§9.41.1ἡ δʼ ἐκ πολλοῦ χρόνου διαμένουσα ἐν τῇ πόλει στάσις, ἣν οἱ δημόται πρὸς τοὺς πατρικίους ἐστασίαζον, ἀνίστατο πάλιν.
また、長きにわたって都市に留まっていた、平民たちがパトリキに対して起こしていた闘争が、再び頭をもたげた。
ὁ δʼ ἐξεγείρων αὐτὴν δήμαρχος ἦν Πόπλιος Βολέρων, ὁ τῷ πρόσθεν ἐνιαυτῷ τοῖς περὶ Αἰμίλιόν τε καὶ Ἰούλιον ὑπάτοις ἀπειθήσας, ὅτʼ αὐτὸν ἀντὶ λοχαγοῦ στρατιώτην κατέγραφον, οὐ διʼ ἄλλο τι μᾶλλον ἀποδειχθεὶς ὑπὸ τῶν πενήτων τοῦ δήμου προστάτης — γένος τε γὰρ ἐκ τῶν ἐπιτυχόντων ἦν καὶ τεθραμμένος ἐν πολλῇ ταπεινότητι καὶ ἀπορίᾳ — ἀλλʼ ὅτι τὴν ἀρχὴν τῶν ὑπάτων βασιλικὸν ἔχουσαν ἀξίωμα τέως πρῶτος ἔδοξεν ἰδιώτης ἀνὴρ ἀπειθείᾳ ταπεινῶσαι, καὶ ἔτι μᾶλλον διὰ τὰς ὑποσχέσεις, ἃς ἐποιεῖτο μετιὼν τὴν ἀρχὴν κατὰ τῶν πατρικίων, §9.41.2ὡς ἀφαιρησόμενος αὐτῶν τὴν ἰσχύν.
これを煽り立てた護民官はプブリウス・ウォレロであった。 彼は前年、アイミリウスやユリウスらの執政官たちに対して、彼らが彼を百人隊長ではなく一兵卒として召集しようとしたときに従わなかった人物であったが、他のいかなる理由によってでもなく――というのも、彼はありふれた人々の生まれであり、極めて卑しく困窮した環境で育てられたからである――むしろ、これまでは王の権威を持っていた執政官の職権を、私人の身でありながら不従順によって貶めた最初の人物であるとみなされたことによって、そしてさらに、彼がパトリキに対抗してその官職を求める際に行っていた約束、すなわち彼らから権力を剥奪するつもりであるという約束のために、平民の貧しき人々によって指導者に選出されたのである。
ὃς ἐπειδὴ τάχιστα ἐξεγένετο αὐτῷ λωφήσαντος τοῦ δαιμονίου χόλου τὰ πολιτικὰ πράττειν, συναγαγὼν τὸν δῆμον εἰς ἐκκλησίαν νόμον εἰσφέρει περὶ τῶν δημαρχικῶν ἀρχαιρεσίων, μετάγων αὐτὰ ἐκ τῆς φρατριακῆς ψηφοφορίας, ἣν οἱ Ῥωμαῖοι καλοῦσιν κουριᾶτιν, ἐπὶ τὴν φυλετικήν.
彼は、神の怒りが和らいで国政を行うことが自分に可能になるやいなや、民衆を民会に招集し、護民官選挙に関する法案を提出した。 それは、その選挙を、ローマ人が「クリア会」と呼ぶフラトリアによる投票から、トリブスによる投票へと移行させるものであった。
τίς δὲ τούτων διαφορὰ τῶν ἀρχαιρεσίων, ἐγὼ σημανῶ.
これら二つの選挙の相違が何であるか、私は説明しよう。
§9.41.3τὰς μὲν φρατριακὰς ψηφοφορίας ἔδει προβουλευσαμένης τῆς βουλῆς καὶ τοῦ πλήθους κατὰ φράτρας τὰς ψήφους ἐπενέγκαντος, καὶ μετʼ ἀμφότερα ταῦτα τῶν παρὰ τοῦ δαιμονίου σημείων τε καὶ οἰωνῶν μηδὲν ἐναντιωθέντων, τότε κυρίας εἶναι·
フラトリアによる投票は、元老院が予備決議を行い、かつ平民がフラトリアごとに票を投じ、さらにこれら両方の手続きの後に神からの兆候や鳥占いにいかなる反対も出なかった場合にのみ、初めて有効となる必要があった。
τὰς δὲ φυλετικὰς μήτε προβουλεύματος γενομένου μήτε τῶν ἱερέων τε καὶ οἰωνοσκόπων ἐπιθεσπισάντων, ἐν ἡμέρᾳ μιᾷ τελεσθείσας ὑπὸ τῶν φυλετῶν τέλος ἔχειν.
