§9.42.1ἐπέσχε δʼ αὐτοῦ τὰ βουλεύματα ὄντα τυραννικὰ ἑτέρα συμπεσοῦσα θεήλατος συμφορά.
しかし、彼の僭主的であった企てを、他から発生した神の送った別の災いが阻んだ。
νόσος γὰρ ἥψατο λοιμικὴ τῆς πόλεως, γενομένη μὲν καὶ κατὰ τὴν ἄλλην Ἰταλίαν, μάλιστα δὲ πλεονάσασα κατὰ τὴν Ῥώμην·
というのも、伝染病が都市を襲い、それは他のイタリア地方でも発生したが、とりわけローマにおいて猛威を振るったからである。
καὶ οὔτʼ ἀνθρωπίνη βοήθεια ἤρκει τοῖς κάμνουσιν οὐδεμία, ἀλλʼ ἐν τῷ ἴσῳ οἵ τε σὺν πολλῇ θεραπευόμενοι φροντίδι, καὶ οἷς μηδὲν ἐγίνετο τῶν δεόντων, ἀπέθνησκον·
そして、病人たちにはいかなる人間の助けも役に立たず、むしろ、手厚い看病をもって治療された人々も、必要な処置を何も施されなかった人々も、一様に死んでいった。
οὔτε λιτανεῖαι θεῶν καὶ θυσίαι καὶ ἐφʼ οὓς ἄνθρωποι τελευταίους ἐν ταῖς τοιαῖσδε ἀναγκάζονται καταφεύγειν συμφοραῖς, οἱ κατʼ ἄνδρα τε γινόμενοι καὶ ὑπὲρ τοῦ κοινοῦ καθαρμοὶ τότε προσωφέλουν, διέκρινέ τε τὸ πάθος οὐχ ἡλικίαν, οὐ φύσιν, οὐ ῥώμην ἢ ἀσθένειαν σωμάτων, οὐ τέχνην οὐκ ἄλλο τι τῶν δοκούντων κουφίζειν τὴν νόσον, ἀλλὰ γυναιξί τʼ ἐνέπιπτε καὶ ἀνδράσι καὶ γηραιοῖς καὶ νέοις.
また、神々への祈願や犠牲、そしてこのような災いにおいて人々が最後に頼らざるを得ないもの、すなわち、個人として行われる浄めや共同体のための浄めの儀式も、このときは何の役にも立たなかった。 さらに、この患いは年齢も、生まれ持った性質も、身体の強健さや虚弱さも、医術も、その他病を和らげると考えられているいかなるものも区別せず、女性にも男性にも、老いにも若きにも襲いかかった。
§9.42.2οὐ μὴν πολὺν κατέσχε χρόνον, ὅπερ αἴτιον ἐγένετο τοῦ μὴ σύμπασαν διαφθαρῆναι τὴν πόλιν·
もっとも、それが長く続くことはなく、そのことが都市全体が滅びずに済む原因となった。
ἀλλὰ ποταμοῦ δίκην ἢ πυρὸς ἀθρόα τοῖς ἀνθρώποις ἐμπεσοῦσα τήν τε προσβολὴν ὀξεῖαν καὶ τὴν ἀπαλλαγὴν ταχεῖαν ἔλαβεν.
むしろ、川や火のように一挙に人々に襲いかかったが、その襲来は激しく、退散は早かった。
ὡς δὲ τὸ δεινὸν ἐλώφησεν, ἐπʼ ἐξόδῳ τῆς ἀρχῆς ὢν ὁ Πόπλιος, ἐπειδὴ οὐκ ἐδύνατο κυρῶσαι τὸν νόμον ἐν τῷ περιόντι χρόνῳ τῶν ἀρχαιρεσίων ἐπιστάντων, μετῄει πάλιν τὴν δημαρχίαν εἰς τὸν ἐπιόντα ἐνιαυτόν, πολλὰ καὶ μεγάλα τοῖς δημόταις ὑπισχνούμενος·
そして、その恐ろしい災厄が和らいだとき、プブリウスは任期の終わりに差しかかっていたが、選挙が迫っており、残された時間内には法を可決することができなかったため、平民たちに多くの大きな約束をして、翌年の護民官職を再び求めた。
καὶ ἀποδείκνυται πάλιν δήμαρχος ὑπʼ αὐτῶν καὶ δύο τῶν συναρχόντων.
そして、彼と、同僚の護民官のうち二人が、彼らによって再び護民官に選出された。
§9.42.3οἱ δὲ πατρίκιοι πρὸς τοῦτʼ ἀντεμηχανήσαντο πικρὸν ἄνδρα καὶ μισόδημον καὶ μηδὲν ἐλαττώσοντα τῆς ἀριστοκρατίας ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν, Ἄππιον Κλαύδιον, υἱὸν Ἀππίου, τοῦ πλεῖστα τῷ δήμῳ περὶ τὴν κάθοδον ἐναντιωθέντος.
これに対してパトリキは、厳格で平民を嫌い、貴族制の権威をいささかも損なうことのない人物を執政官職へと推挙するという対抗策を講じた。 それがアッピウス・クラウディウス、すなわち帰還をめぐって平民に最も激しく反対したアッピウスの息子であった。
καὶ αὐτὸν πολλὰ ἀντειπόντα καὶ οὐδʼ εἰς τὸ πεδίον ἐλθεῖν βουληθέντα ἕνεκα τῶν ἀρχαιρεσίων, οὐδὲν ἧττον προὐβούλευσάν τε καὶ ἐψηφίσαντʼ ἀπόντα ὕπατον.
彼が強く辞退し、選挙のために原に赴くことさえ望まなかったにもかかわらず、彼らは、不在の彼を執政官とすることを何らためらうことなく予備決議し、可決したのである。