Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §9.41.1-9.41.5

护民官沃莱罗提议选举改革与贵族的抵制

第 710 段,共 962 段 · 希腊语

内容简介

护民官普布里乌斯·沃莱罗提出法案,企图将护民官选举从氏族(库里亚)投票转为部族投票。贵族与执政官对此表示强烈反对并展开抗争,导致了严重的对峙。

§9.41.1ἡ δʼ ἐκ πολλοῦ χρόνου διαμένουσα ἐν τῇ πόλει στάσις, ἣν οἱ δημόται πρὸς τοὺς πατρικίους ἐστασίαζον, ἀνίστατο πάλιν.
长期存在于城中、平民对贵族所发起的内讧再次抬头。
ὁ δʼ ἐξεγείρων αὐτὴν δήμαρχος ἦν Πόπλιος Βολέρων, ὁ τῷ πρόσθεν ἐνιαυτῷ τοῖς περὶ Αἰμίλιόν τε καὶ Ἰούλιον ὑπάτοις ἀπειθήσας, ὅτʼ αὐτὸν ἀντὶ λοχαγοῦ στρατιώτην κατέγραφον, οὐ διʼ ἄλλο τι μᾶλλον ἀποδειχθεὶς ὑπὸ τῶν πενήτων τοῦ δήμου προστάτης — γένος τε γὰρ ἐκ τῶν ἐπιτυχόντων ἦν καὶ τεθραμμένος ἐν πολλῇ ταπεινότητι καὶ ἀπορίᾳ — ἀλλʼ ὅτι τὴν ἀρχὴν τῶν ὑπάτων βασιλικὸν ἔχουσαν ἀξίωμα τέως πρῶτος ἔδοξεν ἰδιώτης ἀνὴρ ἀπειθείᾳ ταπεινῶσαι, καὶ ἔτι μᾶλλον διὰ τὰς ὑποσχέσεις, ἃς ἐποιεῖτο μετιὼν τὴν ἀρχὴν κατὰ τῶν πατρικίων, §9.41.2ὡς ἀφαιρησόμενος αὐτῶν τὴν ἰσχύν.
煽动这一事态的护民官是普布里乌斯·沃莱罗,他在前一年执政官埃米利乌斯与尤利乌斯试图将他作为普通士兵而非百人队长征召入伍时曾抗命不从,他被平民中的穷人选为领袖,没有比这更主要的原因了——因为他出身于普通人家,在极其卑微与贫困中长大——而仅仅是因为他被认为是第一个以抗命贬低了迄今仍具有王权尊严的执政官权力的私人,更是因为他在谋求这一官职时针对贵族所作出的承诺,即他将剥夺他们的权力。
ὃς ἐπειδὴ τάχιστα ἐξεγένετο αὐτῷ λωφήσαντος τοῦ δαιμονίου χόλου τὰ πολιτικὰ πράττειν, συναγαγὼν τὸν δῆμον εἰς ἐκκλησίαν νόμον εἰσφέρει περὶ τῶν δημαρχικῶν ἀρχαιρεσίων, μετάγων αὐτὰ ἐκ τῆς φρατριακῆς ψηφοφορίας, ἣν οἱ Ῥωμαῖοι καλοῦσιν κουριᾶτιν, ἐπὶ τὴν φυλετικήν.
一旦神明的愤怒平息、使他得以参与国政,他便召集人民举行大会,提出了一项关于护民官选举的法案,将选举从罗马人称之为“库里亚大会”的氏族投票转变为部族投票。
τίς δὲ τούτων διαφορὰ τῶν ἀρχαιρεσίων, ἐγὼ σημανῶ.
这两种选举的区别是什么,我将予以说明。
§9.41.3τὰς μὲν φρατριακὰς ψηφοφορίας ἔδει προβουλευσαμένης τῆς βουλῆς καὶ τοῦ πλήθους κατὰ φράτρας τὰς ψήφους ἐπενέγκαντος, καὶ μετʼ ἀμφότερα ταῦτα τῶν παρὰ τοῦ δαιμονίου σημείων τε καὶ οἰωνῶν μηδὲν ἐναντιωθέντων, τότε κυρίας εἶναι· τὰς δὲ φυλετικὰς μήτε προβουλεύματος γενομένου μήτε τῶν ἱερέων τε καὶ οἰωνοσκόπων ἐπιθεσπισάντων, ἐν ἡμέρᾳ μιᾷ τελεσθείσας ὑπὸ τῶν φυλετῶν τέλος ἔχειν.
氏族投票必须在元老院通过预备决议、且群众按氏族投下选票之后,并且在这两项程序之后神明没有任何征兆或鸟卜表示反对,方可生效;而部族投票则既不需要元老院的预备决议,也不需要祭司和占卜师预言神意,由各部族成员在一天之内完成即具有效力。
καὶ ἦσαν ἐκ τῶν λοιπῶν τεττάρων δημάρχων οἱ συνεισφέροντες αὐτῷ δύο δήμαρχοι τὸν νόμον· οὓς προσεταιρισάμενος ἐλαττόνων ὄντων τῶν μὴ ταὐτὰ βουλομένων περιῆν.