これに対して、トリブスによる投票は、元老院の予備決議も行われず、神官たちや鳥占い師たちが神意を告げることもなく、部族の構成員たちによって一日で完了されて効力を持つものであった。
καὶ ἦσαν ἐκ τῶν λοιπῶν τεττάρων δημάρχων οἱ συνεισφέροντες αὐτῷ δύο δήμαρχοι τὸν νόμον·
そして、残りの4人の護民官のうち、彼とともにこの法案を提出した者が2人いた。
οὓς προσεταιρισάμενος ἐλαττόνων ὄντων τῶν μὴ ταὐτὰ βουλομένων περιῆν.
彼は彼らを味方に引き入れ、同じことを望まない者たちが少数派であったため、優勢に立った。
§9.41.4οἱ δʼ ὕπατοι καὶ ἡ βουλὴ καὶ πάντες οἱ πατρίκιοι κωλύειν ἐπεχείρουν τὸν νόμον·
執政官たちと元老院、そしてすべてのパトリキは、この法を阻止しようと試みた。
ἀφικόμενοί τε κατὰ πλῆθος εἰς τὴν ἀγοράν, ἐν ᾗ προεῖπον οἱ δήμαρχοι κυρώσειν τὸν νόμον ἡμέρᾳ, παντοδαποὺς διῆλθον λόγους, τῶν θʼ ὑπάτων καὶ τῶν πρεσβυτάτων ἐκ τῆς βουλῆς καὶ ἄλλου παντός, ὅτῳ βουλομένῳ ἦν, τὰς ἐνούσας ἐν τῷ νόμῳ διεξιόντος ἀτοπίας.
そして、護民官たちが法案を可決すると予告した日に、大挙して広場に赴き、執政官たちや元老院の最長老たち、また望む者は誰でも、その法案に含まれる不条理な点について詳細に論じるなど、あらゆる種類の議論を展開した。
ἀντιλεξάντων δὲ τῶν δημάρχων καὶ αὖθις τῶν ὑπάτων, καὶ μέχρι πολλοῦ τῆς ἁψιμαχίας τῶν λόγων ἐκμηκυνθείσης, ἐκείνην μὲν τὴν ἐκκλησίαν διέλυσεν εἰς νύκτα συγκλεισθεὶς ὁ χρόνος.
しかし、護民官たちが反論し、再び執政官たちも反论して、言葉の応酬が長々と引き延ばされたため、その日の民会は、時間が夜へと迫ったことによって散会となった。
προθέντων δὲ πάλιν τῶν δημάρχων εἰς τρίτην ἀγορὰν τὴν περὶ τοῦ νόμου διάγνωσιν, καὶ συνελθόντος ἔτι πλείονος εἰς αὐτὴν ὄχλου τὸ παραπλήσιον τῷ προτέρῳ §9.41.5συνέβη γενέσθαι πάθος.
護民官たちが再び3回目の市場の日に法案に関する審議を延期し、そこにさらに多くの群衆が集まると、前回と似たような事態が起こることとなった。
τοῦτο συνιδὼν ὁ Πόπλιος ἔγνω μήτε τοῖς ὑπάτοις ἐπιτρέπειν ἔτι τοῦ νόμου κατηγορεῖν μήτε πατρικίους ἐᾶν τῇ ψηφοφορίᾳ παρεῖναι·
このことを見抜いたプブリウスは、執政官たちにこれ以上法案を非難することを許さず、またパトリキが投票の場に立ち会うことを認めない、と決意した。
καθʼ ἑταιρείας γὰρ ἐκεῖνοι καὶ κατὰ συστροφὰς ἄμα τοῖς ἑαυτῶν πελάταις οὐκ ὀλίγοις οὖσι πολλὰ μέρη τῆς ἀγορᾶς κατεῖχον, ἐπικελεύοντές τε τοῖς κατηγοροῦσι τοῦ νόμου καὶ θορυβοῦντες τοὺς ἀπολογουμένους καὶ ἄλλα πολλὰ πράττοντες, ἀκοσμίας τε καὶ βίας τῆς ἐν ταῖς ψήφοις ἐχομένης μηνύματα.
というのも、彼らは徒党を組み、また少なからぬ数にのぼる彼らのクリエンテスとともに集団を作って、広場の多くの部分を占拠し、法案を非難する者たちを励まし、弁護する者たちを妨害し、その他多くの行為を行っており、それらは投票に伴う無秩序と暴力の兆候であったからである。