§9.43.1τελεσθέντων δὲ τῶν ἀρχαιρεσίων κατὰ πολλὴν εὐπέτειαν — οἱ γὰρ πένητες ἐξέλιπον τὸ πεδίον, ἐπειδὴ τὸν ἄνδρα τόνδε ὀνομασθέντα ἤκουσαν — παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Ἄππιος Κλαύδιος Σαβῖνος, οὔτε τὰς φύσεις οὔτε τὰς προαιρέσεις ἔχοντες ὁμοίας.
選挙が非常な容易さのうちに完了したのち――というのも、貧しき人々は、この男が指名されたと聞くと、原を去ったからである――、ティトゥス・クィンクティウス・カピトリヌスとアッピウス・クラウディウス・サビヌスが執政官職を引き継いだが、彼らは生まれ持った性質も政治的志向も似ていなかった。
§9.43.2Ἀππίου μὲν γὰρ ἦν γνώμη περισπᾶν περὶ τὰς ἔξω στρατείας τὸν ἀργὸν καὶ πένητα δῆμον, ἵνα τῶν τε καθʼ ἡμέραν ἀναγκαίων ἐκ τῆς πολεμίας εὐπορῶν τοῖς αὑτοῦ πόνοις, ὧν ἐν χρείᾳ μάλιστα ὑπῆρχε, καὶ τὰ συμφέροντα τῇ πόλει διαπραττόμενος, ἥκιστα τοῖς ἐκ τοῦ συνεδρίου διοικοῦσι τὰ κοινὰ δυσμενής τε καὶ χαλεπὸς ᾖ·
というのも、アッピウスの意見は、怠惰で貧しい民衆を国外の遠征へと駆り立てて彼らの気をそらすことであった。 それは、彼らが敵地から自らの労苦によって、自分たちに最も欠けていた日々不可欠なものを豊富に手に入れ、かつ、国にとって有益なことを成し遂げながら、元老院から国事を運営する人々に対して最も敵対的でなく、また気難しくもなくなるようにするためであった。
πολέμου δὲ πᾶσαν ἔσεσθαι πρόφασιν εὔλογον ἀπέφαινεν ἡγεμονίας ἀντιποιουμένῃ πόλει καὶ ὑπὸ πάντων ἐπιφθονουμένῃ, κατά τε τὸ εἰκὸς τοῖς γεγονόσιν ἤδη τὰ μέλλοντα εἰκάζειν ἠξίου, ἐπιλεγόμενος, ὅσαι ἤδη κινήσεις ἐγένοντο ἐν τῇ πόλει, ὅτι πᾶσαι κατὰ τὰς ἀναπαύλας ἐγένοντο τῶν πολέμων.
また彼は、覇権を主張し、万民から妬まれている都市にとっては、いかなる戦争の口実も道理にかなったものとなるであろうと指摘し、道理に従って、既に起こった事柄から未来の事柄を推測すべきだと主張した。 その際、都市においてこれまでどれほど多くの動揺が起きたにせよ、それらはすべて戦争の休止期に起きたのだ、と言い添えたのである。
§9.43.3Κοιντίῳ δʼ οὐκ ἐδόκει πόλεμον ἐκφέρειν οὐδένα, ἀγαπητὸν ἀποφαίνοντι, εἰ πρὸς τοὺς ἀναγκαίους τε καὶ ἔξωθεν ἐπαγομένους κινδύνους καλούμενος ὁ δῆμος εὐπειθὴς γένοιτο, καὶ διδάσκοντι, ὡς εἰ βίαν προσάξουσι τοῖς μὴ πειθομένοις εἰς ἀπόνοιαν ἀναγκάσουσιν ἐλθεῖν τὸ δημοτικόν, ὥσπερ καὶ οἱ πρὸ αὐτῶν ἐποίησαν ὕπατοι·
しかしクィンクティウスは、いかなる戦争をも起こすべきではないと考え、避けられない、あるいは外部から持ち込まれる危険に直面して呼び集められた民衆が従順であるならば、それだけで十分満足すべきことであると指摘した。 そして、もし従わない者たちに暴力を振るうならば、彼ら以前の執政官たちがしたように、平民たちを自暴自棄に陥らせることにしかならないと説いた。
ἐξ ὧν κινδυνεύσειν αὐτοὺς δυεῖν θάτερον, ἢ διʼ αἵματος καὶ φόνων καταπαῦσαι τὴν στάσιν, ἢ θεραπεύειν αἰσχρῶς ὑπομεῖναι §9.43.4τὸ δημοτικόν.
その結果、彼らは二つのうちどちらかの危険に直面することになるだろう。 すなわち、血と殺戮によって内紛を鎮圧するか、あるいは恥ずべき形で媚びを売ることを甘受するか、平民に。
ἦν δʼ ἡ τοῦ μηνὸς ἐκείνου ἡγεμονία τῷ Κοιντίῳ προσήκουσα, ὥστʼ ἀναγκαῖον ἦν τὸν ἕτερον τῶν ὑπάτων μηδὲν ἄκοντος ἐκείνου ποιεῖν.
ところで、その月の主導権はクィンクティウスに属していたため、もう一人の執政官は彼の意に反しては何事も行わないことが不可欠であった。
οἱ δὲ περὶ τὸν Πόπλιον δήμαρχοι οὐθὲν ἔτι διαμελλήσαντες τὸν ἐν τῷ πρόσθεν ἐνιαυτῷ οὐ δυνηθέντα νόμον ἐπικυρωθῆναι πάλιν εἰσέφερον, προσγράψαντες αὐτῷ καὶ τὸ τῶν ἀγορανόμων ἀρχεῖον ἐν ταῖς αὐταῖς ψηφοφορεῖσθαι ἐκκλησίαις, καὶ πάντα τἆλλα, ὅσα ἐν τῷ δήμῳ πράττεσθαί τε καὶ ἐπικυροῦσθαι δεήσει, ὑπὸ τῶν φυλετῶν ἐπιψηφίζεσθαι κατὰ ταὐτόν·
一方、プブリウスを中心とする護民官たちは、もはや何ら猶予することなく、前年には可決できなかった法案を再び提出した。 その際、按察官の職の選出も同じ民会において投票されるべきこと、そして、その他すべて、民衆において決定され可決される必要がある事柄は、同様に部族によって投票に付されるべきであることを、その法案に書き加えた。
ὅπερ ἦν ἄρα τῆς μὲν βουλῆς κατάλυσις φανερά, τοῦ δὲ δήμου δυναστεία.
これこそは、実に元老院の明らかな破滅であり、民衆の支配力の確立であった。