγαθῶν σπερμάτων χρηστοὺς γίγνεσθαι καὶ εὐτυχεῖς τοὺς καρπούς, ἐκ δὲ τῶν πονηρῶν κακοὺς καὶ ὀλεθρίους.
因为从好的种子里,往往会长出优良且幸运的果实,而从坏的种子里,只会长出恶劣且毁灭性的果实。

词汇与语法注释

  1. 9.44.1μαθοῦσι τοῖς ὑπάτοις — 与格分词 μαθοῦσι 修饰随后的与格名词 τοῖς ὑπάτοις。名词短语 τοῖς ὑπάτοις 与动词短语 φροντὶς εἰσῄει(“忧虑进入”,即“抱有忧虑”)连用,起关涉或所有与格的作用。
  2. 9.44.2ὡς ... φερομένους — 带有连接词 ὡς 的宾格分词 φερομένους 修饰动词 μεταδιδάσκειν(“重新教育、纠正”)的宾语 τοὺς δημοτικούς(作为其逻辑主语),表示主观的理由或主张(“认为他们正被卷入”)。
  3. 9.44.5εἰ μηδὲν ... ἔλυσε — 这是一个与过去事实相反的虚拟条件句,由条件从句中的直陈式过去时(εἰ... προείλετο)和主句中带有 ἂν 的直陈式过去时(ἂν ... ἔλυσε)构成。主句的分词 συγγνοὺς(“承认/赞同”)加强了这种条件关系。
  4. 1866τοῦ προβουλεῦσαι — 这是一个带属格冠词的不定式(动名词用法),修饰名词 ἐξουσίαν(“权力”),起限制或定义属性的作用(“预先审议的权力”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.44.1-9.44.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.44.1-9.44.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。