在其余四位护民官中,有两位与他共同提出了这项法案;他争取到了他们的支持,由于不赞同此举的人占少数,他占了上风。
§9.41.4οἱ δʼ ὕπατοι καὶ ἡ βουλὴ καὶ πάντες οἱ πατρίκιοι κωλύειν ἐπεχείρουν τὸν νόμον· ἀφικόμενοί τε κατὰ πλῆθος εἰς τὴν ἀγοράν, ἐν ᾗ προεῖπον οἱ δήμαρχοι κυρώσειν τὸν νόμον ἡμέρᾳ, παντοδαποὺς διῆλθον λόγους, τῶν θʼ ὑπάτων καὶ τῶν πρεσβυτάτων ἐκ τῆς βουλῆς καὶ ἄλλου παντός, ὅτῳ βουλομένῳ ἦν, τὰς ἐνούσας ἐν τῷ νόμῳ διεξιόντος ἀτοπίας.
执政官、元元老院以及全体贵族都试图阻挠这一法案;在护民官宣布将通过法案的那一天,他们大批来到广场,发表了各式各样的言论,执政官、元老院中最年长者以及任何愿意发言的人,都详细阐述了该法案中存在的荒谬之处。
ἀντιλεξάντων δὲ τῶν δημάρχων καὶ αὖθις τῶν ὑπάτων, καὶ μέχρι πολλοῦ τῆς ἁψιμαχίας τῶν λόγων ἐκμηκυνθείσης, ἐκείνην μὲν τὴν ἐκκλησίαν διέλυσεν εἰς νύκτα συγκλεισθεὶς ὁ χρόνος.
然而,由于护民官们进行反驳,执政官们又再次反驳,言语的交锋拖延了很久,那次大会因夜色降临、时间受限而解散。
προθέντων δὲ πάλιν τῶν δημάρχων εἰς τρίτην ἀγορὰν τὴν περὶ τοῦ νόμου διάγνωσιν, καὶ συνελθόντος ἔτι πλείονος εἰς αὐτὴν ὄχλου τὸ παραπλήσιον τῷ προτέρῳ §9.41.5συνέβη γενέσθαι πάθος.
当护民官们再次将法案的裁决推迟到第三个集市日,并且有更多的群众聚集在此,与前一次相似的事态再次发生。
τοῦτο συνιδὼν ὁ Πόπλιος ἔγνω μήτε τοῖς ὑπάτοις ἐπιτρέπειν ἔτι τοῦ νόμου κατηγορεῖν μήτε πατρικίους ἐᾶν τῇ ψηφοφορίᾳ παρεῖναι· καθʼ ἑταιρείας γὰρ ἐκεῖνοι καὶ κατὰ συστροφὰς ἄμα τοῖς ἑαυτῶν πελάταις οὐκ ὀλίγοις οὖσι πολλὰ μέρη τῆς ἀγορᾶς κατεῖχον, ἐπικελεύοντές τε τοῖς κατηγοροῦσι τοῦ νόμου καὶ θορυβοῦντες τοὺς ἀπολογουμένους καὶ ἄλλα πολλὰ πράττοντες, ἀκοσμίας τε καὶ βίας τῆς ἐν ταῖς ψήφοις ἐχομένης μηνύματα.
洞察到这一情况的普布里乌斯决定既不再允许执政官指责该法案,也不允许贵族参与投票;因为那些贵族结成帮派、拉帮结伙,并带着他们为数不少的门客占领了广场的许多地方,为那些指责法案的人助威,骚扰那些为法案辩护的人,并做出许多其他行为,这些行为皆是投票中存在的无序与暴力的迹象。

词汇与语法注释

  1. 1854ἀντὶ λοχαγοῦ στρατιώτην — 意为“作为一名普通士兵而非百人队长”。介词 ἀντί 表示替代或对比,表明执政官试图将曾任百人队长的沃莱罗降级为普通士兵进行征募。
  2. p.v.3p.346διεξιόντος — 属格绝对结构中分词数的不一致。尽管复数名词 τῶν θʼ ὑπάτων 和 τῶν πρεσβυτάτων 与单数名词 ἄλλου παντός 并列,但分词 διεξιόντος 因受最近单数成分的影响而采用了单数形式。
  3. 9.41.2ἐξεγένετο αὐτῷ — 非人称动词 ἐκγίγνεται 搭配与格和不定式,表示“对某人而言做某事是可能的”。此处指在神明的愤怒平息后,沃莱罗得以参与国政(提出法案等)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §9.41.1-9.41.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.41.1-9.41.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。