Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §9.39.1-9.39.6

ウォレロの徴兵拒否と身分闘争の激化

708 / 962 箇所 · ギリシア語

要旨

プブリウス・ウォレロが兵卒としての登録に抵抗して執政官から鞭打ちを命じられるが、平民たちの強力な支援によって執政官らを敗走させる。この事件を機に、土地分配問題から国制全体の闘争へと対立が激化し、執政官の任期は成果なく終わる。

§9.39.1ἀνήρ τις ἐκ τῶν δημοτικῶν τὰ πολέμια λαμπρός, Βολέρων Πόπλιος, ἡγεμονίαν ἐσχηκὼς λόχων ἐν ταῖς προτέραις στρατείαις, τότʼ ἀντὶ λοχαγοῦ στρατιώτης πρὸς αὐτῶν κατεγράφετο.
平民の一人で軍事で華々しい功績のある男、プブリウス・ウォレロは、以前の遠征において百人隊の指揮官を務めたことがあったが、この時は彼らによって百人隊長の代わりに一兵卒として登録されようとしていた。
ὡς δʼ ἠναντιοῦτο καὶ οὐκ ἠξίου χώραν ἀτιμοτέραν λαβεῖν οὐδὲν ἡμαρτηκὼς ἐν ταῖς προτέραις στρατείαις, δυσανασχετοῦντες οἱ ὕπατοι τὴν παρρησίαν αὐτοῦ τοῖς ῥαβδούχοις ἐκέλευσαν τὴν ἐσθῆτά τε περικαταρρῆξαι καὶ ταῖς ῥάβδοις τὸ σῶμα ξαίνειν.
しかし彼がそれに抵抗し、以前の遠征で何の落ち度もないのに、より不名誉な地位を受け入れるのは不当だと主張すると、執政官たちは彼の率直な物言いに憤慨し、警護兵に衣服を引き裂き、その体を鞭で打つよう命じた。
§9.39.2ὁ δὲ νεανίας τούς τε δημάρχους ἐπεκαλεῖτο, καί, εἴ τι ἀδικεῖ, κρίσιν ἐπὶ τῶν δημοτῶν ὑπέχειν ἠξίου.
その青年は護民官たちに助けを求め、もし自らに不法があるならば、平民の前で裁判を受けることを求めた。
ὡς δʼ οὐ προσεῖχον αὐτῷ τὸν νοῦν οἱ ὕπατοι, ἀλλὰ τοῖς ῥαβδούχοις ἄγειν καὶ τύπτειν ἐπεκελεύοντο, οὐκ ἀνασχετὸν ἡγησάμενος εἶναι τὴν ὕβριν αὐτὸς ἑαυτῷ ταμίας τῆς δίκης γίνεται.
しかし、執政官たちは彼に心をとめず、かえって警護兵に連行して殴打するよう命じ続けたため、この侮辱を耐え難いと考えた彼は、自ら自らのために正義の執行者となった。
§9.39.3τόν τε γὰρ πρῶτον προσελθόντα τῶν ῥαβδούχων παίων εἰς τὸ πρόσωπον ἐναντίαις πυγμαῖς νεανίας καὶ ἐρρωμένος ἀνὴρ ἀνατρέπει καὶ τὸν ἐπὶ τούτῳ.
実際、若く頑強な男であった彼は、最初に近づいてきた警護兵を正面から拳で顔面を殴って打ち倒し、その次に続く者も同様にした。
ἀγανακτησάντων δὲ τῶν ὑπάτων καὶ πᾶσιν ἅμα τοῖς ὑπηρέταις προσελθεῖν κελευσάντων δεινόν τι τοῖς παροῦσι τῶν δημοτικῶν ἐφάνη·
執政官たちが怒り、すべての部下に一斉に立ち向かうよう命じると、居合わせた平民たちにとってこれは恐るべき事態に思われた。
καὶ αὐτίκα συστραφέντες ἀθρόοι καὶ ἀναβοήσαντες τὸ παρακλητικὸν τῆς ἀλλήλων ὀργῆς τόν τε νεανίσκον ἐξήρπασαν καὶ τοὺς ῥαβδούχους ἀπέστησαν παίοντες καὶ τελευτῶντες ἐπὶ τοὺς ὑπάτους ὥρμησαν, καὶ εἰ μὴ καταλιπόντες ἐκεῖνοι τὴν ἀγορὰν ἔφυγον,
彼らは直ちに一塊になって集まり、互いの怒りを駆り立てる叫び声を上げると、青年を力ずくで救い出し、殴りかかって警護兵たちを退け、最後には執政官たちに向かって突進した。
§9.39.4ἀνήκεστον ἄν τι κακὸν ἐξειργάσαντο.
そして、もし執政官たちが広場を放棄して逃亡しなかったならば、取り返しのつかない大惨事を引き起こしていたであろう。
ἐκ δὲ τούτου διειστήκει πᾶσα ἡ πόλις, καὶ οἱ τέως ἡσυχάζοντες δήμαρχοι τότʼ ἠγριοῦντο καὶ τῶν ὑπάτων κατηγόρουν.
このことから、全市民が分裂し、それまで静穏を保っていた護民官たちも、この時は激昂して執政官たちを糾弾した。
περιειστήκει τε ἡ περὶ τῆς κληρουχίας στάσις εἰς ἕτερον μείζονα ὑπὲρ τοῦ κόσμου τῆς πολιτείας ἀγῶνα.
こうして、土地分配をめぐる内紛は、国制の秩序をめぐる、別のより大きな闘争へと一変した。
οἱ μέν γε πατρίκιοι τοῖς ὑπάτοις ὡς καταλυομένης αὐτῶν τῆς ἐξουσίας συναγανακτοῦντες τὸν ἐπιβαλεῖν χεῖρας τοῖς ὑπηρέταις τολμήσαντα κατὰ §9.39.5κρημνοῦ βαλεῖν ἠξίουν.
すなわち、パトリキたちは、執政官たちの権力が破壊されつつあるとして共に憤慨し、公僕に手を下す暴挙に出た者を、岩壁から投げ落とすべきだと主張した。
οἱ δὲ δημοτικοὶ συστρέψαντες αὑτοὺς κατεβόων τε καὶ παρεκελεύοντο μὴ προδιδόναι σφῶν τὴν ἐλευθερίαν, ἀλλʼ ἐπὶ τὴν βουλὴν τὸ πρᾶγμα ἄγειν καὶ τῶν ὑπάτων κατηγορεῖν καὶ δίκης τινὸς παρʼ αὐτῶν ἠξίουν τυχεῖν, ὅτι τὸν ἐπικαλεσάμενον τὴν ἐκ τῶν δημάρχων βοήθειαν, καὶ ἐν τῷ δήμῳ κρίσιν ὑπέχειν, εἴ τι πλημμελεῖ, βουλόμενον, οὐδετέρου τυχεῖν εἴασαν τῶν δικαίων, ἀλλʼ ἐν ἀνδραπόδου μοίρᾳ τὸν ἐλεύθερον καὶ πολίτην ἔθεντο παίειν ἐπικελευόμενοι.
一方、平民たちは気勢を上げて大声を上げ、自分たちの自由を裏切ってはならないと互いに励まし合い、事態を元老院に持ち込んで執政官たちを告発し、彼らから何らかの処罰を勝ち取ることを要求した。 というのも、護民官からの助けを求め、また何か過ちがあるならば平民の前で裁判を受けることを望んだ男に対して、彼らはそのどちらの正当な権利も得ることを許さず、自由人であり市民である者を奴隷の身分に置き、殴打することを命じたからである。
§9.39.6ἀντιτεταγμένων δὴ τούτων καὶ οὐδετέρων εἶξαι βουλομένων τοῖς ἑτέροις, ἅπας ὁ λοιπὸς τῆς ὑπατείας ἐκείνης ἐδαπανήθη χρόνος, οὔτε πολεμικαῖς πράξεσι κοσμηθεὶς καλαῖς οὔτε πολιτικαῖς λόγου ἀξίαις.
このように双方が対立し、どちらも相手に譲歩しようとしなかったため、その執政官任期の残りの時間はすべて空しく費やされ、輝かしい軍実績によっても、特筆すべき政治的業績によっても飾られることはなかった。

