§9.43.1τελεσθέντων δὲ τῶν ἀρχαιρεσίων κατὰ πολλὴν εὐπέτειαν — οἱ γὰρ πένητες ἐξέλιπον τὸ πεδίον, ἐπειδὴ τὸν ἄνδρα τόνδε ὀνομασθέντα ἤκουσαν — παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Ἄππιος Κλαύδιος Σαβῖνος, οὔτε τὰς φύσεις οὔτε τὰς προαιρέσεις ἔχοντες ὁμοίας.
当选举极其顺利地完成时——因为穷人们在听到此人被提名后就离开了战神广场——提图斯·昆克蒂乌斯·卡皮托里努斯与阿庇乌斯·克劳狄乌斯·萨比努斯接任了执政官职,他们的性格和政治主张都不相同。
§9.43.2Ἀππίου μὲν γὰρ ἦν γνώμη περισπᾶν περὶ τὰς ἔξω στρατείας τὸν ἀργὸν καὶ πένητα δῆμον, ἵνα τῶν τε καθʼ ἡμέραν ἀναγκαίων ἐκ τῆς πολεμίας εὐπορῶν τοῖς αὑτοῦ πόνοις, ὧν ἐν χρείᾳ μάλιστα ὑπῆρχε, καὶ τὰ συμφέροντα τῇ πόλει διαπραττόμενος, ἥκιστα τοῖς ἐκ τοῦ συνεδρίου διοικοῦσι τὰ κοινὰ δυσμενής τε καὶ χαλεπὸς ᾖ·
因为阿庇乌斯的意见是将游手好闲且贫困的平民分散到国外的军事远征中,以便他们能够通过自己的辛劳从敌国领土上获得他们最缺乏的每日必需品,并在为国家争取利益的同时,最不易对那些在元老院中管理公共事务的人产生敌意和带来麻烦。
πολέμου δὲ πᾶσαν ἔσεσθαι πρόφασιν εὔλογον ἀπέφαινεν ἡγεμονίας ἀντιποιουμένῃ πόλει καὶ ὑπὸ πάντων ἐπιφθονουμένῃ, κατά τε τὸ εἰκὸς τοῖς γεγονόσιν ἤδη τὰ μέλλοντα εἰκάζειν ἠξίου, ἐπιλεγόμενος, ὅσαι ἤδη κινήσεις ἐγένοντο ἐν τῇ πόλει, ὅτι πᾶσαι κατὰ τὰς ἀναπαύλας ἐγένοντο τῶν πολέμων.
他指出,对于一个谋求霸权并受到所有人嫉妒的城市来说,任何战争的借口都是合情合理的,并要求他们根据可能性,由已发生的事推测未来的发展,同时指出:在这座城市里过去所发生过的一切动乱,全都发生在战争的间歇期。
§9.43.3Κοιντίῳ δʼ οὐκ ἐδόκει πόλεμον ἐκφέρειν οὐδένα, ἀγαπητὸν ἀποφαίνοντι, εἰ πρὸς τοὺς ἀναγκαίους τε καὶ ἔξωθεν ἐπαγομένους κινδύνους καλούμενος ὁ δῆμος εὐπειθὴς γένοιτο, καὶ διδάσκοντι, ὡς εἰ βίαν προσάξουσι τοῖς μὴ πειθομένοις εἰς ἀπόνοιαν ἀναγκάσουσιν ἐλθεῖν τὸ δημοτικόν, ὥσπερ καὶ οἱ πρὸ αὐτῶν ἐποίησαν ὕπατοι· ἐξ ὧν κινδυνεύσειν αὐτοὺς δυεῖν θάτερον, ἢ διʼ αἵματος καὶ φόνων καταπαῦσαι τὴν στάσιν, ἢ θεραπεύειν αἰσχρῶς ὑπομεῖναι §9.43.4τὸ δημοτικόν.
但昆克蒂乌斯认为不应该发动任何战争,他指出,如果平民在被召唤去面对迫在眉睫的及来自外部的危险时能够服从,那就已经是令人满意的了;他还告诫说,如果对不服从的人施加暴力,就会像之前的执政官们所做的那样,逼迫平民走向绝路;由此,他们将面临两种危险之一:要么通过流血和杀戮来平息内讧,要么忍受可耻地去讨好平民。
ἦν δʼ ἡ τοῦ μηνὸς ἐκείνου ἡγεμονία τῷ Κοιντίῳ προσήκουσα, ὥστʼ ἀναγκαῖον ἦν τὸν ἕτερον τῶν ὑπάτων μηδὲν ἄκοντος ἐκείνου ποιεῖν.
由于那个月的领导权属于昆克蒂乌斯,因此另一位执政官绝不能违背他的意愿行事。
οἱ δὲ περὶ τὸν Πόπλιον δήμαρχοι οὐθὲν ἔτι διαμελλήσαντες τὸν ἐν τῷ πρόσθεν ἐνιαυτῷ οὐ δυνηθέντα νόμον ἐπικυρωθῆναι πάλιν εἰσέφερον, προσγράψαντες αὐτῷ καὶ τὸ τῶν ἀγορανόμων ἀρχεῖον ἐν ταῖς αὐταῖς ψηφοφορεῖσθαι ἐκκλησίαις, καὶ πάντα τἆλλα, ὅσα ἐν τῷ δήμῳ πράττεσθαί τε καὶ ἐπικυροῦσθαι δεήσει, ὑπὸ τῶν φυλετῶν ἐπιψηφίζεσθαι κατὰ ταὐτόν·
而普布里乌斯身边的护民官们不再有任何拖延,重新提出了前一年未能通过的法案,并在其中追加规定:市政官的选任也应在相同的民会中进行投票,且其他一切需要在平民中进行和通过的事项,同样都应当由各部落投票决定。
ὅπερ ἦν ἄρα τῆς μὲν βουλῆς κατάλυσις φανερά, τοῦ δὲ δήμου δυναστεία.
这无疑是元老院的公然瓦解,也是平民权力的确立。