語釈・文法注

  1. 1849κατεγράφετο — 未完了過去形 κατεγράφετο は、登録が完了した事実ではなく、その登録という行為が進行中であること、あるいは試みられていたこと(未遂)を表す「試みの未完了過去(conative imperfect)」として解釈される。
  2. 1849οὐδὲν ἡμαρτηκὼς — 完了分詞 ἡμαρτηκὼς に否定の対格副詞 οὐδέν が添えられて理由(「何の落ち度もなかったため」)を表している。
  3. 1850καὶ εἰ μὴ καταλιπόντες ἐκεῖνοι τὴν ἀγορὰν ἔφυγον, ἀνήκεστον ἄν τι κακὸν ἐξειργάσαντο — 過去の事実に反する仮定を表す反実仮想の条件文。条件節に εἰ +直説法過去(ἔφυγον)、帰結節に ἄν +直説法過去(ἐξειργάσαντο)が用いられている。
  4. p.v.3p.344τὸν ἐπικαλεσάμενον ... βουλόμενον, οὐδετέρου τυχεῖν εἴασαν — ὅτι 節における対格不定詞構文(εἴασαν +不定詞 τυχεῖν)。動詞 εἴασαν(彼らは許した)の直接目的語は、二つの分詞(ἐπικαλεσάμενον と βουλόμενον)で修飾されているウォレロ(対格)であり、不定詞 τυχεῖν(得ることを)につながる。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §9.39.1-9.39.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:9.39.1-9.39.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。